← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§103.1-104.24

豪爽的定义及其与慷慨的关系和两极恶德

阿斯帕修评注亚里士多德《尼各马可伦理学》卷四第二章(1122a18)关于豪爽的讨论,辨析豪爽究竟是慷慨的一个种还是一个部分,并阐释豪爽基于相称规模之开支的本质,以及其两端恶德(鄙陋与粗俗/无品味)的界定与语源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#1

" Δόξειε δ’ ἂν ἀκόλουθον εἶναι καὶ περὶ μεγαλοπρεπείας ἕως τοῦ μήτε λίαν ἀσχήμονες." Ὅτι ἕπεται τῷ περὶ τῆς ἐλευθεριότητος περὶ μεγαλοπρεπείας εἰπεῖν, ἤτοι ὡς εἶδος γένους ἢ ὡς μέρος ὅλου δῆλον·1 σκεπτέον δὲ πότερον ταὐτὸν ἢ οὔ, ἐπειδὰν ᾧ διαφέρει τῆς ἐλευθεριότητος εἴπωμεν. ἡ μὲν γὰρ ἐλευθεριότης περὶ δόσιν ἐστὶ καὶ λῆψιν, ἡ δὲ μεγαλοπρέπεια περὶ τὴν δόσιν. καλείσθω γὰρ ἡ δαπάνη καὶ μεγαλοπρέπεια κοινῶς δόσις, ὥσπερ ἠξίωσεν, ἔτι δὲ ἡ μὲν ἐλευθεριότης οὐ μόνον περὶ τὰς μεγάλας ἀλλὰ καὶ περὶ τὰς μικρὰς δόσεις ἐστίν, ἡ δὲ μεγαλοπρέπεια, καθάπερ καὶ αὐτὸ σημαίνει τοὔνομα, ἐν μεγέθει δαπάνη πρέπουσά ἐστιν, ὥστε περὶ τὰ μέγεθος ἔχοντα δαπανήματα. τοιαύτη δ’ οὖσα πότερον εἶδός ἐστι τῆς ἐλευθεριότητος ἢ μέρος; εἰ μὲν γὰρ εἶδος, ἐπεὶ οὐδὲν γένος ἓν εἶδος ἔχει ἀλλὰ πλείω, πῶς διαιρήσομεν τὴν ἐλευθεριότητα; ἢ τὸ μέν τι αὐτῆς εἶδος ἐροῦμεν περὶ δόσιν, τὸ δὲ περὶ λῆψιν, τοῦ δὲ περὶ δόσιν τὸ μὲν περὶ μεγάλα, τὸ δὲ περὶ μικρὰ ἀναλώματα, ὧν τὸ μὲν πολὺ καὶ μέγα ἀνάλωμα μεγαλοπρέπεια καλεῖται, τὰ δ’ ἄλλα ἀνώνυμα; δόξειε δ’ ἄτοπον εἶναι διαιρεῖν τὴν ἐλευθεριότητα εἰς δύο εἴδη, τὸ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν· δοκεῖ γὰρ μὴ εἶναι ἐλευθεριότης κατὰ ταύτην μόνην τὴν δόσιν. ἐὰν γὰρ ᾖ ἁμαρτητικὸς κατὰ τὴν δόσιν, οὐκέτι ἐλευθέριός ἐστιν, ἀλλ’ οὐδ’ ὁ λαμβάνων ὀρθῶς ἐλευθέριος, ἂν μὴ καὶ διδῷ καλῶς· ἅμα δ’ εἰ καὶ τῆς ἐλευθεριότητός ἐστι λόγος τὸ εἶναι κατορθωτικὴν περὶ δόσιν καὶ λῆψιν, οὐκ ἂν ἐφαρμόζοι ἑκατέρῳ τῶν εἰδῶν· μᾶλλον οὖν μέρει ἔοικε τῆς ἐλευθεριότητος. καὶ γὰρ οὕτως ἐγχωρεῖ λέγειν, ὅτι εἰ μέν τίς ἐστι μεγαλοπρέπεια, ἐλευθεριότης ἐστίν, εἰ δέ τις ἐλευθεριότης, οὐ πάντως μεγαλοπρέπεια, ὥσπερ εἴ τις τὴν ἰατρικὴν διελόμενος εἰς μέρη τρία φαρμακευτικὸν διαιτητικὸν καὶ χειρουργικόν, λέγοι εἰ μέν τι ἐστι φαρμακευτικόν, πάντως καὶ ἰατρικὸν εἶναι, εἰ δέ τι ἰατρικόν, οὐ πάντως φαρμακευτικόν. εἰ δὲ καὶ ταῦτά τις εἴδη εἴποι τῆς ἰατρικῆς, οὐδὲν κωλύει καὶ τὴν μεγαλοπρέπειαν εἶδος εἶναι τῆς ἐλευθεριότητος. εἰκότως δὲ λέγεται τὸ ἐν μεγέθει πρέπον θεωρεῖν δαπάνημα. τὸ γὰρ μέγεθος πρός τι· τινὸς γὰρ μέγεθος. εἰ οὖν ἄλλου ἔργου ἄλλο μέγεθος τὸ πρέπον ἑκάστῳ δαπάνημα θεωρήσει. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προσήκει τριηράρχῳ καὶ θεωρῷ. σκέψεται δὴ ὁ μεγαλοπρεπὴς τὸ πρέπον καὶ πρὸς αὐτὸν 〈καὶ〉 ἐν ᾧ καὶ περὶ ἅ· ἐν ᾧ δὲ καὶ περὶ ἃ ἐκ τοῦ παραλλήλου εἴρηκεν· ἐν ᾧ πράγματι καὶ περὶ ὃ πρᾶγμά ἐστι τὸ δαπάνημα· ἄλλο μὲν γὰρ δαπάνημα οἰκεῖον ἂν ἱερὸν κατασκευάζῃ μεγαλοπρεπές, ἄλλο δ’ ἂν τείχη τῇ πατρίδι περιβάλληται, ἄλλο δ’ ἂν χορηγῇ, ἄλλο δ’ ἂν γυμνασιαρχῇ. καθ’ ἕκαστον δὲ τούτων πρεπόντως δαπανήσει μεγέθους στοχαζόμενος τοῦ οἰκείου ἑκάστῳ. Ὁ δὲ ἐν μικροῖς ἢ ἐν μετρίοις [ἢ] κατ’ ἀξίαν δαπανῶν καὶ τὰ λοιπά. σαφῶς διὰ τοῦ μικροῖς ἔδειξε τὴν τοῦ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευθερίου διαφοράν. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ἡ ἐλευθερία· ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος· οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὥσπερ τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς.2 δεῖ δὲ εἰδέναι, 〈ὅτι〉 ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία τε καὶ βαναυσία τῆς ἀσωτίας διαφέρει, οὕτως καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευθεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τὰς βαύνους, τουτέστι τὰς καμίνους, ἐργαζόμενοι. καὶ δῆλον ἐξ ὧν λέγει, ὅτι αἱ μὲν ἐλευθέριαι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ μεγαλοπρεπεῖς πλούτου δέονται. τῆς τοιαύτης δὲ ἕξεως, λέγω δὲ τῆς μεγαλοπρεπείας, ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται, ἡ δὲ ὑπερβολὴ ἔοικε μὲν ἀνώνυμος εἶναι, καλεῖ δὲ αὐτὴν βαναυσίαν ἢ ἀπειροκαλίαν. καλοῦνται μὲν γὰρ βάναυσοι καὶ οἱ τὰς χειρουργικὰς τέχνας ἐργαζόμενοι, καλοῦνται δὲ καὶ οἱ σεμνυνόμενοι ἐπ’ αὐτοῖς ὡς πλουσίοις ἢ ὡς μεγάλοις ἢ ὡς καλοῖς. ἐλήλυθε δὲ τὸ ὄνομα ἀπὸ τῶν πρὸς πῦρ ἐργαζομένων· βαύνους γὰρ ἐκάλουν τὰς καμίνους, ἐντεῦθεν δὲ καὶ πάντας τοὺς χειροτέχνας βαναύσους ὠνόμασαν.

“接下来讨论豪爽似乎也是顺理成章的”至“亦非过分散漫不雅”。 论述豪爽紧随关于慷慨的论述之后,无论是作为种之于属,还是作为部分之于整体,都是显而易见的。但当我们说明了它与慷慨的区别何在之后,必须考察两者是否相同。因为慷慨关乎给予与获取两者,而豪爽则关乎给予。因为正如他所认为的那样,支出与豪爽通称为“给予”;此外,慷慨不仅关乎大宗给予,也关乎微薄给予,而豪爽正如其名称本身所表示的那样,是在规模上相称的支出,从而关乎具有规模的支出。既然如此,它是慷慨的一个种还是一个部分呢?因为倘若是种,既然没有任何属只具备一个种而是具备多个,我们将如何划分慷慨呢?抑或我们将说它的一类种关乎给予,另一类关乎获取,而关乎给予的种中,一者关乎大宗开支,另一者关乎微薄开支,其中巨大而宏伟的开支被称为豪爽,其余的则无名?然而,将慷慨划分为关乎给予与关乎获取这两个种似乎是荒谬的;因为慷慨似乎并不单纯在于这种给予之中。因为倘若某人在给予上容易犯错,他便不再是慷慨的,而正确获取者若不能高尚地给予,也同样不是慷慨的;同时,若慷慨的定义是在给予与获取上皆能达于正确,这一界定便无法适用于这两个种的每一个;因此它更类似于慷慨的一个部分。因为同样可以这样说:某物若是豪爽,它便是慷慨,但某物若是慷慨,却未必是豪爽,正如有人若将医学划分为药剂、饮食与外科三个部分,会说某物若是药剂性质的,它必定也是医学性质的,但某物若是医学性质的,却未必是药剂性质的。然而即便有人说这些也是医学的种,也并不妨碍豪爽同样是慷慨的一个种。而且说它考察在规模上相称的开支也是合情理的。因为规模是相对的;因为它是某种事物的规模。因此,倘若一项事业有一项事业的规模,另一项有另一项的规模,他就将考察对每一项而言相称的开支。因为同一种开支并不适合于三列桨战船长和祭礼使节。因此豪爽者将考虑不仅对自己相称,而且在其间以及就其而言相称的事物;他说“在其间”和“就其而言”是并列而言的:即开支是在何种事务之中以及就何种事务而言。因为若是在修建一座雄伟的神庙,相称的开支是一种,若是为祖国筑造城墙,则是另一种,若是担任歌队赞助人,是另一种,若是担任体育馆长,又是另一种。在这些事务的每一项中,他都将瞄准对每一项而言固有的规模而相称地开支。 “而在微薄或中等的事务上按价值开支的人”等等。他通过“在微薄事务上”明确指出了豪爽者与慷慨者的区别。因为慷慨关乎微薄与中等的开支;因为慷慨者在微薄之事上也同样是这样的;因为他的本质并不在于如豪爽者那样在宏大事物上耗费,而在于高尚地耗费。必须知晓的是:正如鄙陋不同于不慷慨,无品味与粗俗不同于放荡那样,豪爽也将以同样的方式不同于慷慨。那些在不应当之事上过度开支的人也被称为粗俗者,而不仅仅是在熔炉(即炉灶)旁劳作的人被称为粗俗者。而且从他所说的话中可以清楚看出,慷慨的活动即使在不富有的人之中也能够发生,而豪爽的活动则需要财富。这种品质(我是指豪爽)的匮乏被称为鄙陋,而过度虽然看似无名,但他却称之为粗俗或无品味。因为不仅从事手工技艺的人被称为粗俗者,而且在这些事情上自我夸耀为富有、宏大或高尚的人也被称为粗俗者。这一名称源自那些在火旁劳作的人;因为他们把炉灶称为baunoi,由此人们便把所有手工艺者都命名为banausoi。

语法注2 条
  1. 4.3Ὅτι ἕπεται τῷ περὶ τῆς ἐλευθεριότητος περὶ μεγαλοπρεπείας εἰπεῖν, ἤτοι ὡς εἶδος γένους ἢ ὡς μέρος ὅλου δῆλον

    整个 ὅτι 从句充当 δῆλον(省略了 ἐστί)的主语。在从句内部,不定式短语 περὶ μεγαλοπρεπείας εἰπεῖν 作为 ἕπεται 的主语,τῷ περὶ τῆς ἐλευθεριότητος [λόγῳ] 则是 ἕπεται 的与格补足语。ἤτοι ὡς εἶδος... ὅλου 为状语性插入成分,修饰承接的方式。

  2. 4.3οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὥσπερ τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς

    主语为带定冠词的不定式 τὸ εἶναι(“其本质”、“成为如此者”),与属有与格 αὐτῷ(“对他[慷慨者]而言”)搭配。谓语成分为介词短语 ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν... ἀλλ’ ἐν τῷ καλῶς [ἀναλίσκειν](“不在于在宏大事物上耗费……而在于高尚地耗费”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:103.1-104.24