- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:106.11-107.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据《尼各马可伦理学》卷四第二章,阐明豪爽主要运用于祭神、公共事务及持久性建筑,论析穷人与富者的差异,并以孩童礼物等为例说明规模的相对性,最后指明粗俗与鄙陋虽为恶德却不致恶名之缘由。
ἔστι δὲ τῶν δαπανημάτων φησί, τουτέστι μεγαλοπρεπῆ τὰ τίμια, ὅταν καλῶς γένηται δηλονότι· τίμια δέ ἐστι τὰ περὶ τοὺς θεοὺς καὶ περὶ πᾶν τὸ δαιμόνιον, οἷον εἰ καὶ δαίμονας δέοι ἱλάσκεσθαι καὶ ὅσα πρὸς τὸ κοινὸν δεῖ καλῶς φιλοτιμεῖσθαι· ἐν πᾶσι δέ, ὡς καὶ πρότερον εἴρηται, δύο σκέπτεται ἑαυτόν τε τίς ὢν καὶ τίνων ὑπαρχόντων ἀναλίσκει καὶ τί τὸ ἔργον· λέγει δὲ πένητα μὴ εἶναι μεγαλοπρεπῆ, οὐ κατὰ τὴν ἕξιν ἀλλὰ κατὰ τὴν ἐνέργειαν·1 τὴν μὲν γὰρ ἕξιν οὐδὲν κωλύει ἔχειν τὸν πένητα, τὴν δὲ ἐνέργειαν οὐχ οἷόν τε μὴ ὑπαρχόντων αὐτῷ κτημάτων. ὅτι δὲ περὶ τῆς ἐνεργείας λέγει, φανερόν, ὅτι ἠλίθιος ἔσται ἐπιχειρῶν ἀναλίσκειν ὁ πένης, παρὰ τὴν ἀξίαν γὰρ ἀναλώσει καὶ τὸ δέον· πᾶν γὰρ τὸ κατ’ ἀρετὴν ὀρθῶς πράττεται. πρέπει δὲ ἀναλίσκειν καὶ οἷς τάλαντα προυπάρχει· δεῖ γὰρ αὐτοὺς ἀξίους εἶναι καὶ ὧν οἱ πρόγονοι μεγαλοπρεπῶς τινα εἰργάσαντο ἢ ὧν σφισι μέτεστι· μέτεστι δὲ συγγενῶν ἢ οἰκείων, ὥστε καὶ τῷ μεγαλοπρεπεῖ ἔχοντι συγγενεῖς ἢ οἰκείους ἁρμόττει μὴ λείπεσθαι αὐτῶν, ὄντος πλούτου καὶ χορηγίας. μάλιστα μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐν τοῖς τοιούτοις δαπανήμασιν ἐνεργήσει, λέγω δὲ ἐν τοῖς πρὸς τὸ κοινόν, καὶ ἐν τοῖς ἰδίοις δὲ μεγαλοπρεπῶς ἀναλώσει ὅσα εἰσάπαξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ περὶ ὃ πᾶσα ἡ πόλις σπουδάζει ὑπερβαλεῖται, οἷον ἂν περὶ ὅπλα σπουδάζῃ πᾶσα ἡ πόλις ἢ περὶ ἵππους, μεγαλοπρεπῶς ταῦτα αὐτὸς παρασκευάσει, κἂν οἱ ἐν ἀξιώματι περί τι τοιοῦτον σπουδάζωσιν ἢ ὡς ἐλευθέριον ἢ ὡς τῇ πόλει χρήσιμον μεγαλοπρεπῆ αὐτοῦ τὴν χρῆσιν ἕξει. καὶ περὶ ξένων δέ φησιν ὑποδοχὰς τὸν μεγαλοπρεπῆ καλῶς ἀναστρέφεσθαι καὶ δωρεὰς καὶ ἀντιδωρεάς· δόξει δὲ λέγων ἀντιδωρεὰς ὁμολογεῖν, ὅτι λήψεται ὁ μεγαλοπρεπὴς δωρεάς.2 ἔστι δὲ οὐδὲν θαυμαστόν· τὸ μὲν γὰρ ὅλον περὶ μεγάλην δαπάνην καὶ ἐν μεγάλοις ἔργοις ἐστὶν ἡ μεγαλοπρέπεια. ἀγαθὸς δὲ ὢν τάχ’ ἂν οὐκ ὀκνήσειέ ποτε λαβεῖν δωρεάν, μέλλων μείζονα ἀντιδωρεῖσθαι· ἐπεὶ δὲ οὐκ εἰς ἑαυτὸν δαπανηρός ἐστιν ὁ μεγαλοπρεπὴς ἀλλ’ εἰς τὰ κοινά, ὡς εἴρηται, καὶ τὰ ἀναθήματα (τὰ δὲ δῶρα ἀναθήμασι ἔχει τι ὅμοιον) ἑτοίμως ἕξει πρὸς τὰς δωρεάς. τῷ γὰρ ὄντι οὐδενὸς ἀναθήματος ἔλαττόν ἐστι δῶρον καλῶς διδόμενον ἢ Διὸς [διὰ] Φιλίου χάριν ἢ Ξενίου. λέγει δὲ τὸν μεγαλοπρεπῆ περὶ ταῦτα μᾶλλον δαπανᾶν, ὅσα πολυχρόνια τῶν ἔργων, οἷον ναοὺς θεῶν καὶ τειχῶν ἀνασκευὰς καὶ ὅσα μόνιμά ἐστι μᾶλλον ἢ περὶ χορηγίας καὶ γυμνασίας καὶ ὅσα μόνον ἀναλώματά ἐστιν, ἔργον δ’ οὐδὲν μόνιμον ἔχειν φαίνεται. καὶ ἐν ἑκάστῳ δὲ τῶν ἔργων τὸ πρέπον σκέπτεται καὶ οὐχ ὁμοίαν ποιήσεται δαπάνην ἱεροῦ καὶ τάφου. ἐπὶ δὲ τῶν δαπανημάτων μεγαλοπρεπέστατον μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις, τουτέστιν ἐν ἑκάστῳ δὲ τὸ οἰκεῖον καὶ πρόσφορον. καὶ ἔτι διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· οὐδὲν γὰρ κωλύει τὸ μὲν ἔργον αὐτὸ μέγα εἶναι, τὸ δὲ δαπάνημα μικρόν, οἷον σφαῖρα ἢ λήκυθος ἡ καλλίστη ἔχει μεγαλοπρέπειαν παιδικοῦ δώρου· τοῦτο δὲ διχῶς ἔστι λαβεῖν,3 ἢ ὅτι παῖς ἂν παιδὶ χαρίζηται ὡς ἐν παιδὶ μεγαλοπρεπής, οὐκ οὔσης μὲν κυρίως μεγαλοπρεπείας ἐν παιδί, οὐδὲ ἄλλης ἀρετῆς οὐδεμιᾶς, ὅλον δὲ τοῦτο ἀρετῆς παιδικῆς· ἢ οὕτως οὖν ἀκουσόμεθα ἢ ὅτι ὁ μεγαλοπρεπὴς ἂν χαρίζηται παιδὶ καλλίστην σφαῖραν ἢ λήκυθον, τὸ μὲν δῶρον μεγαλοπρεπὲς καὶ παιδικὸν πρὸς παῖδα, ἡ δὲ τιμὴ μικρὰ καὶ ἀνελευθέριος, εἰ αὐτὴν καθ’ αὑτήν τις σκοποίη. τοῦτο δὲ ὅλον παράδειγμά ἐστι τοῦ ἐν ἑκάστῳ εἶναί τι μέγα κατὰ τὸ γένος, ὁπότε καὶ ἐν τοῖς παιδικοῖς δώροις ἔνι τις μεγαλοπρέπεια· ἐν μεγάλοις δὲ μέγα εἴρηκεν, οἷον ἂν ἔν τινι τῶν τιμιωτάτων μέγεθος προσῇ· τιμιώτατα δὲ τὰ πρὸς θεοὺς μὲν πρῶτον, ἔπειτα δὲ τὰ πρὸς τὸ κοινόν. τὸ δ’ ἑξῆς τῆς φράσεως· ἐπὶ τῶν δαπανημάτων ἕκαστον μέγιστον ἐν τῷ οἰκείῳ γένει καὶ τὰ ἑξῆς, διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, εἰ ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ὑπερβάλλοιτο, ὅταν καὶ τὸ δαπάνημα ἄξιον ᾖ τοῦ ἔργου καὶ τὸ ἔργον τοῦ δαπανήματος. Ἃ δὲ λέγει περὶ τοῦ βαναύσου καὶ τοῦ μικροπρεποῦς δῆλά ἐστιν· εἶναι μὲν οὖν δῆλον καὶ αὐτός φησι κακίας, οὐ μὴν ὀνείδη ἐπιφέρειν διὰ τὸ μὴ εἶναι βλαβερὰς τῶν πέλας ὥσπερ ἡ ἀδικία βλαπτική ἐστι καὶ ἡ ἀκολασία καὶ σχεδὸν αἱ λοιπαὶ κακίαι.
他说,在各项开支中,也就是豪爽的开支,乃是尊贵的开支,显然是指当它们被完满完成之时。尊贵之事关乎诸神以及一切神圣之物,例如倘若也需要抚慰神灵,以及凡是应当向共同体完满争胜的事物。但在一切事物中,正如之前所言,他考察两点:其一是自己是何种人且依靠何种资财进行开支,其二是该事业为何。他说穷人不能成为豪爽者,这不是在品质上而言,而是在活动上而言;因为没有什么妨碍穷人拥有这一品质,但由于缺乏财产,其活动是不可能的。至于他是就活动而言,这一点显而易见,因为穷人若企图开支便会是愚妄的,因为他将违背相称性与当行之事而开支;因为凡依德性之事皆被正确施行。对于预先拥有资财[塔兰同]的人而言,进行开支也是相称的;因为他们必须配得上其先祖豪爽成就的功绩,或他们所分担的事物;而分担之物属于亲属或族人,因而对于拥有亲属或族人的豪爽者而言,在拥有财富和资助能力时,不落后于他们也是相宜的。因此,豪爽者将尤其在此类开支中施行活动,我是指面向共同体的开支,而在私人事务中,他也将在凡是一次性发生的事项上豪爽地开支,如婚礼及诸如此类的事物,并且凡全城热衷之事,他必将予以超越;例如全城若热衷于武器或骏马,他自身必将豪爽地筹备这些,且若达官贵人热衷于此类事物,无论是视其为合乎自由人身份还是对城邦有用,他都将对其作豪爽的运用。关于款待宾客,他说豪爽者也会妥善行事,乃至在馈赠与回赠上亦然;而在谈及回赠时,他似乎承认豪爽者将接受馈赠。但这毫无奇怪之处;因为豪爽总体上关涉重大的开支与宏大的事业。作为一个善人,当他意图作出更重大的回赠时,或许绝不会犹豫接受馈赠;既然正如所说,豪爽者不是为自身开支,而是为共同事务及献祭之物开支(而馈赠与献祭之物有相似之处),他对于馈赠也将欣然自如。因为事实上,为了友爱之宙斯或好客之宙斯的缘故而完满赠予的礼物,绝不下于任何献祭之物。他说,豪爽者更倾向于在那些持久的事业上开支,如诸神的神庙和城墙的修葺,以及凡持久之物,而胜过在歌队赞助、竞技赞助以及凡纯粹属于消费且显得没有任何持久事业的事物上开支。在每一项事业中,他也考察相称性,不会为神庙与陵墓作出相同的开支。在各项开支中,最豪爽的乃是宏大事物中的宏大,而在此处则是这些事物中的宏大,即在每一事物中适宜且相称之物。此外,事业中的宏大与开支中的宏大也有所不同;因为绝不妨碍事业本身宏大而开支微小,例如最漂亮的皮球或油瓶便具备作为孩童礼物的豪爽;这可以从两方面来理解:要么是指若孩童赠予孩童恩惠,他在孩童的范围内是豪爽的——虽然在孩童中不存在严格意义上的豪爽,也不存在任何其他德性,但这全然属于孩童的卓越;我们要么如此理解,要么是指倘若豪爽者将最漂亮的皮球或油瓶赠予孩童,这一礼物就孩童而言是豪爽且适合孩童的,但若就其本身而言,其价格微小且不显大度。这整个论述乃是一个例子,说明在每一事物中依其种类皆有某种宏大,既然在孩童的礼物中也存在某种豪爽;而他所说的“宏大事物中的宏大”,乃是指在最尊贵的事物之一中附有规模;最尊贵之事首先是面向诸神之事,其次是面向共同体之事。文句的接续如下:“在各项开支中,每一项在其固有种类中为最大”等等,正是由于这个原因而属于豪爽者:倘若在无论何种制作门类中,当开支配得上事业且事业配得上开支时,他都豪爽地超出。至于他关于粗俗者与鄙陋者所言则是清楚的:他自己也说它们显然是恶德,然而并不招致耻辱,因为它们并不像不正义、放荡以及几乎其余诸恶德那般对邻人具有危害性。
- 4.3λέγει δὲ πένητα μὴ εἶναι μεγαλοπρεπῆ, οὐ κατὰ τὴν ἕξιν ἀλλὰ κατὰ τὴν ἐνέργειαν
在带宾语的不定式结构中,否定词 μὴ 否定 εἶναι,随后的限定短语 οὐ κατὰ τὴν ἕξιν ἀλλὰ κατὰ τὴν ἐνέργειαν 明确区分了穷人“不能是豪爽的”具体层面(并非缺乏内在品质,而是缺乏施行活动的现实资财)。
- 4.3δόξει δὲ λέγων ἀντιδωρεὰς ὁμολογεῖν, ὅτι λήψεται ὁ μεγαλοπρεπὴς δωρεάς
动词 δόξει 作人称构式使用,承接前文语境以亚里士多德为主语(“他似乎承认……”),分词 λέγων 则表示造成这一印象的方式或依据(“通过谈论回赠”)。
- 4.3τοῦτο δὲ διχῶς ἔστι λαβεῖν
此句展开了对该例证的两种可能解释:第一种由 ἢ ὅτι 引入(孩童赠予孩童),经 ἢ οὕτως οὖν ἀκουσόμεθα 总结呼应后,第二种解释再由 ἢ ὅτι 引入(成年豪爽者赠予孩童)。
