- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:5.288-5.295
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了出于体面与安全这双重目的而使用的“曲折修饰的言论”,列举柏拉图与法勒隆的德米特里乌斯的例子,阐述在面对傲慢的僭主和强大的民众时,如何避免直接指责与卑劣谄媚,通过巧妙的间接暗示达到劝诫与讽谕的效果。
Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκράτους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαπλεύσαντας ὡς τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν· λοιδορία γὰρ ἦν ὁ λόγος· εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον. ἐρωτηθεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ,1 καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ, φησίν, ἐν Αἰγίνῃ γὰρ ἦσαν· πάντα γὰρ τὰ προειρημένα ἐμφαίνεται τῷ ἐν Αἰγίνῃ ἦσαν· καὶ πολὺ δεινότερος ὁ λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος2 ἐν σχήματι ὁ Πλάτων ἐλοιδόρησεν.
关于出于体面的例子,正如柏拉图想要责备阿里斯提波斯和克勒翁布罗托斯一样:当时苏格拉底在雅典被囚禁了许多天,他们却在埃癸娜岛上大快朵颐,没有乘船渡海前去看望他们的同伴与导师,尽管他们距离雅典还不到整整二百斯塔德。这一切柏拉图并没有直截了当地说出——因为那样言论就成了露骨的谩骂——而是以某种体面的方式如下表达的。因为斐多在被问及当时有哪些人陪伴苏格拉底并一一列举之后,被追问阿里斯提波斯和克勒翁布罗托斯是否也在场时,便说: “没有,” “因为他们当时在埃癸娜岛。” 因为前述的所有情况都含蓄地体现于“他们当时在埃癸娜岛”这句话中;而且这种言论显得更为有力,因为是事情本身而非言说者在体现着震撼力。因此,尽管责备阿里斯提波斯等人或许并无危险,柏拉图还是运用了曲折修饰来加以责备。
Πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον· ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται ἡ ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι.
但在许多情况下,当与僭主或其他残暴之人交谈,并迫切想要责备他时,我们必然需要言论的修饰,正如法勒隆的德米特里乌斯面对马其顿人克拉特鲁斯——当时克拉特鲁斯高高坐在金床上,身着紫袍,傲慢地接见希腊人的使团——运用曲折修饰责难地说道: “我们昔日曾接待前来出使的这几位,以及这位克拉特鲁斯。” 因为在指示代词“这位”之中,克拉特鲁斯的一切傲慢都在修饰之中含蓄地受到了责难。
Τοῦ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ Πλάτωνος πρὸς Διονύσιον ψευσάμενον καὶ ἀρνησάμενον, ὅτι ἐγώ σοι Πλάτων οὐδὲν ὡμολόγησα, σὺ μέντοι, νὴ τοὺς θεούς.3 καὶ γὰρ ἐλήλεγκται ἐψευσμένος, καὶ ἔχει τι ὁ λόγος σχῆμα μεγαλεῖον ἅμα καὶ ἀσφαλές.
属于同一类型的还有柏拉图对撒谎并否认承诺的狄奥尼修斯所说的话: “我柏拉图并未与你约定任何事;然而你,凭诸神起誓,却约定了。” 因为狄奥尼修斯被证实撒了谎,而这番言论同时具有一种崇高而安全的修饰。
Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν· οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους εἰκαιοψόγους εἶναι, παράδειγμα τὸ τοῦ Αἰσχίνου ἐπὶ τοῦ Τηλαυγοῦς· πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαυγῆ διήγησις ἀπορίαν παρέχοι, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.
然而在许多地方,他们也使用模棱两可的言辞;若有人想仿效这类言辞并做出含蓄随意的讥刺,埃斯基涅斯关于忒劳格斯的言辞便是其例;因为关于忒劳格斯的几乎整篇叙述都会让人困惑不解,不知那是赞叹还是嘲弄。这种模棱两可的类型虽非严格意义上的反讽,却也具有某种反讽的意味。
Δύναιτο δ’ ἄν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως· ἐπειδὴ ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὑτῶν ἁμαρτήματα, παραινοῦντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλ’ ἤτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας· ἢ ἐπαινεσόμεθά τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα ἢ Ἱέρωνα, ὅτι πατράσιν ἐῴκεσαν τῆς Σικελίας καὶ διδασκάλοις· καὶ γὰρ νουθετεῖται ἀκούων ἅμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου ὀρέγεται καὶ οὗτος.
人们还可以用另一种方式进行修饰,例如这样:既然统治者与女统治者们不乐意听到自己的过错,我们在劝告他们不要犯错时,便不采取直言,而是要么去谴责其他做了类似之事的人——比如当着僭主狄奥尼修斯的面去斥责僭主法拉里斯及其残酷;要么称赞做了与狄奥尼修斯相反之事的人,例如格隆或希埃隆,称他们如同西西里的父亲与良师;因为狄奥尼修斯在倾听时既受到了告诫又未受辱骂,还会妒羡受到称赞的格隆,自己也渴望获得赞誉。
Πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τυράννοις, οἷον Φίλιππος μὲν διὰ τὸ ἑτερόφθαλμος εἶναι ὠργίζετο, εἴ τις ὀνομάσειεν ἐπ’ αὐτοῦ Κύκλωπα ἢ ὀφθαλμὸν ὅλως· Ἑρμείας δ’ ὁ τοῦ Ἀταρνέως ἄρξας, καίτοι τἄλλα πρᾷος, ὡς λέγεται, οὐκ ἂν ἠνέσχετο ῥᾳδίως τινὸς μαχαίριον ὀνομάζοντος ἢ τομὴν ἢ ἐκτομὴν διὰ τὸ εὐνοῦχος εἶναι. ταῦτα δ’ εἴρηκα ἐμφῆναι βουλόμενος μάλιστα τὸ ἦθος τὸ δυναστευτικόν, ὡς μάλιστα χρῇζον λόγου ἀσφαλοῦς, ὃς καλεῖται ἐσχηματισμένος.
僭主身上有许多这类的忌讳;例如腓力因只有一只眼睛,若有人在他面前提及独眼巨人或全然谈及眼睛,他便会勃然大怒;而统治阿塔尔纽斯的赫尔米亚斯,虽说在其他方面性情温和,却因为自己是个阉人,绝难容忍有人提及小刀、切割或阉割。我提及这些,是特别希望揭示专制统治者的性情,说明它如何最为迫切地需要被称为曲折修饰的安全言论。
Καίτοι πολλάκις καὶ οἱ δῆμοι οἱ μεγάλοι καὶ ἰσχυροὶ δέονται τοιούτου εἴδους τῶν λόγων, ὥσπερ οἱ τύραννοι, καθάπερ ὁ Ἀθηναίων δῆμος, ἄρχων τῆς Ἑλλάδος καὶ κόλακας τρέφων Κλέωνας καὶ Κλεοφῶντας. τὸ μὲν οὖν κολακεύειν αἰσχρόν, τὸ δὲ ἐπιτιμᾶν ἐπισφαλές, ἄριστον δὲ τὸ μεταξύ, τοῦτ’ ἔστι τὸ ἐσχηματισμένον.
然而,伟大而强大的民众往往也像僭主一样需要这种类型的言论,正如统治希腊并供养克勒翁与克勒奥丰等谄媚者的雅典民众。谄媚固然可耻,公开斥责又极具危险,而居于两者之间的中道——即曲折修饰的言论——才是最好的。
Καί ποτε αὐτὸν τὸν ἁμαρτάνοντα ἐπαινέσομεν, οὐκ ἐφ’ οἷς ἥμαρτεν, ἀλλ’ ἐφ’ οἷς οὐχ ἡμάρτηκεν, οἷον τὸν ὀργιζόμενον, ὅτι χθὲς ἐπῃνεῖτο πρᾷος φανεὶς ἐπὶ τοῖς τοῦ δεῖνος ἁμαρτήμασιν, καὶ ὅτι ζηλωτὸς τοῖς πολίταις σύνεστιν· ἡδέως γὰρ δὴ ἕκαστος μιμεῖται ἑαυτὸν καὶ συνάψαι βούλεται ἐπαίνῳ ἔπαινον, μᾶλλον δ’ ἕνα ὁμαλῆ ἔπαινον ποιῆσαι.
有时我们甚至会称赞犯错者本人,不是因其所犯的过错,而是因其未犯过错之处,例如对一个动怒的人称赞他昨天面对某人的过失表现温和而受到称扬,并且他在公民中过着令人羡慕的生活;因为每个人都乐于效法自己,希望将赞美与赞美相连,宁可造就一种前后一致的赞誉。
- 5.288ἐρωτηθεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ
动词 ἐρωτάω 在主动语态中支配双宾格(询问的对象与询问的内容)。此处变为被动分词 ἐρωτηθείς 后,原表示人的宾格(斐多)转为主格,而表示询问内容的宾格 τοὺς παρόντας(在场者)则作为保留宾格(retained accusative)继续保留。
- 5.288ἀκινδύνου ὄντος
以中性单数形容词 ἀκίνδυνον 作表语的无人称属格绝对分词结构。前面的不定式 λοιδορῆσαι(指责)充当其实质主语,带有让步意味,意为“尽管直接责备他们并无危险”。
- 5.290σὺ μέντοι, νὴ τοὺς θεούς
承前省略(zeugma)结构,从前句 ἐγώ σοι Πλάτων οὐδὲν ὡμολόγησα(我柏拉图并未与你约定任何事)中补足谓语动词 ὡμολόγησας(你却约定了)。通过省略动词而突出 σὺ μέντοι,既实现了言论的强劲震撼,又保障了言说者的安全。
