- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:4.231-4.239
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了书信体应避免学究诡辩、将优美与平淡相融的写作规范,并结束了对平淡体的论述;随后转向平淡体的偏狭变体“干瘪体”,分别从思想、措辞和句式结构上剖析其缺陷,并说明它与做作杂糅而成的“干瘪做作”。
Εἰ γάρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφοι καὶ φυσιολογίας, γράφει μέν, οὐ μὴν ἐπιστολὴν γράφει. φιλοφρόνησις γάρ τις βούλεται εἶναι ἡ ἐπιστολὴ σύντομος, καὶ περὶ ἁπλοῦ πράγματος ἔκθεσις καὶ ἐν ὀνόμασιν ἁπλοῖς.
因为如果有人在书信中书写诡辩逻辑和自然哲学的长篇探讨,他确实是在写作,但绝不是在写信。因为书信旨在简短地致意问候,并以朴素的词句陈述一件单纯的事项。
Κάλλος μέντοι αὐτῆς αἵ τε φιλικαὶ φιλοφρονήσεις καὶ πυκναὶ παροιμίαι ἐνοῦσαι· καὶ τοῦτο γὰρ μόνον ἐνέστω αὐτῇ σοφόν, διότι δημοτικόν τί ἐστιν ἡ παροιμία καὶ κοινόν, ὁ δὲ γνωμολογῶν καὶ προτρεπόμενος οὐ δι’ ἐπιστολῆς ἔτι λαλοῦντι ἔοικεν, ἀλλὰ μηχανῆς.1
然而,书信之美在于蕴含友善的致意与频频出现的谚语;在书信中,唯有这可以作为巧妙的智慧而存在,因为谚语是通俗而平民化的,而发表格言大论并说教训诫的人,看起来已不再是通过书信与人交谈,而是像在舞台机械(机变神降)上讲话了。
Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσί που χρῆται ἐπιστολικῶς, οἷον διδάξαι βουλόμενος, ὅτι ὁμοίως χρὴ εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς, φησίν, οἱ γὰρ θεοὶ ἐν ἀμφοτέραις ἴσοι, ὥστ’ ἐπεὶ αἱ χάριτες θεαί,2 ἴσαι ἀποκείσονταί σοι παρ’ ἀμφοτέραις. καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτῷ ἐπιστολικὸν καὶ ἡ ἀπόδειξις αὐτή.
不过,亚里士多德在某些地方确实以适宜书信的方式运用了论证,比如他想表明应当同样善待大城邦和小城邦时说道: “因为诸神在两者中皆是同等的,所以既然恩典女神是神,那么储存在两者中给予你的感恩报偿也是同等的。” 因为他所论证的事情是适宜书信的,论证本身也是适宜书信的。
Ἐπεὶ δὲ καὶ πόλεσίν ποτε καὶ βασιλεῦσιν γράφομεν, ἔστωσαν τοιαῦται ἐπιστολαὶ μικρὸν ἐξηρμέναι πως. στοχαστέον γὰρ καὶ τοῦ προσώπου ᾧ γράφεται· ἐξηρμένη μέντοι οὐχ ὥστε σύγγραμμα εἶναι ἀντ’ ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς Ἀλέξανδρον, καὶ πρὸς τοὺς Δίωνος οἰκείους ἡ Πλάτωνος.
然而,既然我们有时也会给城邦和君王写信,这类书信不妨稍微庄重提升一些。因为还必须考虑到收信人的身份地位;然而庄重提升却不能达到以论著代替书信的地步,就像亚里士多德写给亚历山大的信,以及柏拉图写给狄翁亲友的信那样。
Καθόλου δὲ μεμίχθω ἡ ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήροιν τούτοιν, τοῦ τε χαρίεντος καὶ τοῦ ἰσχνοῦ. καὶ περὶ ἐπιστολῆς μὲν τοσαῦτα, καὶ ἅμα περὶ τοῦ χαρακτῆρος τοῦ ἰσχνοῦ.
总的来说,书信在表达风格上应当由这两种文体混合而成,即优美体与平淡体。关于书信,以及平淡体风格,就谈这么多。
Παράκειται δὲ καὶ τῷ ἰσχνῷ διημαρτημένος χαρακτήρ, ὁ ξηρὸς καλούμενος. γίνεται δὲ καὶ οὗτος ἐν τρισίν· ἐν διανοίᾳ μέν, ὥσπερ τις ἐπὶ Ξέρξου ἔφη, ὅτι κατέβαινεν ὁ Ξέρξης μετὰ πάντων τῶν ἑαυτοῦ. μάλα γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ μετὰ τῆς Ἀσίας ἁπάσης εἰπεῖν μετὰ πάντων τῶν ἑαυτοῦ φήσας.
邻近于平淡体的,还有一种走偏了的文体,被称为“干瘪体(枯燥体)”。它同样产生于三个方面:其一在于思想(意趣),正如有人谈及薛西斯时所说: “薛西斯率领所有属于他自己的人下来了。” 因为他极大地贬低了这桩大事,不说“率领全亚细亚”,反而说“率领所有属于他自己的人”。
Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμικροῖς ὀνόμασιν ἀπαγγέλλῃ, οἷον ὡς ὁ Γαδαρεὺς ἐπὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας φησί· καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις, ἄττα γὰρ ὁ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις. ναυμαχίαν γὰρ τοσαύτην καὶ τυράννων ὠμότητα οὐχὶ τῷ ἄττα ὀνόματι οὐδὲ τῷ ἠνώχλει ἐχρῆν λέγειν, ἀλλ’ ἐν μεγάλοις καὶ πρέπουσιν τῷ ὑποκειμένῳ πράγματι.
在措辞方面,干瘪产生于用微小的词汇来叙述重大的事件,正如加达拉人谈及萨拉米斯海战时所言;又如有人谈及僭主法拉里斯时说: “法拉里斯在某些方面滋扰了阿克拉加斯人。” 因为如此宏大的海战和僭主的残暴,不应使用“某些”这个词,也不应使用“滋扰”这个词来表达,而应当用宏伟且适宜于所涉及题材的词汇来陈述。
Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ ἦ τὰ κόμματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει· ὁ βίος βραχύς, ἡ δὲ τέχνη μακρά, ὁ δὲ καιρὸς ὀξύς, ἡ δὲ πεῖρα σφαλερά· ἢ ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον ᾖ τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥσπερ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ἀλλὰ αὐτόκλητος, ἔφη, ὅτι ἡ μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ. ἡ γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέροις χρηστέον.
在句式构造方面,干瘪产生于短分句(短语)密集交替的时候,正如《格言》中的例子: “生命短暂,技艺悠长,机会瞬息,尝试艰险;”或者是在重大事件中,整句被生硬截断而未臻饱满,正如有人控告阿里斯泰德未赶到萨拉米斯海战时所说: “但未受召唤,”他说: “德墨忒尔前来共同参与海战,阿里斯泰德却没有来。” 因为这种截断既不合体统,又失之于不合时宜。此类截断应当在其他语境中使用。
Πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι, καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, ἡ σύνθεσις δ’ ἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἄδειαν,3 ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι οὐ μίγνυται αὖ τῇ ἀνθρώπῳ· τὸ μὲν γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, ἡ σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἄδειαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν.
然而,往往思想本身就是冷僻晦涩的,即我们如今所称的“做作(恶趣)”,而句式组合却生硬截断,遮蔽掩饰了思想的放肆露骨,正如某人谈及那个与亡妻同寝交媾的人时所说: “他不再与那个妇人交媾了。” 因为这种意图据说哪怕瞎子也能看清,而紧缩短促的句式构造虽在某种程度上掩盖了此事的放肆露骨,却制造出了如今被称为“干瘪做作”的文风;它由两种恶习混合而成:一方面是因题材而来的做作,另一方面则是因句式而来的干瘪。
- 4.232ἀλλὰ μηχανῆς
此处为省略介词 ἀπό 的省略句式(即源于习语 ἀπὸ μηχανῆς,“从机械装置上/机变神降”)。它与前文的 δι’ ἐπιστολῆς(“通过书信”)相对照,形象地讽刺了那种居高临下、说教式的语调就如同戏剧舞台上从起重吊车上发号施令的神明一样。
- 4.233αἱ χάριτες θεαί
省略系动词的名词句。名词 χάριτες 在此充当双关语,既指通常意义上的“恩典、谢意”,又指神话中的美惠三女神(Charites),在此构成推理论证中的小前提(“既然恩典/美惠女神们皆为神”)。
- 4.239κλέπτουσα τοῦ διανοήματος τὴν ἄδειαν
动词 κλέπτω 在此引申为“遮蔽、掩饰、蒙混”之意。名词 ἄδεια(免罪、无忌惮、放肆露骨)指事件题材本身骇人听闻的丑恶性质,所有格 τοῦ διανοήματος 指明这种露骨思想的所属。整句指短促紧缩的句式在某种程度上掩盖了思想的丑恶露骨。
