← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§104.24-106.11

豪爽的活动与粗俗的性质及事业的规模

阿斯帕西奥斯解释了作为豪爽之过度的“粗俗”的词源与含义,并指出豪爽者因考察相称的开支而类似于知者或工匠。他进而论述了品质如何由其活动与质料所规定,以及豪爽者如何在同等开支下制作具有规模的宏大事业而非微小昂贵的器物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#2

εἶτά μοι δοκεῖ ἀπὸ τῶν παρ’ ἀξίαν θρυπτομένων τεχνιτῶν καὶ σεμνυνομένων τοὔνομα μεταγαγεῖν ἐπὶ τοὺς προσποιουμένους μεῖζον. διόπερ καὶ Ἀριστοτέλης βαναυσίαν καλεῖ τὴν παρακειμένην κακίαν τῇ μεγαλοπρεπείᾳ, προσποίησίν τινα οὖσαν μεγέθους τοῦ ἐν δαπανήμασιν ἀξίου· ἐν οἷς γὰρ οὐ δεῖ οὐδ’ ὡς δεῖ λαμπρύνεται· ὕστερον δὲ περὶ αὐτῆς ἐρεῖν φησι. Λέγει δὲ τὸν μεγαλοπρεπῆ ἐπιστήμονι ἐοικέναι, ἤτοι ἐπειδὴ θεωρητικός ἐστι τοῦ πρέποντος ἑκάστῳ μεγέθει καὶ ἔργῳ δαπανήματος (τὸ δὲ θεωρεῖν τῆς κυρίως καλουμένης ἐπιστήμης· τὰς γὰρ θεωρητικὰς κυρίως ἐπιστήμας ὠνόμαζον), ἢ ἐπιστήμονα λέγει τὸν τεχνίτην· παντὸς γὰρ τεχνίτου τὸ πρέπον θεωρῆσαι ἑκάστου ἔργου, οἷον σκυτοτόμου 〈τὸ〉 τῷ ποδὶ ἁρμόζον ὑπόδημα καὶ γραφέως εἰδέναι, οἷον δεῖ τὸν ἥρωα γεγράφθαι ἢ τὸν ἰδιώτην ἢ τὸν ἡδόμενον ἢ τὸν λυπούμενον· οὕτως δὴ καὶ ὁ μεγαλοπρεπὴς τὸ πρέπον ἑκάστῳ ἔργῳ θεωρήσει δαπάνημα καὶ δαπανήσει μεγαλοπρεπῶς. ὥσπερ γάρ, φησίν, ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται καὶ ὧν ἐστιν.1 τοῦτο δὲ λέγει, ἐπειδὴ καὶ πρότερον εἶπεν ἐκ τῶν ἐνεργειῶν εὑρίσκεσθαι καὶ τὰς ἕξεις· ὁποῖαι γὰρ αἱ ἐνέργειαι, τοιαύτη καὶ ἡ ἕξις, ἀφ’ ἧς αἱ ἐνέργειαι καὶ ὧν ἐστιν ἡ ἕξις θεωρητική, ἢ ποιητικὴ ἢ πρακτική, οἷον αἱ ἐνέργειαι τῆς οἰκοδομικῆς· τοιαῦται δέ τινες αἱ περὶ οἰκοδομίαν. δῆλον οὖν ὡς ἡ οἰκοδομικὴ τέχνη τοιούτων ἐνεργειῶν ἐστιν ἐνεργητική. καὶ ἔστι τὸ ὑποκείμενον τῇ οἰκοδομικῇ ξύλα καὶ λίθοι, οἷς χρωμένη ὡς ὕλῃ τὴν ἐνέργειαν ποιεῖται, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν. ἐλέγετο γὰρ καὶ ὀλίγῳ πρότερον ἡ ἐλευθεριότης περὶ χρήματα εἶναι, ἐπειδὴ αἱ ἐνέργειαι αὐτῆς περὶ χρήματά εἰσι καὶ τὸ ὑποκείμενον οὖν δηλονότι τὰ χρήματα. ἐπειδὴ οὖν αἱ τοῦ μεγαλοπρεποῦς ἐνέργειαι δαπάναι εἰσὶ καὶ μεγάλαι καὶ πρέπουσαι, ἥ τε ἕξις φανερά, ἔστι γὰρ ἀφ’ ἧς αἱ τοιαῦται ἐνέργειαι, καὶ ὅτι ὑπόκειται αὐτῇ ἔργα μεγάλα καὶ δαπανήματα μεγάλα. ἢ τοῦτό ἐστι τὸ πρόσθεν λεχθέν, ἢ ὅτι ἡ ἕξις, τουτέστιν ἡ ἠθική, ὁρίζεται αὐτὰ ταῖς παραπιπτούσαις ἐνεργείαις καὶ ὧν ἐστιν ἀεὶ ἐνεργητική. οὐ γὰρ ἦν τὸ μέσον, ὃ ἐλέγετο τῶν ἀρετῶν ἀλλὰ τὸ πρὸς ἡμᾶς. καὶ τοῦ μεγαλοπρεποῦς οὖν αἱ δαπάναι μεγάλαι, πρέπουσαι παντὶ μεγάλῳ, καὶ οὐχ ἕν τι ἔχουσαι τὸ μέγα, ἀλλ’ ὁποῖον ἂν ἀπαιτῇ ἡ παροῦσα χρεία, τοιαῦτα δὴ καὶ τὰ ἔργα μεγάλα· ἕκαστον δ’ ὡς πρὸς ἑαυτό· οὕτω γὰρ ἔσται καὶ τὸ δαπάνημα μέγα, καὶ πρέπον τῷ ἔργῳ, ἂν τὸ μὲν ἔργον ᾖ τῆς δαπάνης ἄξιον, ἡ δὲ δαπάνη τοῦ ἔργου ἢ καὶ ὑπερβάλλον. ἴσως γὰρ ἐν τούτῳ μᾶλλον περαιτέρω πρόεισιν ὁ μεγαλοπρεπής, ὑπερβάλλων ταῖς δαπάναις, ἵνα τὸ ἔργον μέγα γένηται. ἐπεὶ δὲ καὶ ταῖς λοιπαῖς ἀρεταῖς ὑπάρχει τοῦτο καὶ τῇ μεγαλοπρεπείᾳ, ἓν μὲν ὁ σκοπὸς τὸ τοῦ καλοῦ ἕνεκα δαπανᾶν καὶ μεγάλα ποιεῖν ἔργα, ἓν δὲ τὸ ἡδέως· ἡδεῖαι γὰρ τοῖς ἐναρέτοις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι. ἔτι δὲ προετικῶς δαπανήσει οὐκ ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπής. Ἀπὸ δὲ τῆς ἴσης, φησί, δαπάνης τὸν μεγαλοπρεπῆ μέγα ποιήσειν τὸ ἔργον,2 οἷον εἰ δέοι κατασκευάσασθαί τι αὐτὸν τῇ πατρίδι ταλάντων ἑκατὸν οὐχὶ ποιήσει (μικρὸν μὲν πολύχρυσον δὲ ἢ πολυτελῶν λίθων τινῶν ἔνεστι γὰρ ποικίλως ποιήσαντα σαρδίοις ἢ σμαράγδοις ἢ ἄλλοις τισὶ τοιούτοις λίθοις βραχύ τι ἔργον ἀποδεῖξαι), ἀλλὰ μᾶλλον βουλήσεται3 μέγεθός τι ἔχον ἔργον ἐργάσασθαι οἷον ὁ Περικλῆς τὸν Ὀλύμπιον ἢ εἴ τι τοιοῦτον. οὐ γάρ ἐστιν ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου· κτῆμα μὲν γὰρ δεῖ ἔχειν τὸ πλείστου ἄξιον καὶ ἐν ὀλίγῳ δυνάμενον πολὺ φυλάττεσθαι, οἷον χρυσὸν μάργαρον λίθον τίμιον· ἔργον δὲ τὸ μέγα καὶ καλὸν τιμιώτατον. τὸ γὰρ τοιοῦτον πᾶς ἂν θαυμάσαι ὁ ὁρῶν, δεῖ δὲ τὸ μεγαλοπρεπὲς θαυμαστὸν εἶναι· καὶ ἔστιν ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει, τουτέστιν ἂν μέγα ᾖ καὶ εὐκατάστατον.

接着在我看来,他是将这一名称从那些不相称地自负与骄矜的工匠,引申到那些假装拥有更大事物的人身上。因此亚里士多德也将邻近于豪爽的恶德称为“粗俗”,这是一种对开支中相称规模的伪称;因为此人在不应当之事上,且以不应当的方式炫耀显赫;他说稍后将论及它。他说豪爽者类似于具备知识的人,这要么是因为他能够考察对每一规模和事业相称的开支(而考察属于严格意义上被称为的知识;因为他们将理论性的知识严格地称为知识),要么是他将工匠称为“具备知识的人”;因为考察对每一事业相称的事物属于所有工匠,例如鞋匠考察与脚相合的鞋履,画家知晓英雄应当如何被绘制,或平民、欣喜者、悲伤者应当如何被绘制;同样,豪爽者也将考察对每一事业相称的开支,并豪爽地支出。因为正如他所说,正如我们在开端所言,“品质是由其活动以及它所关涉的事物所规定的”。他说这话,是因为之前他也说过从活动中亦能发现品质;因为活动是何种性质,产生活动的品质以及该品质(无论是理论的、制作的还是实践的)所关涉的事物也就是何种性质,正如建筑术的活动:关乎建筑的活动就是如此这般的。因此显而易见,建筑术是此类活动的施行者。建筑术的底层质料是木材和石材,它将这些用作质料来施行其活动,而在诸德性上也同样如此。因为稍早前也曾说过慷慨关乎财富,因为其活动关乎财富,底层质料显然也就是财富。既然豪爽者的活动既是宏大又是相称的开支,那么产生此类活动的品质便显而易见,且宏大的事业与宏大的开支作为底层质料从属于它也是显而易见的。这要么是之前所言之意,要么是指品质(即伦理品质)正是由随之发生的活动本身以及它始终施行活动所关涉的事物所规定的。因为在诸德性上所说的中道不是[绝对的],而是相对于我们的。因此对于豪爽者而言,开支也是宏大的,与每一宏大事物相称,并且不具备某种单一的宏大,而是当下的需要要求何种宏大,宏大的事业也就是何种宏大;每一项都相对于自身;因为唯有如此,若事业配得上开支,而开支配得上事业乃至超出事业,开支便既是宏大的,又是与事业相称的。因为或许在这一方面豪爽者会进一步迈进,在开支上超出,以便事业变得宏大。既然这也属于其余诸德性以及豪爽,那么一个目的就是为了崇高而开支并制作宏大的事业,另一个目的则是愉悦地开支;因为依照德性的活动对于有德者是令人愉悦的。此外,他将大度地开支,而不斤斤计较;因为斤斤计较是鄙陋的。 他说,豪爽者将从同等的开支中使事业变得宏大:例如倘若他自己必须为祖国用一百塔兰同建造某物,他绝不会做一个微小却包含大量黄金或昂贵宝石之物(因为通过用红玉髓、绿宝石或其他此类宝石精巧制作,展示一件微小的工程是可能的),而是宁愿制作具有某种规模的事业,正如伯里克利之于奥林匹亚[神庙]或诸如此类的事物。因为财产的卓越与事业的卓越不是同一回事;因为财产应当具有最高的价值,且能在狭小的空间内保存丰厚的价值,如黄金、珍珠、贵重宝石;而在事业中,宏大且美好之物最为尊贵。因为任何目睹此类事物的人都会赞叹,而豪爽之物必定是令人赞叹的;事业的卓越乃是规模上的豪爽,即倘若它是宏大且结构完备的。

语法注3 条
  1. 4.3ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται καὶ ὧν ἐστιν

    引述亚里士多德的原话(EN 1122b1)。καὶ ὧν ἐστιν 是省略了先行词的关系从句(καὶ [τούτοις] ὧν ἐστιν);属格 ὧν 与 ἐστίν 结合,表示该品质所关涉的客观对象或底层质料。阿斯帕西奥斯在紧接着的文句中将其改述为 ὧν ἐστιν ἡ ἕξις θεωρητική... 以及 τὸ ὑποκείμενον,印证了此属格指活动所指向的对象质料。

  2. 4.3Ἀπὸ δὲ τῆς ἴσης, φησί, δαπάνης τὸν μεγαλοπρεπῆ μέγα ποιήσειν τὸ ἔργον

    由主要动词 φησί(他说,指亚里士多德)引导的宾格不定式从句。宾格 τὸν μεγαλοπρεπῆ 作逻辑主语,不定式 ποιήσειν 作谓语,τὸ ἔργον 为直接宾语,μέγα 则作宾语补足语(“使事业变得宏大”)。

  3. 4.3οὐχὶ ποιήσει (μικρὸν μὲν πολύχρυσον δὲ ἢ πολυτελῶν λίθων τινῶν ἔνεστι γὰρ ποικίλως ποιήσαντα σαρδίοις ἢ σμαράγδοις ἢ ἄλλοις τισὶ τοιούτοις λίθοις βραχύ τι ἔργον ἀποδεῖξαι), ἀλλὰ μᾶλλον βουλήσεται

    这是一个夹置与语序倒置(hyperbaton)结构:在 οὐχὶ ποιήσει 之后插入了其宾语(即 μικρὸν...)及解释性分句(ἔνεστι γάρ...),随后由转折连词 ἀλλὰ μᾶλλον βουλήσεται... 接续主干。对比的对应核心在于“他不会制作微小昂贵之物,而是宁愿制作具有规模的事业”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:104.24-106.11