- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:5.251-5.263
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了如何通过密集而简短的周期句、顿绝法、不协和音与连接词收尾来营造震撼力,并探讨了带有讽刺意味的犬儒派戏谑以及省略修辞格所产生的力量。
Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων ἡ πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτῆρσιν οὐκ ἐπιτηδεία οὖσα· συνεχῶς γὰρ τιθεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλίαμβοι.
周期的密集出现也适合于有力体(震撼体),尽管在其余文体中这并不合宜;因为接连不断地使用周期句,便会类似于连续朗诵的诗格,而且是类似跛脚抑扬格这种强劲有力的诗格。
Ἅμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεί τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα.
然而,它们应当既密集又简短——我指的是由两个分句组成的那种——因为若包含过多分句,它们造就的将更多是优美,而非震撼力。
Οὕτω δ’ ἡ συντομία τῷ χαρακτῆρι χρήσιμον, ὥστε καὶ ἀποσιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ ὁ Δημοσθένης· ἀλλ’ ἐγὼ μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. σχεδὸν ὁ σιωπήσας ἐνταῦθα δεινότερος παντὸς τοῦ εἰπόντος ἄν.1
简短对于这种文体是如此有用,以至于在许多地方,中途缄默(顿绝法)甚至更为有力,正如德摩斯梯尼所言: “然而我固然——但我并不想说什么不祥之语——而此人却是绰有余裕地进行控告。” 在这里,缄默不语的人几乎比任何可能说出话来的人都更具震撼力。
Καὶ νὴ τοὺς θεοὺς σχεδὸν καὶ ἡ ἀσάφεια πολλαχοῦ δεινότης ἐστί· δεινότερον γὰρ τὸ ὑπονοούμενον, τὸ δ’ ἐξαπλωθὲν καταφρονεῖται.
凭诸神起誓,含糊隐晦在许多地方也几乎构成一种力量;因为被暗示出的意味更为有力,而平铺直叙尽展其义则会遭人轻视。
Ἔστι δ’ ὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέῃ τοιαύτης, ὥσπερ τὸ Ὁμηρικόν, τὸ "Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν·" ἦν μὲν γὰρ καὶ εὐφωνοτέρως εἰπόντα σῶσαι τὸ μέτρον, "Τρῶες δ’ ἐρρίγησαν, ὅπως ὄφιν αἰόλον εἶδον·" ἀλλ’ οὔτ’ ἂν ὁ λέγων δεινὸς οὕτως ἔδοξεν, οὔτε ὁ ὄφις αὐτός.
音节拗口(不协和音)在某些时候也会产生震撼力,尤其是当底层的主题题材需要此类效果时,正如荷马的诗句: “特洛伊人见此斑斓巨蛇,尽皆战栗;”因为本可以既保留格律又说得更为悦耳: “特洛伊人战栗,当巨蛇斑斓他们得见;”但如此一来,不论是说话之人,抑或是巨蛇本身,都不会显得这般可怖有力了。
Τούτῳ οὖν ἑπόμενοι τῷ παραδείγματι καὶ τὰ ἄλλα προσστοχασόμεθα τὰ ὅμοια, οἷον ἀντὶ μὲν τοῦ πάντα ἂν ἔγραψεν ἔγραψεν ἄν, ἀντὶ δὲ τοῦ οὐ παρεγένετο παρεγένετο οὐχί.
因此,循着这一范例,我们也可以在其他类似的事上立意:例如,不说“一切他本都会写下”,而说“他写下了,本会”;不说“他并未到场”,而说“他到场了,不”。
Ἀπολήγοντες δέ ποτε καὶ εἰς συνδέσμους2 τὸν δὲ ἢ τὸν τέ· καίτοι παραγγέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην· ἀλλὰ πολλαχοῦ χρήσιμος τοιαύτη ἂν γένοιτο, οἷον οὐκ εὐφήμησε μέν, ἄξιον ὄντα, ἠτίμασε δέ, ἢ ὡς τὸ Σχοῖνόν τε Σκῶλόν τε, ἀλλ’ ἐν μὲν τοῖς Ὁμηρικοῖς μέγεθος ἐποίησεν ἡ εἰς τοὺς συνδέσμους τελευτή.
有时甚至会以连接词如“de(而/但是)”或“te(且)”收束句子;尽管通常的训条是要求避免这种结尾;但在许多语境下,这种处理大有用处,例如: “他固然未加赞赏,尽管那人配受赞赏,反加贬损(de),”或者如: “斯霍伊诺斯与(te)斯柯洛斯与(te),”不过在荷马的诗作中,以连接词收尾造就的是崇高宏大。
Ποιήσειε δ’ ἄν ποτε καὶ δεινότητα, εἴ τις ὧδε εἴποι ἀνέτρεψεν δὲ ὑπὸ τῆς ἀφροσύνης τε ὑπὸ τῆς ἀσεβείας τε τὰ ἱερά τε τὰ ὅσιά τε· ὅλως γὰρ ἡ λειότης καὶ τὸ εὐήκοον γλαφυρότητος ἴδια, οὐ δεινότητός ἐστιν, οὗτοι δ’ οἱ χαρακτῆρες ἐναντιώτατοι δοκοῦσιν.
若有人这样说,有时也会产生震撼力: “他出于愚顽且(te)出于不敬且(te),颠覆了神圣之物且(te)圣洁之物且(te);”因为总的来说,圆润平滑与顺畅悦耳乃是华丽体(优美体)的特质,而非有力体的特质,这两种文体被认为是最为截然相反的。
Καίτοι ἐστὶ πολλαχοῦ ἐκ παιδιᾶς παραμεμιγμένης δεινότης ἐμφαινομένη τις, οἷον ἐν ταῖς κωμῳδίαις, καὶ πᾶς ὁ Κυνικὸς τρόπος, ὡς τὰ Κράτητος "πήρη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι τύφῳ."
然而在许多地方,由于掺杂了戏谑玩笑,也会显现出某种震撼力,例如在喜剧中,以及犬儒学派的全部作风中,正如克拉泰斯的诗句: “有一块名叫干粮袋的土地,处在酒色般的虚妄烟雾之中。”
Καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀνθρώπους καλοκάγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον.
又如狄奥根尼在奥林匹亚的事迹:当时重装步兵赛跑刚刚跑毕,他自己便跑进场中,宣布自己在高贵德行上战胜了所有世人,赢得了奥林匹亚桂冠。因为这番话在引人发笑的同时令人赞叹,在说出的那一刻悄然刺痛了人心。
Καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ· προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβηθέντος καὶ ἀποπηδήσαντος, θάρρει, ὦ παιδίον· οὐκ εἰμὶ ταύτῃ ὅμοιος. γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ δ’ ἡ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ Κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι.
还有他对那位美少年所说的话:狄奥根尼与一位美丽的少年摔跤相搏时,其阳具不知怎的勃起了,少年受惊跳开,他便说: “放宽心,孩子;我在这一处并不与此相同。” 因为这番话表面看来滑稽可笑,但深藏的讽喻意味却极其有力。总而言之,简而言之,犬儒派言辞的整个种类,都仿佛一面摇尾献媚,一面又张口咬人。
Χρήσονται δ’ αὐτῷ καὶ οἱ ῥήτορές ποτε, καὶ ἐχρήσαντο, Λυσίας μὲν πρὸς τὸν ἐρῶντα τῆς γραὸς λέγων, ὅτι ἧς ῥᾷον ἦν ἀριθμῆσαι τοὺς ὀδόντας ἢ τοὺς δακτύλους·3 καὶ γὰρ δεινότατα ἅμα καὶ γελοιότατα ἐνέφηνεν τὴν γραῦν· Ὅμηρος δὲ τὸ Οὖτιν ἐγὼ πύματον ἔδομαι, ὡς προγέγραπται.
演说家们有时也会使用这种手段,且确曾使用过。吕西亚斯针对那位爱恋老妇的男子说道: “数清她的牙齿,比数清她的手指还要容易;”因为他极其有力且极其滑稽地勾勒出了这名老妇;还有荷马的那句: “无人我将最后吃掉,”正如前文所录。
Ὡς δ’ ἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζομένης οὕτως· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θρᾴκης ἐῶ· ἐν γὰρ τούτοις καὶ εἴρηκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτά φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα.
关于如何也能从修辞格中产生力量,我们将予以阐述。首先在思想修辞格(意义文彩)方面,从所谓省略法(顿置法)中产生,如下所示: “奥林索斯、墨托内、阿波罗尼亚以及色雷斯沿岸的三十二座城邦,我便略去不提了;”因为在这些话中,他既说出了他想说的一切,又宣称要将它们略去,仿佛他还有其他更可怕的事实可以说出一般。
- 5.253παντὸς τοῦ εἰπόντος ἄν
比较属格 παντός 由带有小品词 ἄν 的定冠词分词 τοῦ εἰπόντος 修饰,构成表达潜在或非真实虚拟的紧缩结构(“任何可能说出话来的人”)。与前文的比较级 δεινότερος 连用,表示“比任何可能开口说话的人都更为有力”。
- 5.257Ἀπολήγοντες δέ ποτε καὶ εἰς συνδέσμους
缺乏主要谓语动词的主格分词结构(破格句或指导性表述)。承接上文第一人称复数主语(προσστοχασόμεθα),隐含“我们有时甚至以连接词结尾(来构造句子)”之意。在语法上相当于省略了谓语动词(如 συντιθῶμεν),或作独立分词使用。
- 5.262ἧς ῥᾷον ἦν ἀριθμῆσαι τοὺς ὀδόντας ἢ τοὺς δακτύλους
关系代词 ἧς 是以老妇(γραῦς)为先行词的所属属格,同时统辖不定式 ἀριθμῆσαι 的宾语 τοὺς ὀδόντας 与 τοὺς δακτύλους。整句意为“数清她的牙齿比数清她的手指还容易的老妇”(暗示其牙齿所剩无几)。
