← 法勒鲁姆的德米特里

论文体

§5.264-5.276

震撼体中的思想与措辞修辞格及词汇选用

作者论述了造就震撼体的修辞手段,阐明拟人等思想修辞格以及叠语、首句重复、非连词结合和层进等措辞修辞格的功用。进而指出在词汇方面,隐喻、简短的比喻、复合词以及贴合事态性质的动词能造就力量,而长篇类比则因繁冗而不合此体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.264

Καὶ ἡ προειρημένη δ’ ἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἐχομένη δεινότερον ποιήσει τὸν λόγον.

此外,前述的中途缄默若保持同样的品格,也会使言辞更为有力。

§5.265

Παραλαμβάνοιτο δ’ ἂν σχῆμα διανοίας πρὸς δεινότητα ἡ προσωποποιΐα καλουμένη, οἷον δόξατε ὑμῖν τοὺς προγόνους ὀνειδίζειν καὶ λέγειν τάδε τινὰ ἢ τὴν Ἑλλάδα ἢ τὴν πατρίδα, λαβοῦσαν γυναικὸς σχῆμα.

又可采用被称为拟人的思想修辞格来造就震撼力,例如: “你们且设想先祖正在责备你们并说出这番话,或者希腊、或者化为妇人形貌的祖国在说话。”

§5.266

Ὥσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τὸ ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων· πολὺ γὰρ ἐνεργέστερα καὶ δεινότερα φαίνεται ὑπὸ τῶν προσώπων, μᾶλλον δὲ δράματα ἀτεχνῶς γίνεται.

正如柏拉图在悼亡演说中所言: “孩子们啊,你们既是优秀父辈的后代,”且并非以他自己的身份说话,而是以父辈们的身份说话;因为这些言语由剧中人物道出时显得远为生动有力,或者说简直变成了戏剧。

§5.267

Τὰ μὲν εἴδη τῆς διανοίας καὶ σχήματα λαμβάνοιτ̓ ἄν, ὡς εἴρηται· καὶ γὰρ τοσαῦτα τὰ εἰρημένα παραδείγματος ἕνεκα, τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον,1 ἔκ τε τῆς ἀναδιπλώσεως, ὡς Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται· διλογηθὲν γὰρ τὸ ὄνομα δεινότητα ποιεῖ.

思想的类型与修辞格自可如上文所述被采用;迄今所谈的这些已足够作为范例。而在措辞的修辞格方面,通过更为多样的选取,可以使言论更具震撼力,既可来自叠语,例如: “底比斯,底比斯,这邻近的城邦,已从希腊的心脏被连根拔去;”因为反复出现的名称造就了力量。

§5.268

Καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς· τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν· καὶ γὰρ ἐπαναφορά ἐστιν, ὡς εἴρηται, διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπαναφέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον· δίχα γὰρ συνδέσμων λέλεκται, καὶ ὁμοιοτέλευτον διὰ τὴν ἀπόληξιν τοῦ καλεῖς πολλάκις. καὶ δεινότης ἤθροισται ἐκ τῶν τριῶν, εἰ δ’ εἴποι τις οὕτως, ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα.

又如来自所谓的首句重复,正如这句: “你是在召集人来攻击你自己,是在召集人攻击法律,是在召集人攻击民主政治;”而这所说的修辞格是三重结合的:正如前述,因同样的措辞重复置于相同的开头,它既是首句重复;又是非连词结合,因为它是不用连词而说的;并且由于反复以: “你在召集”收尾,它又是同尾修辞。震撼力正是从这三者中聚集而来;然而如果有人这样说: “你在召集人攻击你自己、法律以及民主政治,”他在除去这些修辞格的同时,也将震撼力一并除去了。

§5.269

Μάλιστα δὲ πάντων ἰστέον τὴν διάλυσιν δεινότητος ἐργάτιν, οἷον πορεύεται διὰ τῆς ἀγορᾶς τὰς γνάθους φυσῶν, τὰς ὀφρῦς ἐπηρκώς, ἴσα βαίνων Πυθοκλεῖ· εἰ γὰρ συναφθῇ ταῦτα συνδέσμοις, πρᾳότερα ἔσται.

在所有手法中尤其应当知道的是,非连断句乃是震撼力的制造者,例如: “他在广场上穿行,鼓着两腮,耸起双眉,迈着与皮托克勒斯一样的步伐;”因为倘若这些句子用连词连接起来,便会显得温和得多。

§5.270

Λαμβάνοιτ’ ἂν καὶ ἡ κλῖμαξ καλουμένη, ὥσπερ Δημοσθένει τὸ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδ’ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ’ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους· σχεδὸν γὰρ ἐπαναβαίνοντι ὁ λόγος ἔοικεν ἐπὶ μειζόνων μείζονα·2 εἰ δὲ οὕτως εἴποι τις ταῦτα, εἰπὼν ἐγὼ καὶ γράψας ἐπρέσβευσά τε καὶ ἔπεισα Θηβαίους, διήγημα ἐρεῖ μόνον, δεινὸν δὲ οὐδέν.

被称为层进法的修辞格也可以采用,正如德摩斯梯尼所言: “我并非说了这些话而没有拟定提案;也非拟定了提案而没有出使;也非出使了而没有说服底比斯人;”因为言辞几乎宛若登攀之人,步步迈向更大的成就;但倘若有人把这番话说成这样: “我在发言并提议之后,便出使且说服了底比斯人,”他便仅仅说出了平铺直叙的叙述,而全无震撼之力了。

§5.271

Καθόλου δὲ τῆς λέξεως τὰ σχήματα καὶ ὑπόκρισιν καὶ ἀγῶνα παρέχει τῷ λέγοντι, μάλιστα τὸ διαλελυμένον, τοῦτ’ ἔστι δεινότητα. καὶ περὶ μὲν τῶν σχημάτων ἀμφοτέρων τοσαῦτα.

总之,措辞的修辞格,尤其是断开的句式,赋予说话者以表演感和抗辩的张力,即震撼力。关于这两种修辞格,便谈到这里。

§5.272

Λέξις δὲ λαμβανέσθω πᾶσα, ὅση καὶ ἐν τῷ μεγαλοπρεπεῖ χαρακτῆρι, πλὴν οὐκ ἐπὶ τὸ αὐτὸ τέλος· καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν,3 ὡς τὸ τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ’ ὑμῶν.

至于词汇,凡在崇高体中所用的词汇皆可采用,只是目的并不相同;因为使用隐喻也能够制造出震撼力,正如这句: “当皮同飞扬跋扈并向你们滔滔涌流倾泻之时。”

§5.273

Καὶ εἰκασίας λέγοντα, ὡς τὸ Δημοσθένους, τοῦτο τὸ ψήφισμα τὸν τότ’ ἐπιόντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος.

又如道出明喻,正如德摩斯梯尼所言: “这项法令使得当时逼近城邦的危险如同一片乌云般消散了。”

§5.274

Αἱ παραβολαὶ δὲ τῇ δεινότητι οὐκ ἐπιτήδειαι διὰ τὸ μῆκος, οἷον τὸ ὥσπερ δὲ κύων γενναῖος, ἄπειρος, ἀπρονοήτως ἐπὶ κάπρον φέρεται· κάλλος γὰρ καὶ ἀκρίβειά τις ἐν τούτοις ἐμφαίνεται, ἡ δὲ δεινότης σφοδρόν τι βούλεται καὶ σύντομον, καὶ ἐγγύθεν πλήττουσιν ἔοικεν.

然而长篇类比由于篇幅冗长,并不适合震撼体,例如: “正如一只出身名贵的猎犬,未经世事,鲁莽地扑向野猪;”因为在这些辞句中展现的是优美与某种精细,但震撼力所寻求的却是猛烈与简短,并且类似于近身击打之人。

§5.275

Γίνεται δὲ καὶ ἐκ συνθέτου ὀνόματος δεινότης, ὥσπερ καὶ ἡ συνήθεια συντίθησιν δεινῶς πολλά, τὴν χαμαιτύπην καὶ τὸν παραπλῆγα καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ παρὰ τοῖς ῥήτορσι δὲ πολλὰ ἄν τις εὕροι τοιαῦτα.

力量也产生于复合词,正如俗语习语也极具表现力地合成了许多词汇,例如: “下等娼妓”以及 “半疯癫之人”以及任何其他此类词语;在演说家们那里人们也可以发现许多这样的词。

§5.276

Πειρᾶσθαι δὲ τὰ ὀνόματα πρεπόντως λέγειν τοῖς πράγμασιν, οἷον ἐπὶ μὲν τοῦ βίᾳ καὶ πανουργίᾳ δράσαντος διεβιάσατο, ἐπὶ δὲ τοῦ βίᾳ καὶ φανερῶς καὶ μετὰ ἀπονοίας ἐξέκοψεν, ἐξεῖλεν, ἐπὶ δὲ τοῦ δολίως καὶ λαθραίως ἐτρύπησεν ἢ διέφυγεν, ἢ εἴ τι τοιοῦτον πρόσφορον τοῖς πράγμασιν ὄνομα.

并且应当尽力使字词贴合于事物本身:例如,对于凭借暴力与奸诈行事之人,用: “强行横行”;对于凭借暴力、公然且不顾死活行事之人,用: “砍伐殆尽”、“彻底扫除”;对于阴险狡诈且秘密行事之人,用: “钻孔潜入”或“潜逃匿迹”,或任何其他诸如此类适合于该事物的字词。

语法注3 条
  1. 5.267τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον

    ἔστι 作非人称用法,支配不定式 δεινότερον ποιεῖν,意为“能够/可以……”。分词 ἐκλέγοντα(阳性宾格单数)隐含了泛指的施事主体(τινά),表方式或手段:“通过更为多样地选取……”。

  2. 5.270σχεδὸν γὰρ ἐπαναβαίνοντι ὁ λόγος ἔοικεν ἐπὶ μειζόνων μείζονα

    与格分词 ἐπαναβαίνοντι 充当动词 ἔοικεν 的补足语,将言辞比作“攀登之人”。在短语 ἐπὶ μειζόνων μείζονα 中,介词 ἐπί 支配属格 μειζόνων 表示立足的台阶(“在更大的事物之上”),宾格 μείζονα 则表示所达到的更高目标(“迈向更大的事物”),生动描绘了层层递进的攀升态势。

  3. 5.272καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν

    与前文句式相同,ἔστι + 不定式 ποιεῖν 构成非人称结构(“可以使……”)。分词 μεταφέροντα 为阳性宾格单数(而非中性复数),隐含泛指的动作主体,充当方式状语:“通过运用隐喻”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:5.264-5.276