- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:5.240-5.250
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了有力体(震撼体)的成因,指出其源于题材本身的厚重、以短分句构成的紧凑句式以及周期句末尾的紧密收束。作者在肯定粗粝音节组合能增强力量的同时,批判了刻意对仗削弱义愤与力量的弊端。
Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὐτὴ γένοιτ’ ἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτῆρες· καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾅδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα δεινὰ ὀνόματα ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.1
关于有力体(震撼体),从前文所述来看,如今显然可以明白,它同样产生于三个方面,正如在它之前的几种文体一样。因为某些题材本身就是震撼有力的,以至于讲述它们的人即便陈述得并不强劲,也会显得强劲有力;正如泰奥彭波斯在提及比雷埃夫斯的笛女、妓院以及吹笛、唱歌、跳舞之徒时,这些全都是具有震撼力的名目,他虽然陈述得软弱无力,却依然显得强劲有力。
Κατὰ δὲ τὴν σύνθεσιν ὁ χαρακτὴρ οὗτος γίνοιτ̓ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων· τὸ γὰρ μῆκος ἐκλύει τὴν σφοδρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον· παράδειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον, Διονύσιος ἐν Κορίνθῳ· εἰ δὲ ἐξέτειναν αὐτό, Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα, διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας.
在句式构造方面,这种文体首先在采用短分句(短语)代替长分句时形成;因为冗长会削弱剧烈感,而在极小篇幅中展现甚多内容则更为有力。例如斯巴达人对腓力所说的话: “狄奥尼修斯在科林斯。” 如果他们将其展开为: “狄奥尼修斯失去了王权,在科林斯教书糊口,沦为乞丐,”这就几乎成了一段叙事,而非辱骂讽刺了。
Κἀν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες· δεινότερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκετεύειν πρέπει καὶ αἰτεῖν.
在其他事情上,斯巴达人也天生言语简短;因为简短而具命令性的话语更有力量,而长篇大论则适宜于恳求与祈求。
Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητας, ὅτι ἐμφερῆ ταῖς βραχυλογίαις· καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων· οὕτως καὶ τὸ χαμόθεν οἱ τέττιγες ὑμῖν ᾅσονται δεινότερον ἀλληγορικῶς ῥηθέν, ἢ εἴπερ ἁπλῶς ἐρρήθη, τὰ δένδρα ὑμῶν ἐκκοπήσεται.
因此,象征性的隐语也具有震撼力,因为它们类似于简短之辞;实际上,正如从象征符号中一样,人们必须从简短的话语中推测出绝大部分含义。同样,这一句: “蝉将从地面为你们鸣唱,”以讽喻的方式说出,比直接平铺直叙地说: “你们的树木将被砍伐殆尽,”要更有力得多。
Τάς γε μὴν περιόδους ἐσφίγχθαι μάλα δεῖ κατὰ τὸ τέλος· ἡ γὰρ περιαγωγὴ δεινόν, ἡ δὲ λύσις ἁπλούστερον καὶ χρηστοηθείας σημεῖον, καθάπερ ἡ ἀρχαία πᾶσα ἑρμηνεία· ἁπλοϊκοὶ γὰρ οἱ ἀρχαῖοι.
然而,整周期句(波浪句)在末尾必须紧紧束敛;因为紧密收束才具有力量,而松弛的解开则更为朴质,是性情宽仁温厚的表征,古代的一切表达形式皆是如此;因为古人淳朴单纯。
Ὥστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν, ἔχονται μάλιστα οὗ εἴρηκα ῥυθμοῦ.2
因此,在有力体中必须避开性情与节奏上的古朴风尚,而应尽量诉诸于如今占支配地位的有力风格。因此,分句的如下收束,“我向他们承诺,竭尽我所能,一同为之辩护,”最切合我所说的这种节奏。
Ποιεῖ δέ τινα καὶ ἡ βία κατὰ τὴν σύνθεσιν δεινότητα· δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παράδειγμα τὸ Δημοσθενικὸν τὸ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.3
构造上的生硬粗暴也会产生某种震撼力;因为音节拗口难读在许多语境下同样极具力量,正如崎岖不平的道路一般。例如德摩斯梯尼的名句: “〔他剥夺了〕你们——允许你们给予这件事(hymas to dounai hymin exeinai)。”
Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, λέγων, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν· τῇ γὰρ περισσοτεχνίᾳ, μᾶλλον δὲ κακοτεχνίᾳ, προσέχων ὁ ἀκροατὴς ἔξω γίνεται θυμοῦ παντός.
在周期句中应当避免对仗句和偶句;因为它们造就的是浮夸膨胀而非力量,在许多地方甚至以冷僻做作取代了力量。例如泰奥彭波斯在痛斥腓力的亲信侍从时,便用对仗破坏了力量,他说道: “按本性他们是嗜杀者(androphonoi),”他说,“但在行径上却是男妓之徒(andropornoi)。” 因为听众注意到这种过度的技巧,或者说是恶劣的技巧,便会脱离一切义愤之情。
Πολλὰ μέντοι ὑπ’ αὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθησόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον, ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· αὐτὸ γὰρ τὸ πρᾶγμα καὶ ἡ τάξις αὐτοῦ συμπεφυκυῖαν σαφῶς ἔσχεν τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἄν τις ῥᾳδίως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς καταβάσεις τρέχοντες, ὑπ’ αὐτῶν ἑλκόμενοι τῶν πραγμάτων.
然而很多时候,我们仿佛受到事实本身的逼迫,不得不构造出圆转而有力的句式,正如德摩斯梯尼这句: “因为正如如果他们当中有人被定罪,你便不会起草这份提案;同样,如果你如今被定罪,别人便不会起草。” 因为事实本身及其秩序显而易见地拥有与之一体的句式,即便是强加外力,人们也难以轻易将其组织成另一种形式。因为在许多事情中,我们组织句式如同奔跑在下坡路上的人一样,被事实本身所裹挟牵引。
Ποιητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει τιθέναι τὸ δεινότατον· περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται, καθάπερ τὸ Ἀντισθένους, σχεδὸν γὰρ ὀδυνήσει ἄνθρωπος ἐκ φρυγάνων ἀναστάς· εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, σχεδὸν γὰρ ἐκ φρυγάνων ἀναστὰς ἄνθρωπος ὀδυνήσει, καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν.
将最有力的要素置于句末,也是产生震撼力的方法;因为若将其包夹在中间,它的锋芒就会被钝化,正如安提斯泰尼的话: “因为很难不造成痛苦,一个从柴禾丛中站立起来的人。” 如果有人将其重新组织为: “因为一个人从柴禾丛中站立起来,很难不造成痛苦,”虽然说的是同样的意思,却再也不会被认为是在表达同样的意味了。
Ἡ δὲ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφην, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν, ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων· ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώμην· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον· κακοτεχνοῦντι γὰρ ἔοικεν διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτοῦντι.
至于我在泰奥彭波斯身上指出的对仗,即便在德摩斯梯尼的文句中也并不协调,他在那里说: “你主持秘仪,我接受灌顶;你坐堂教书,我上学读书;你充当第三演员,我台下观摩;你被哄下舞台,我吹哨喝倒彩。” 因为这种对称呼应,使他看起来像是在卖弄恶劣的技巧,更确切地说像是在嬉戏玩笑,而非出于义愤。
- 5.240καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾅδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα δεινὰ ὀνόματα ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.
句首由 τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας 起首的一连串宾格名词短语,通过指示代词 ταῦτα 进行了总结与复指(epanalepsis),并作为让步分词 εἰπών 的宾语。由于并列的名词短语过长,此处使用复指结构以理清句法关系。
- 5.245ἔχονται μάλιστα οὗ εἴρηκα ῥυθμοῦ.
中动相动词 ἔχομαι 支配属格补足语,表示“紧随”、“紧密保持”。同时,οὗ 呈现了关系代词的格的同化(attractio relativi),本应为宾格 ὃν,因受先行词 ῥυθμοῦ 属格的影响而变为属格(相当于 τοῦ ῥυθμοῦ ὃν εἴρηκα)。
- 5.246ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.
受省略的动词 ἀφείλετο(“他剥夺了”,德摩斯梯尼 20.2)支配构成双宾格结构:ὑμᾶς 为指人的宾格,带冠词的不定式短语 τὸ ... ἐξεῖναι(“被允许”)为指物的宾格,其中嵌入了补充不定式 δοῦναι(“给予”)以及受 ἐξεῖναι 支配的与格 ὑμῖν。同源代词(ὑμᾶς 与 ὑμῖν)的近接并置以及爆破音的摩擦,造成了刻意为之的拗口生硬与力量感。
