- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:109.23-111.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯通过将“节制”解释为自然领悟力,解决了配得上微小之事且自知者为何被称为节制者的疑难,探讨了空疏与心胸狭隘的诸种表现,进而阐明大度在伟大程度上居于极致而在适度上居于中道,且关涉作为最大外在善的荣誉。
ἦν δὴ ὁ πρῶτος ὁ μικρῶν ἄξιος καὶ μικρῶν αὑτὸν ἀξιῶν, ὃν ἔλεγεν εἶναι σώφρονα. εἰ δὲ μικρῶν ἄξιος, πῶς ἂν εἴη σώφρων; ὁ γὰρ σώφρων ἐνάρετος· ὁ δὲ ἐνάρετος μεγάλων ἄξιος, ἐπειδὴ σώφρονα λέγει τὸν περὶ ἡδονὰς κατορθοῦντα· οὗτος δὲ τοιοῦτος. ἔοικεν οὖν κοινότερον λαμβάνειν νῦν σωφροσύνην ἀντὶ φρονήσεως ὥσπερ εἰώθαμεν πολλάκις· καὶ ταύτης οὐχὶ τῆς ἀρετῆς ἀλλὰ τῆς φυσικῆς συνέσεως,1 ἣν ἔχουσί τινες, ὥστε συνορᾶν τίνων ἄξιοι καὶ ἐπὶ πόσον· εἴη δ’ ἂν τοιοῦτος οὐκ ἀφυὴς ἄνθρωπος, ὃς οὐχ ὁρῶν ἑαυτὸν οὐδέπω οὐδὲν μέγα οὔτε εἰδότα οὔτε πεποιηκότα οὐχ ἡγεῖται μεγάλων εἶναί πω τιμῶν ἄξιος· οὐδὲν δὲ κωλύει παιδευθέντα γενέσθαι αὐτὸν μεγαλόψυχον. ὁ δὲ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὢν μοχθηρὸς καὶ χαῦνος, ἀντιποιούμενος μὴ προσηκουσῶν τιμῶν, παντελῶς αὐτῶν ἀνάξιος ὤν. ἀξιοῖ δ’ αὑτὸν οὐ τῶν ἁπλῶς μεγάλων· οὐδὲ γὰρ οἶδεν ἄλλα τῶν νομιζομένων, λέγω δὲ τῶν πολιτικῶν τιμῶν. μεγάλη γὰρ τιμὴ ἡ μέν ἐστι κατ’ ἀλήθειαν (αὕτη δέ ἐστιν ὁ παρὰ τῶν σπουδαίων καὶ ἀρίστων ἔπαινος), ἡ δέ ἐστι νομιζομένη μεγάλη, ἣν οἱ πολλοὶ παρέχουσι στέφανοι καὶ εἰκόνες καὶ τὰ τοιαῦτα, ὧν ἀξιοῖ τυγχάνειν ὁ χαῦνος ἑαυτόν, οὐδ’ αὐτῶν ἀνάξιος ὤν· ὁ δὲ μειζόνων ἢ ἄξιος οὐ πᾶς χαῦνος. γίνονται γάρ τινες εὐφυεῖς καὶ χαρίεντες εὐποιητικοὶ τῶν πατρίδων ἐν καιρῷ, ἐπιδιδόντες καὶ βοηθοῦντες τῷ κοινῷ καὶ ἀνατιθέντες ἀναθήματα· οὗτοι δὲ ἄξιοί εἰσι τῆς παρὰ τῶν πόλεων τιμῆς. ἐνίοτε δ’ ἀξιοῦσι διὰ τοῦτο καὶ ἁπλῶς ἐνάρετοι εἶναι καὶ τέλειοι οὐ διὰ χαυνότητα ἀλλὰ δι’ ἄγνοιαν, οὓς οὐδὲν κωλύει παιδευθέντας καὶ τελείως ἀγαθοὺς γενέσθαι. περὶ δὲ τοῦ μικροψύχου καὶ παντελῶς ἀπορήσαι τις ἄν· λέγει γὰρ μικρόψυχον εἶναι, ἐάν τε μεγάλων ἐάν τε μικρῶν ἄξιος ὤν, ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ· εἰ μὲν γὰρ μεγάλων ὅλως ἐστὶν ἄξιος, πῶς ἂν εἴη μοχθηρός; ἢ μεγάλων οὕτως ἂν εἴη ἄξιος, οἷον εἰ προγόνων ἐπισήμων ὢν εἰς μικρὰ ἑαυτὸν ἄγει ἐπιτηδεύματα καὶ βάναυσον τέχνην μεταχειρίζεται, ἐξὸν πολιτικῶν ἅπτεσθαι καὶ εἰ μὴ ἀφυὴς ᾖ πρὸς τὸ μαθεῖν ἄν τι ἢ γνῶναι, τούτων μὲν ἀφέστηκε, τὰ δὲ τυχόντα ἐπιτηδεύει· οὗτος γὰρ τῷ ὄντι ἐλαττόνων ἑαυτὸν ἀξιοῖ. ὁ δὲ καὶ μικρῶν ἄξιος καὶ ἔτι ἐλαττόνων ἑαυτὸν ἀξιῶν παντελῶς μικρόψυχος, καίτοι ὁ Ἀριστοτέλης λέγει μάλιστα ἂν δοκεῖν μικρόψυχον τὸν μεγάλων ἄξιον μικρῶν δὲ ἑαυτὸν ἀξιοῦντα, ἴσως εἰς τοιαῦτα ἀποβλέπων οἷα εἰρήκαμεν· ταῦτα μὲν οὖν εἰρήσθω περὶ αὐτῶν, ἐξ ὧν ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴληπται ὅτι ὁ μὲν μεγαλόψυχός ἐστιν ὁ μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν, ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος χαῦνος, ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὁ δὲ κατὰ τὴν ἔλλειψιν ἐλαττόνων αὑτὸν ἀξιῶν ἤ ἐστιν ἄξιος 〈μικρόψυχος〉. τὰ δὲ ἑξῆς, ἐπειδὴ καὶ καθ’ αὑτὰ δῆλά ἐστι καὶ ἐκ τῶν εἰρημένων, οὐκ ἀνάγκη πάντα ἐπιέναι, ἀλλ’ εἴ τινα ἔχει ἔνστασιν κατὰ τὴν λέξιν ταῦτα θεωρητέον. Λέγει δὲ τὸν μεγαλόψυχον τῷ μεγέθει ἄκρον εἶναι· μέγας γάρ ἐστι τῷ μέγεθος ἔχειν ψυχῆς τὸ ἀκρότατον, τῷ δὲ ὡς δεῖ μέσος·2 οὔτε γὰρ ὑπερβάλλει οὔτε ἐλλείπει κατὰ τὸ ἀξιοῦν ἑαυτὸν ὧν ἐστιν ἄξιος. οἱ δ’ ἐν ταῖς παρακειμέναις κακίαις οἱ μὲν ὑπερβάλλουσιν, οἱ δὲ ἐλλείπουσιν, οἱ μὲν χαῦνοι ὑπερβάλλουσιν, οἱ δὲ μικρόψυχοι ἐλλείπουσιν· ἐπεὶ δὲ τῶν μεγίστων αὑτὸν ἀξιοῖ, τὸ δὲ μέγιστον ἐν τῷ ὑπερθετικῷ λεγόμενον ἕν, περὶ ἕν τι ἂν εἴη ὁ μεγαλόψυχος. τί οὖν τοῦτ’ ἐστιν ἐκ τῆς ἀξίας ληπτέον. ἡ γὰρ ἀξία λέγεται [τουτέστι] πρὸς τὰ ἐκτὸς ἀγαθά. ἀξίαν γὰρ λέγομεν ἢ πλούτου ἢ δόξης ἢ τιμῆς ἢ ἄλλου τινός. τῶν δὴ ἐκτὸς ἀγαθῶν τοῦ μεγίστου ἀξιοῦται ὁ μεγαλόψυχος· μέγιστον δέ ἐστιν ὃ τοῖς θεοῖς ἀπονέμομεν, τοῦτο δέ ἐστιν ἡ τιμή. διὰ γὰρ τοῦτο τίθησι περὶ τιμὰς ὄντα καὶ ἀτιμίας τὸν μεγαλόψυχον. ὧν μὲν γὰρ δεῖ τιμῶν ἐφίεται καὶ ἄξιον αὑτὸν ἡγεῖται, ὧν δὲ οὐ δεῖ ὑπερορᾷ· ὁμοίως δὴ καὶ ἀτιμίας· τὰς μὲν παρὰ τῶν ἀγαθῶν ἀλλοτρίας ἑαυτοῦ νενόμικε, τὰς δὲ παρὰ τῶν πολλῶν ὑπερορᾷ. σχεδὸν δὴ ὁ λόγος τοιοῦτός ἐστιν· εἰ μεγίστων αὑτὸν ἀξιοῖ ἄξιος ὤν, τὸ δὲ μέγιστον ἕν, λέγεται δὲ ἀξίωμα ὡς πρὸς τὸ ἐκτός, τὸ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν εἴη ἂν οὗ ἀξιοῖ ἑαυτόν.3
第一种人是配得上微小之事且自视配得上微小之事的人,〔亚里士多德〕曾说此人是节制者。但如果他只配得上微小之事,怎能是节制者呢?因为节制者是有德者,而有德者配得上伟大之事,既然他把在快乐方面行为端正的人称为节制者,而此人正是这样的人。因此看来,他现在正如我们常常习惯做的那样,以更宽泛的意义把节制当作明智来使用;且这并非指作为德性的明智,而是指某些人所具备的自然领悟力,借以明察自己配得上什么以及到何种程度。这样的人会是一个并非没有天赋的人,他看到自己尚未懂得也尚未做过任何伟大之事,便不认为自己已配得上伟大的荣誉;而一旦接受教育,没有什么能阻止他成为大度者。然而,不配得却自视配得上伟大之事的人则是低劣而空疏的,他贪求不相称的荣誉,完全不配享有它们。但他自视配得的并非绝对伟大之事;因为除了公认的荣誉,即我所说的城邦荣誉之外,他一无所知。因为伟大荣誉一方面依真理而言(这就是来自端庄卓越之人的赞誉),另一方面则是被认为伟大的荣誉,即大众所提供的冠冕、塑像及诸如此类之物,空疏者自视配得上获得它们,却连这些也配不上。但自视配得上超出自己所配得之事的人,并非全都是空疏者。因为有些人生来富有才华且举止优雅,在危急时刻成为造福祖国之人,为公共事业捐输助力并奉献供物;这些人配得上来自城邦的荣誉。然而有时由于这个缘故,他们也自以为绝对有德且完满,这并非出于空疏而是出于无知;而一旦接受教育,没有什么能阻止他们成为完全的善人。关于心胸狭隘者,人们或许会陷入彻底的困惑;因为他说,心胸狭隘者无论配得上伟大之事还是微小之事,都自视配得上更低之事。因为如果他完全配得上伟大之事,怎能是低劣的呢?抑或他是以如下方式配得上伟大之事:例如出身显赫,却将自己引向微不足道的行当,操持粗鄙的技艺,而本可以从事城邦政务;并且若他并非缺乏学习或认知某事的天赋,却远离这些,而从事微贱之事;因为这样的人确实自视配得上更低之事。而配得上微小之事且自视配得上更低之事的人,则是彻头彻尾的心胸狭隘者;尽管亚里士多德说,配得上伟大之事而自视配得上微小之事的人最显得是心胸狭隘者,这或许是着眼于我们所说的那类情形。关于这些人且说到这里,由此概括而言已可得知:大度者是配得上伟大之事且自视配得上伟大之事的人;归于过度一端的空疏者是不配得却自视配得上伟大之事的人;归于不及一端的心胸狭隘者是自视配得上低于自己所配得之事的人。至于接下来的内容,既然无论就其自身而言还是根据已说过的内容都已很清楚,没有必要全部逐一探讨,但若在字句上有任何疑难,则须考察之。他说大度者在伟大程度上是极致;因为他因拥有灵魂的极高伟大而为大,但在依其所应然的状态上则是中道;因为在自视配得上其所配得之事上,他既不过度也不不及。而在相邻恶德中的人,有的过度,有的不及;空疏者过度,心胸狭隘者不及。既然他自视配得上最大的事物,而在最高级中所说的最大的事物是唯一的,大度者便应关涉某一个事物。那么这究竟是什么,必须从价值中来把握。因为价值乃是相对于外在善而言的。我们所说的价值,指的是财富、名声、荣誉或其他某种事物的价值。在外在善中,大度者被认为配得上最大的善;而最大的善是我们分配给诸神的善,这就是荣誉。正因如此,他将大度者设定为关涉荣誉与不名誉的人。因为对于应当追求的荣誉,他渴望并认为自己配得上,但对于不应当追求的荣誉,他则予以蔑视。对于不名誉亦同样如此:来自善人的不名誉他认为与自己无关,而来自大众的不名誉他予以蔑视。论证大致如下:如果他配得上最大的事物且自视配得上最大的事物,而最大的事物是唯一的,且价值是相对于外在事物而言的,那么外在善中最大的事物就是他自视配得上的对象。
- 4.4καὶ ταύτης οὐχὶ τῆς ἀρετῆς ἀλλὰ τῆς φυσικῆς συνέσεως
该属格短语承接前文的 ἀντὶ φρονήσεως(代替明智),介词 ἀντί(代替)的支配力量延续至属格 ταύτης ... συνέσεως,属于省略结构:“[把节制当作]不是作为德性的明智,而是当作自然的领悟力”。
- 4.4τῷ μεγέθει ἄκρον εἶναι· ... τῷ δὲ ὡς δεῖ μέσος
τῷ μεγέθει 与 τῷ ὡς δεῖ 皆为表示方面或视角的与格(dative of respect)。在后者中,副词性短语 ὡς δεῖ(依其所应然)被中性单数与格定冠词 τῷ 名词化,与前项 τῷ μεγέθει 形成严格的对举。
- 4.4τὸ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν εἴη ἂν οὗ ἀξιοῖ ἑαυτόν
关系代词 οὗ 包含其先行词(如默示的 τούτου),并在句中充当动词 ἀξιόω(自视配得上)所支配的属格补足语。全句主语为 τὸ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν,表语结构为 εἴη ἂν [τοῦτο] οὗ ἀξιοῖ ἑαυτόν。
