- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:4.220-4.230
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在探讨了通过摹拟造词创造逼真感,以及借助明晰、通俗和适度省略确立可信性之后,作者转而论述书信体(属于平淡体)的特质,辨析了其与对话录的区别,并阐明了书信适宜的篇幅、句式和选材。
Καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξενηνέχθαι, ὥσπερ τὸ λάπτοντες. εἰ δὲ πίνοντες εἶπεν, οὔτ’ ἐμιμεῖτο πίνοντας τοὺς κύνας, οὔτε ἐνάργεια ἄν τις ἐγίνετο. καὶ τὸ γλώσσῃσι δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν τοσαῦτα.
自造的词(拟声造词)由于是出于模仿而被说出,因而也能产生生动逼真的效果,比如“舔啜着”(laptontes)这个词。如果他说“饮用着”(pinontes),既不能摹拟狗饮水的模样,也不会产生任何逼真感。而附在“舔啜着”之后的“用舌头”一词,更使得文句倍增生动。关于生动逼真,概括而言,谈这些就足够了。
Τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἐν τε τῷ σαφεῖ καὶ συνήθει· τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνηθες ἀπίθανον· λέξιν τε οὖν οὐ τὴν περιττὴν οὐδὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές.
可信性(说服力)存在于两点之中,即明晰与惯常(通俗);因为晦涩与不习见的事物是难以令人信服的。因此,在追求可信性时,既不可谋求冗余或臃肿的措辞,同样也当追求平稳且毫无韵律痕迹的句式组合。
Ἐν τούτοις τε οὖν τὸ πιθανόν, καὶ ἐν ᾧ Θεόφραστός φησιν,1 ὅτι οὐ πάντα ἐπ’ ἀκριβείας δεῖ μακρηγορεῖν, ἀλλ’ ἔνια καταλιπεῖν καὶ τῷ ἀκροατῇ συνιέναι, καὶ λογίζεσθαι ἐξ αὑτοῦ· συνεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ μάρτυς σου γίνεται, καὶ ἅμα εὐμενέστερος. συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ τὸν ἀφορμὴν παρεσχηκότα αὐτῷ τοῦ συνιέναι, τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικεν τοῦ ἀκροατοῦ.
因此,可信性不仅存在于这些要素中,也存在于泰奥弗拉斯托斯所说的那一点上:不必巨细靡遗地冗长详述一切,而应留下某些事情让听者自己去领会并自行推断。因为听者由于领会了你所略去的内容,就不仅成了你的听众,而且成了你的证人,同时态度也会更加友善;因为借助提供了领会契机的你,他会觉得自己聪明睿智。若是像对愚夫那样把一切都讲出来,就如同在贬低听者一样。
Ἐπεὶ δὲ καὶ ὁ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου.
既然书信体风格同样需要平淡简朴,我们也当谈一谈它。编纂亚里士多德书信的阿尔忒蒙说,应当以同一种方式来写对话录与书信,因为书信宛如对话的一半(对话双方中的一方)。
Καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευάσθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν·2 ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, ἡ δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά.
他所说的或许有些道理,但绝非全部真理;因为书信必须比对话录受到某种程度更为精心的修饰。因为对话录摹拟的是即兴攀谈的人,而书信则是被写下并作为某种礼物寄送出去的。
Τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ ὁ Ἀριστοτέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· εἰ δὲ πρὸς ἁπάσας οἴχεται γᾶς φυγὰς οὗτος, ὥστε μὴ κατάγειν,3 δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βουλομένοις οὐδεὶς φθόνος· ὁ γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυμένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι.
无论如何,有谁会以亚里士多德写信给安提帕特为那位年老流亡者求情时所说的那种腔调来与朋友交谈呢?他说: “如果此人已作为流亡者去往所有的土地而无法被召回,那么显而易见,对于那些自愿下到冥府去的人而言是毫无阻碍(嫉恨)的。” 因为如此交谈的人,更像是在做修辞演说表演,而不是在随心交谈。
Καὶ λύσεις συχναὶ ὁποῖαι οὐ πρέπουσιν ἐπιστολαῖς· ἀσαφὲς γὰρ ἐν γραφῇ ἡ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει· καὶ μικρὸν προελθὼν ἐπιφέρει, ἀλλά μοι ξένος τις φαίνεται εἶναι, ᾧ διελέγου· τίς ἦν; ἡ γὰρ τοιαύτη πᾶσα ἑρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέποι μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.
频繁出现的断裂句式(连词省略)亦不适宜于书信;因为断裂在书面文字中会造成晦涩,而这种拟真模拟的特质与其说适宜于书写,不如说适宜于论辩争辩,正如《欧绪德谟》中所见: “苏格拉底啊,昨天在吕克昂与你交谈的那个人是谁?围着你们的人群可真多啊;”接着再往前一点他又补充道: “但在我看来,与你交谈的似乎是个异乡人;究竟是谁呢?” 因为一切此类措辞和表演模拟更适合演员,而不适合写就的书信。
Πλεῖστον δὲ ἐχέτω τὸ ἠθικὸν ἡ ἐπιστολή, ὥσπερ καὶ ὁ διάλογος· σχεδὸν γὰρ εἰκόνα ἕκαστος τῆς ἑαυτοῦ ψυχῆς γράφει τὴν ἐπιστολήν. καὶ ἔστι μὲν καὶ ἐξ ἄλλου λόγου παντὸς ἰδεῖν τὸ ἦθος τοῦ γράφοντος, ἐξ οὐδενὸς δὲ οὕτως, ὡς ἐπιστολῆς.
书信应当像对话录一样,最大限度地蕴含性情品格(ethos);因为几乎每个人写信都是在摹画自己灵魂的肖像。固然可以从其他任何言辞中看出作者的品格,但绝没有任何一种文体能像书信这般清晰。
Τὸ δὲ μέγεθος συνεστάλθω τῆς ἐπιστολῆς, ὥσπερ καὶ ἡ λέξις. αἱ δὲ ἄγαν μακραί, καὶ προσέτι κατὰ τὴν ἑρμηνείαν ὀγκωδέστεραι, οὐ μὰ τὴν ἀλήθειαν ἐπιστολαὶ γένοιντο ἄν, ἀλλὰ συγγράμματα, τὸ χαίρειν ἔχοντα προσγεγραμμένον, καθάπερ τοῦ Πλάτωνος πολλαὶ καὶ ἡ Θουκυδίδου.
书信的篇幅应当紧凑收敛,其措辞亦当如此。那些过于冗长且措辞更为臃肿的大篇幅文本,说实话绝不能算作书信,而是在卷首附加上致意问候语的学术著述,正如柏拉图的许多书信以及修昔底德的那篇一样。
Καὶ τῇ συντάξει μέντοι λελύσθω μᾶλλον· γελοῖον γὰρ περιοδεύειν, ὥσπερ οὐκ ἐπιστολήν, ἀλλὰ δίκην γράφοντα· καὶ οὐδὲ γελοῖον μόνον, ἀλλ’ οὐδὲ φιλικὸν τὸ γὰρ δὴ κατὰ τὴν παροιμίαν τὰ σῦκα σῦκα λεγόμενον ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν.4
然而在句式结构上,书信应当更为松散;因为若像不是在写信而是在写法庭诉状那样铺排周期句(圆润句),那是荒谬可笑的;而且不仅荒谬,甚至有伤朋友间的情分——因为在书信中讲究这般矫揉造作,与俗话所说的“称无花果为无花果”的率真完全背道而驰。
Εἰδέναι δὲ χρή, ὅτι οὐχ ἑρμηνεία μόνον, ἀλλὰ καὶ πράγματά τινα ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν ὃς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ ἐπιστολικοῦ, τοῦτο δὲ οὐ γράφω σοί, φησίν· οὐ γὰρ ἦν ἐπιστολικόν.
此外还应当知道,不仅措辞表达,甚至某些题材本身也存在适宜书信与否的区别。无论如何,被认为最谙熟书信体精髓的亚里士多德曾说: “这件事我就不写给你了,”他说: “因为这并不适宜于书信。”
- 4.222ἐν ᾧ Θεόφραστός φησιν
与前面的介词短语 ἐν τούτοις 并列的 ἐν ᾧ 构成了一个省略了先行词 τούτῳ 的关系从句,意为“在泰奥弗拉斯托斯所说的那一点上”。关系代词 ᾧ 受介词 ἐν 支配而用与格。
- 4.224δεῖ γὰρ ὑποκατεσκευάσθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν
非人称动词 δεῖ 支配宾格不定式结构,宾格 τὴν ἐπιστολήν 作完成时被动不定式 ὑποκατεσκευάσθαι(预先受到修饰/构制)的逻辑主语。τοῦ διαλόγου 是由比较级副词 μᾶλλον 引导的比较属格(“比对话录”)。
- 4.225ὥστε μὴ κατάγειν
由 ὥστε 引导的结果从句接带否定词 μή 的不定式 κατάγειν。κατάγειν 为及物动词主动态(“使流亡者回国”、“召回”),在此语境中作非人称或泛指用法,意为“以至于无法(将他)召回”或具被动意旨(“无法返回祖国”)。
- 4.229τὸ γὰρ δὴ κατὰ τὴν παροιμίαν τὰ σῦκα σῦκα λεγόμενον ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν
不带冠词的不定式短语 ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν 作前文 οὐδὲ γελοῖον μόνον, ἀλλ’ οὐδὲ φιλικόν [ἐστί] 的主语,指示代名词 ταῦτα(此类做作的修辞技巧)作其宾语。置于其前的带 γάρ 插入语 τὸ ... λεγόμενον(中性冠词 τό 与分词 λεγόμενον 搭配) 引用了俗话“称无花果为无花果”(直言不讳),指出在书信中玩弄周期句破坏了本应具备的真率友谊。
