← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§101.20-102.32

挥霍的可治性与吝啬的顽固难愈

阿斯帕西乌斯阐释了真正的放荡是可以医治的,而不慷慨则根植于人性深处且难以医治并呈现多种形态,论证了不慷慨才是慷慨真正的对立面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#2

τοῦτο δὲ ἐπεῖπεν, ἐπειδὴ οἱ βασιλεῖς δοκοῦσιν ἄσωτοι εἶναι καὶ δύνανται μὴ λαμβάνοντες διδόναι· ὁ δὲ τοιοῦτος οἷός ἐστιν ὁ τῷ ὄντι ἄσωτος μὴ λαμβάνων, διδοὺς δὲ πᾶσιν, οὐ μικρῷ βελτίων ἐστὶ τοῦ ἀνελευθερίου· ἰατὸς γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας, ὡς ἐπίπαν γὰρ νέοι γίνονται οὕτως ἄσωτοι, καὶ ὑπὸ τῆς ἀπορίας· δεινὴ γὰρ καὶ αὕτη ἀναγκάσαι σωφρονεῖν, καὶ ἐπὶ τὸ μέσον ἔλθοι ἂν διὰ τὸ ἔχειν τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, ἡμαρτημένως· εἰ οὖν ὑπὸ ἔθους ἢ ὁπωσοῦν μεταβάλλοι, ἔλθοι ἂν εἰς ἐλευθεριότητα· ἀλλ’ ὁ μὲν τῷ ὄντι ἄσωτος βελτίων τοῦ ἀνελευθέρου πολλῷ· οἱ δὲ πολλοὶ οὐκ ἔχουσιν ἄμφω τὰ εἰρημένα, λέγω δὲ τό τε διδόναι καὶ μὴ λαμβάνειν ἀλλὰ συμφύρουσι καὶ μιγνύουσιν εἰς ταὐτὸν ἀσωτίαν καὶ ἀνελευθερίαν· λαμβάνουσι γὰρ ὅθεν μὴ δεῖ συνεχῶς, ἵνα ἀναλίσκειν ἔχωσιν εὐχερῶς, ἅμα δὲ καὶ τοῦ καλοῦ μηδὲν φροντίζοντες οὐκ ὀκνοῦσιν αἰσχρῶς πορίζειν. διόπερ οὐδὲ ἐλευθέριοι αὐτῶν αἱ δόσεις· οὔτε γὰρ τοῦ καλοῦ ἕνεκα διδόασιν, ὥσπερ σκοπός ἐστι πᾶσι τοῖς ἐναρέτοις, οὔτε οὓς δεῖ εὖ ποιοῦσιν ἀλλὰ τοὺς κόλακας ἢ τοὺς ἄλλην τινὰ ἡδονὴν πορίζοντας· διὸ οἱ πολλοὶ αὐτῶν ἀκόλαστοί εἰσι, τὸ δαπανηρὸν αὐτῶν μετάγοντες εἰς τὰς ἡδονάς· πλὴν ἡ μὲν τῷ ὄντι ἀσωτία ἰάσιμός ἐστιν, ὡς εἴρηται, ἡ δ’ ἀνελευθερία ἀνίατος. ἀνίατος δὲ εἶπεν ἀντὶ τοῦ δυσίατος·1 ὡς ἐπίπαν γὰρ δοκεῖ τὸ γῆρας ἀνελευθέρους ποιεῖν καὶ πᾶσα 〈ἀδυναμία〉· οἱ γὰρ ἀσθενέστεροι τὰ σώματα καὶ ἀδύνατοι τὰ πολλὰ ἀνελεύθεροι γίνονται διὰ τὸ νομίζειν πολλῶν δεῖσθαι· ἔτι δὲ καὶ διὰ τὸ [νομίζειν] συμφυέστερον εἶναι τοῖς ἀνθρώποις τὴν ἀνελευθερίαν δυσιατοτέρα ἐστίν. ἐλέχθη γὰρ ὅτι ἐφ’ ἃ ἀποκλίνομεν οἱ ἄνθρωποι καὶ πρὸς ἅπερ ἁλώσιμοί ἐσμεν ταῦτα δυσίατα· ἀποκλίνουσι δὲ οἱ πλεῖστοι ἐπὶ φιλοχρηματίαν μᾶλλον ἢ 〈ἐπὶ πρόεσιν〉. φησὶ δὲ πολυειδῆ εἶναι τὴν ἀνελευθερίαν· σχεδὸν μὲν γὰρ πᾶσα κακία πολυειδής, ὡς προεῖπεν, οὐδεμιᾶς δ’ ἧττον ἡ ἀνελευθερία· ἐν δυσὶ γὰρ οὖσα τῇ τε ὑπερβολῇ τῆς λήψεως καὶ τῇ ἐλλείψει τῆς δόσεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ’ ἔνιοι μέν εἰσιν ἀνελεύθεροι τῷ λαμβάνειν καὶ τούτῳ ὑπερβάλλουσιν, ἔνιοι δὲ μόνον τῇ δόσει ἐλλείπουσι, λαμβάνειν δ’ οὐκ ἀξιοῦσιν· ὧν2 ὀνόματα πλείω ἐστί, φειδωλοὶ καὶ γλίσχροι καὶ κίμβικες· οὐ λαμβάνουσι δὲ οἱ μὲν δι’ ἐπιείκειαν ἢ φαινομένην· τὰ δ’ αὑτῶν φυλάσσειν λέγουσιν ἵνα μήποτε ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· οἱ δὲ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων, ἡγούμενοι μὴ εἶναι ῥᾴδιον τὰ ἀλλότρια λαμβάνοντας μὴ προΐεσθαί τι· δηλοῖ δ’ ἑξῆς καὶ τίνες εἰσίν οἱ κατὰ τὴν λῆψιν ὑπερβάλλοντες· εἰσὶ δὲ οἱ πανταχόθεν ἀξιοῦντες λαμβάνειν καὶ μηδὲν κέρδος αἰσχρὸν νομίζοντες, οἷον πορνοβοσκοὶ καὶ τελῶναι καὶ οἱ κατὰ μικρὰ δανείζοντες καὶ ἐπὶ πολλῷ τόκῳ· πάντῃ γὰρ οὗτοι αἰσχροκερδεῖς. ἕνεκα γὰρ μικροῦ κέρδους πᾶν ὁτιοῦν ὑποφέρουσιν, ἐπεὶ τούς γε τὰ μεγάλα κερδαίνοντας ὅθεν μὴ δεῖ οὐ λέγομεν ἀνελευθέρους ἀλλὰ μοχθηροὺς καὶ ἀσεβεῖς καὶ ἀδίκους, οἷον τυράννους πορθοῦντας πόλεις καὶ ἱερὰ συλῶντας. ἐφίστησι δὲ ἡμᾶς, ὅτι καὶ ὁ λωποδύτης ἀνελεύθερος καὶ ὁ κυβευτής, καίτοι δοκῶν τισι προετικὸς εἶναι· ὁ μὲν γὰρ λωποδύτης ἕνεκα κέρδους ὀλίγου τοὺς μεγίστους κινδύνους κινδυνεύει, οἱ δὲ κυβευταὶ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς συνδιημερεύουσι καὶ συζῶσι καὶ ἥδονται, ὅταν γυμνοὺς ἀποπέμψωσιν αὐτούς.3 εἰκότως δὲ τῇ ἐλευθεριότητι ἡ ἀνελευθερία ἀντικεῖσθαι λέγεται· καὶ γὰρ μεῖζον κακόν ἐστι τῆς ἀσωτίας καὶ μᾶλλον ἐπ’ αὐτὴν ἁμαρτάνουσιν οἱ ἄνθρωποι.

他之所以补充这一点,是因为君王们似乎是放荡的,且能够在不获取的情况下给予;然而那身为真正的放荡者、不获取而向所有人给予的人,比不慷慨者要好得多。因为他既能因年龄而治愈——因为通常是年轻人会这样放荡——,也能因穷困而治愈;因为这也有迫使人节制的力量,而且他能因具备慷慨者的诸特质而达于中道;因为尽管方式有误,他确实既给予又不获取。因此,倘若他因习惯或无论何种方式发生转变,他就能够达于慷慨。然而,虽然真正的放荡者远比不慷慨者要好,但多数人并不兼备上述两者,我是指既给予又不获取,而是将放荡与不慷慨混杂并交织为同一种事物。因为他们为了能轻易挥霍,不断从不应当之处获取,同时又丝毫不顾及高尚,毫不迟疑地以可耻的方式谋取财物。因此他们的给予甚至不是慷慨的;因为他们既非为了高尚而给予(如同所有有德之人的目标那样),亦非善待应当善待的人,而是善待阿谀奉承者或提供某种其他快乐的人。所以他们中的多数人是放荡无节制的,将挥霍倾向转移到了诸般快乐之中。然而,正如已说过的,真正的放荡是可以医治的,而不慷慨则是不可医治的。但他是在“难以医治”的含义上说了“不可医治”。因为通常看来,衰老以及一切无能都会使人变得不慷慨;因为身体较为虚弱且在多数方面无能为力的人,会因认为自己需要许多东西而变得不慷慨。此外,由于不慷慨对人类而言更具天生性,它也就更难医治。因为此前曾言,我们人类所偏向的以及容易屈从的事物是难以医治的;而绝大多数人偏向于爱钱甚于偏向于舍弃财物。他又说,不慷慨是多种多样的;因为正如他此前所说,几乎所有的恶德都是多种多样的,而不慷慨丝毫不逊于任何一种恶德。因为既然它存在于两件事中——即获取的过度与给予的匮乏——,它并不在所有人身上都完整呈现,而是有些人是在获取上不慷慨且在此事上过度,另一些人则仅仅在给予上不足,并不屑于去获取。对于这些人有着多种称呼:节俭者、吝啬者和小气鬼。其中一些人不获取是出于公正,或是出于表面的公正;他们声称守护自己的财产是为了永远不被迫去行某种可耻之事。另一些人则是出于恐惧而避开他人的财物,认为接受他人财物的人要做到不舍弃某些东西绝非易事。接下来他又指明了那些在获取上过度的人究竟是谁:即那些认为可以从任何地方获取且认为任何利益都不可耻的人,例如皮条客、税吏以及以高利放小额贷款的人;因为这些人在一切方面都是贪图卑鄙利益的。因为为了微小的利益,他们忍受任何事情,毕竟对于那些从不应当之处获取重大利益的人,我们并不称之为不慷慨者,而是称之为卑劣者、不敬者和不义者,比如掠夺城邦和劫掠神庙的僭主们。他还提醒我们注意,扒手是不慷慨的,掷骰赌徒也是不慷慨的,尽管在某些人看来赌徒似乎是挥霍的。因为扒手为了微薄的利益冒着极大的危险,而赌徒们则是从朋友身上获利——他们与朋友共度白昼并生活在一起,而在将他们洗劫一空并打发走时感到快意。而不慷慨之所以被说成与慷慨相对立是合乎情理的;因为它不仅是比放荡更大的恶,而且人类更容易偏向于它而犯错。

语法注3 条
  1. 4.2ἀνίατος δὲ εἶπεν ἀντὶ τοῦ δυσίατος

    短语 ἀντὶ τοῦ 后接形容词 δυσίατος,为注疏体中常见的解释性句式,说明亚里士多德所用的极端词汇“不可医治的”(ἀνίατος)并非字面上的绝对不治,而是作为“难以医治的”(δυσίατος)的替代用法。

  2. 4.2ὧν

    关系代名词 ὧν 的先行词特指紧接在前文提及的后一群体,即那些仅在给予上不足且不屑于获取的人(ἔνιοι δὲ μόνον τῇ δόσει ἐλλείπουσι, λαμβάνειν δ’ οὐκ ἀξιοῦσιν),随后列举的三种称谓仅适用于这一组别。

  3. 4.2οἷς συνδιημερεύουσι καὶ συζῶσι καὶ ἥδονται, ὅταν γυμνοὺς ἀποπέμψωσιν αὐτούς

    与格关系代名词 οἷς 直接由带有前缀 συν- 的复合动词 συνδιημερεύουσι 和 συζῶσι(“与他们共度白昼并生活在一起”)支配。相比之下,与之并列的动词 ἥδονται 并不直接带与格补足语,而是由随后的时间与条件从句 ὅταν γυμνοὺς ἀποπέμψωσιν αὐτούς(“当把他们洗劫一空并打发走时感到快意”)来说明其感到愉悦的具体情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:101.20-102.32