- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:5.277-5.287
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了情绪高昂、修辞性提问、反复详述和委婉法如何产生震撼力,并探讨了运用讽喻、夸张与暗示的德玛德斯式言辞的特点与危险,最后指出了真正含蓄曲折之言论的要件。
Τὸ δὲ ἐξαίρεσθαί πως λαμβανόμενον οὐ μέγεθος ποιεῖ μόνον, ἀλλὰ καὶ δεινότητα, ὡς τὸ οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα δεῖ, Αἰσχίνη, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα.
带有某种激昂的情调不仅产生崇高宏大,也产生震撼力,例如: “不应当把手放在衣袍里演讲,埃斯基涅斯,而应当把手放在衣袍里出使。”
Καὶ τὸ ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος· οὐ γὰρ ὑπὲρ τοῦ μέγαν ποιῆσαι τὸν λόγον ἡ ἐπανάστασις, ἀλλ’ ὑπὲρ τοῦ δεινόν. γίνεται δὲ τοῦτο ἐπὰν μεταξὺ ἐξαρθέντες κατηγορῶμέν τινος· ὥσπερ γὰρ Αἰσχίνου κατηγορία, τὸ δὲ Φιλίππου ἐστίν.
又如: “然而那个侵吞优卑亚的人……” 因为这种情绪的爆发并非为了使言论宏大,而是为了使之强劲有力。这发生于我们在言说途中激昂起来去指控某人之时;正如前一句是对埃斯基涅斯的指控,而后一句是对腓力的指控。
Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν, καὶ μὴ ἀποφαινόμενον, ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ; καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην, σαφῶς διδάσκοντι ἐῴκει καὶ οὐκ ἐλέγχοντι.
向听众发问而不是直截了当地陈述某些事,也是极具震撼力的,例如: “然而那个侵吞优卑亚并建立对抗阿提卡堡垒的人,在做这些事时,是在行不义并撕毁和约呢,还是没有?” 因为这把听众逼入窘境,使他如同被彻底驳倒而无言以对之人;但如果有人换一种方式说: “他是在行不义并撕毁和约,”他便显然像是说教之人,而非驳难之人了。
Ἡ δὲ καλουμένη ἐπιμονὴ ἐστὶ μὲν ἑρμηνεία πλείων τοῦ πράγματος, μέγιστα δὲ συμβάλοιτ’ ἂν εἰς δεινότητα· παράδειγμα δὲ αὐτῆς τὸ Δημοσθένους, νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα· οὐκ ἂν οὕτως ἦν δεινόν.1
所谓的“反复详述(停留)”是对事物的进一步阐发,它对震撼力大有裨益;德摩斯梯尼的下述语句便是其范例: “因为,雅典人啊,一场可怕的顽疾已降临希腊……” (若非反复阐述)便不会如此震撼人心。
Τάχα δὲ καὶ ὁ εὐφημισμὸς καλούμενος μετέχοι τῆς δεινότητος, καὶ ὁ τὰ δύσφημα εὔφημα ποιῶν, καὶ τὰ ἀσεβήματα εὐσεβήματα, οἷον ὡς ὁ τὰς Νίκας τὰς χρυσᾶς χωνεύειν κελεύων καὶ καταχρῆσθαι τοῖς χρήμασιν εἰς τὸν πόλεμον οὐχ οὕτως εἶπεν προχείρως, ὅτι κατακόψωμεν τὰς Νίκας εἰς τὸν πόλεμον· δύσφημον γὰρ ἂν οὕτως καὶ λοιδοροῦντι ἐοικὸς ἦν τὰς θεάς, ἀλλ’ εὐφημότερον, ὅτι συγχρησόμεθα ταῖς Νίκαις εἰς τὸν πόλεμον· οὐ γὰρ κατακόπτοντι τὰς Νίκας ἔοικεν οὕτως ῥηθέν, ἀλλὰ συμμάχους μεταποιοῦντι.
或许所谓的委婉法也分享着震撼力,即把不祥之辞化为吉语、把不敬之事化为虔敬之举,正如那位主张熔化黄金胜利女神像并将资金用于战争的人,并没有鲁莽地说: “让我们为了战争把胜利女神像切碎熔毁吧”——因为这样说会显得不吉,如同辱骂女神一般——而是更为委婉地说: “我们将在战争中共同使用胜利女神们。” 因为这样说便不像是在切碎胜利女神像,而像是在把她们变成盟友。
Δεινὰ δὲ καὶ τὰ Δημάδεια, καίτοι ἴδιον καὶ ἄτοπον τρόπον ἔχειν δοκοῦντα, ἔστι δὲ αὐτῶν ἡ δεινότης ἔκ τε τῶν ἐμφάσεων γινομένη, καὶ ἐξ ἀλληγορικοῦ τινος παραλαμβανομένου, καὶ τρίτον ἐξ ὑπερβολῆς.
德玛德斯式的言辞虽显得别具一格且奇特,却也极具震撼力;它们的震撼力产生于含蓄的寓意、所采用的某种讽喻,第三则是产生于夸张。
Οἷόν ἐστι τὸ οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθηναῖοι· ὦζεν γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ. τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφαντικὸν τῆς δυνάμεως τῆς Ἀλεξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν.
例如这句: “雅典人啊,亚历山大并没有死;否则整个普世世界早就闻到了尸臭。” 因为用“闻到尸臭”代替“感知到”,既具讽喻性又具夸张性,而普世世界感知到这一点,则含蓄地表现了亚历山大的强盛力量;同时,这番言论具备了从这三者聚集而来的某种惊骇效果。凡令人惊骇之物皆具震撼力,因其令人畏惧。
Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ὅτι τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα, ἀλλ’ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γράφων, καὶ τὸ ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ.
属于同一类型的还有这句: “这项法令并非我所拟定,而是战争本身用亚历山大的长矛书写的;”以及这句: “因为失去了亚历山大的马其顿军力,恰如被刺瞎了眼睛的独眼巨人。”
Καὶ ἀλλαχοῦ που, πόλιν, οὐ τὴν ἐπὶ προγόνων τὴν ναύμαχον, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφῶσαν· τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη, καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς· τὸ δὲ πτισάνην ῥοφῶσαν, ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα.2
又如在另一处: “这个城邦,不再是先辈时代那个骁勇善战的海上强邦,而是一个穿着拖鞋、啜饮着大麦粥的老妇;”因为“老妇”通过讽喻替代了“虚弱且已衰朽”,同时夸张地暗示了它的无能;而“啜饮着大麦粥”,则是因为城邦当时整日沉溺于分肉宴乐,挥霍着军费开支。
Περὶ μὲν οὖν τῆς Δημαδείου δεινότητος ἀρκεῖ τοσαῦτα, καίτοι ἐχούσης τι ἐπισφαλὲς καὶ οὐκ εὐμίμητον μάλα· ἔνεστι γάρ τι καὶ ποιητικὸν τῷ εἴδει, εἴ γε ποιητικὸν ἡ ἀλληγορία καὶ ὑπερβολὴ καὶ ἔμφασις, ποιητικὸν δὲ μικτὸν κωμῳδίας.
关于德玛德斯式的震撼力,谈这些便足够了,尽管它带有一种危险且极难模仿的特质;因为这种体裁中蕴含着某种诗意的成分——倘若讽喻、夸张与暗示确属诗意的话——但这是一种掺杂着喜剧色彩的诗意。
Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ3 οἱ νῦν ῥήτορες γελοίως ποιοῦσιν καὶ μετὰ ἐμφάσεως ἀγεννοῦς ἅμα καὶ οἷον ἀναμνηστικῆς, ἀληθινὸν δὲ σχῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγόμενον, εὐπρεπείας καὶ ἀσφαλείας.
至于在言辞中所谓的“有修饰/含蓄曲折的言论”,当今的演说家运用得极为可笑,带有既卑劣、又仿佛提醒式的暗示;然而真正言辞的曲折修饰,应当伴随着这两点而道出:体面与安全。
- 5.280οὐκ ἂν οὕτως ἦν δεινόν
此处为一个与过去/现在事实相反的虚拟条件句归结节(“若单是如此便不会这样震撼”)。其条件从句被省略,意指倘若德摩斯梯尼仅仅停留在此单一句子而未作后续的反复铺陈详述(ἐπιμονή),其言辞便不会具备如此强烈的震撼力。
- 5.285ἐπεὶ ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα
在由原因连词 ἐπεί 引导的从属句中,出现了不定式 ἀπολλύειν(分词 διάγουσαν 修饰其宾格主语 πόλιν),而非限定动词。这属于间接引语或说明性叙述中在原因从属句保留不定式的句法用法。
- 5.287Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ
此名词化短语指修辞学专门术语“有修饰的言辞/含蓄曲折之言”(figured speech)。它指的是为了顾及体面(εὐπρέπεια)或免招危险(ἀσφάλεια)而运用婉转、暗讽或隐语表达真正意图的话语方式。
