← 法勒鲁姆的德米特里

论文体

§4.211-4.219

通过重复与叙事手法营造逼真生动感

本节结合具体例证论述了如何通过重复表述、不定过去时体现的完成感、悬念式的渐次叙事(如居鲁士死讯的通报)、陈述伴随细节以及借助不协和音的摹拟来营造生动逼真的效果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.211

Ὥστε πολλάκις καὶ ἡ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον, ἢ τὸ ἅπαξ λέγειν, ὥσπερ τὸ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν ἀποθανόντα γράφεις κακῶς. δὶς γὰρ κείμενον τὸ κακῶς ἐναργεστέραν σημαίνει τὴν βλασφημίαν.

因此,重复表述(重言)往往比仅说一次更能产生逼真生动的效果,例如: “他活着时你恶言说他,如今他死了你又恶言写他。” 因为“恶言”一词出现两次,便使诽谤之情表露得更为逼真传神。

§4.212

Ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός· τίθεται γὰρ ταὐτὸ διὰ τὸ πολλάκις ποιεῖν ἔμφασιν πλείονα.

人们指责克忒西亚斯因屡用重言而显冗赘,在许多地方固然指责得有理,但在许多地方却未能体察到此人的生动逼真;因为设置同一事物,是由于往往能产生更强的强调效果。

§4.213

Οἷα τὰ τοιάδε, Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου· μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες· θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν μεθῆκεν ἀποσώζεσθαι. μετὰ δὲ τοῦτο σπονδῶν γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπετύγχανεν· ἐδέδοκτο μὲν αὐτῷ ἀποκαρτερεῖν· γράφει δὲ πρότερον ἐπιστολὴν τῇ γυναικὶ μεμφόμενος τοιάνδε· Ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ μὲν δι᾽ ἐμὲ ἐσώθης· ἐγὼ δὲ διὰ σὲ ἀπωλόμην.

例如以下这一段: “某位斯特律安盖奥斯,一个米底人,将一名萨卡女子击落马下——因为萨卡部落的女子确实像亚马孙人一样作战——当他见到这位萨卡女子容貌端庄、年华正茂,便放她生还。此后,停战协定缔结,他爱恋上这个女子却求而不得;他决心绝食自尽。但在死前他先给女子写了一封抱怨的信,词句如下:‘我救了你,你因我得救;而我却因你而丧命。’”

§4.214

Ἐνταῦθα ἐπιτιμήσειεν ἂν ἴσως τις βραχυλόγος οἰόμενος εἶναι, ὅτι δὶς ἐτέθη πρὸς οὐδὲν τὸ ἔσωσα καὶ δι’ ἐμὲ ἐσώθης. ταὐτὸν γὰρ σημαίνει ἀμφότερα. ἀλλ̓ εἰ ἀφέλοις θάτερον, συναφαιρήσεις καὶ τὴν ἐνάργειαν καὶ τὸ ἐκ τῆς ἐναργείας πάθος. καὶ τὸ ἐπιφερόμενον δέ, τὸ ἀπωλόμην ἀντὶ τοῦ ἀπόλλυμαι, ἐναργέστερον αὐτῇ τῇ συντελείᾳ ἐστί·1 τὸ γὰρ δὴ γεγονὸς δεινότερον τοῦ μέλλοντος ἢ γινομένου ἔτι.

此处,某个自以为崇尚简练的人或许会批评说,“我救了”与“因我得救”毫无必要地被重复放置了两次;因为两者表达的是同一个意思。然而,如果你拿掉其中一个,你就会连同逼真性以及由逼真性产生的情感力量一并夺去。随之而来的“我丧命了”用以代替“我正丧命”,单凭其完成态本身就更加逼真;因为已然发生的事实比将要发生或仍在发生的事情更为可怕。

§4.215

Καὶ ὅλως δὲ ὁ ποιητὴς οὗτος ποιητὴν γὰρ αὐτὸν καλοίη τις εἰκότως ἐναργείας δημιουργός ἐστιν ἐν τῇ γραφῇ συμπάσῃ.

总而言之,这位著作家——人们完全有理由称他为一位诗人——在其整部著作中都是生动逼真的巧匠。

§4.216

Οἷον καὶ ἐν τοῖς τοιοῖσδε· δεῖ τὰ γενόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμνῶντα τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν.2 τοῦτο ὁ Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ὁ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι ἀπέθανεν Κῦρος παρὰ τὴν Παρυσάτιν· τοῦτο γὰρ ἡ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσίς ἐστιν· ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, ἡ δὲ ἥσθη καὶ ἠγωνίασεν· μετὰ δὲ τοῦτο ἐρωτᾷ, βασιλεὺς δὲ πῶς πράττει; ὁ δὲ πέφευγέ φησι· καὶ ἣ ὑπολαβοῦσα· Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος· καὶ πάλιν ἐπανερωτᾷ· Κῦρος δὲ ποῦ νῦν; ὁ δὲ ἄγγελος ἀμείβεται· ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἄνδρας αὐλίζεσθαι. κατὰ μικρὸν καὶ κατὰ βραχὺ προϊὼν μόλις, τὸ δὴ λεγόμενον, ἀπέρρηξεν αὐτό, μάλα ἠθικῶς καὶ ἐναργῶς τόν τε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα.

在诸如此类的事情上亦是如此:不应当直截了当地把发生之事一下子全盘道出,而应当逐渐展开,使听者悬心牵挂,迫使其一同陷入焦虑不安。克忒西亚斯在关于居鲁士战死的报信中正是这样做的。因为信使到来后,并未在帕律萨蒂丝面前立刻说居鲁士已经死了——因为这便成了所谓的‘斯基泰式说话’——而是先报告说他正在取胜,帕律萨蒂丝既喜悦又感到焦虑;随后她问道:“国王情况如何?”信使回答说:“他逃跑了。”她接过话头说:“因为梯萨斐尼是造成他落得这般下场的元凶。”她又再次追问:“那么居鲁士现在何处?”信使回答说:“在勇士们应当扎营歇息的地方。”信使如此一点一点、步步为营地推进,正如俗话所说,好不容易才“崩裂吐露”出实情,极具性格色彩且生动逼真地表现出信使违背本心不得不通报不幸的模样,并将这位母亲以及听者一同抛入了剧烈的焦灼之中。

§4.217

Γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροίκου βαδίζοντος ἔφη τις, ὅτι πρόσωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν ὁ κτύπος προσιόντος, ὡς οὐδὲ βαδίζοντος, ἀλλ̓ οἷόν γε λακτίζοντος τὴν γῆν.

生动逼真亦来自于陈述事情的伴随情境,例如某人谈及一个乡下人迈步前行时说道: “他走近时,老远就能听到他脚步的声音,仿佛不是在走路,而像是在用脚踢踏地面。”

§4.218

Ὅπερ δὲ ὁ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους, ἐρυθριάσας ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ καταφανῆ αὐτὸν γενέσθαι, ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον·3 ἡ δ’ ἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ τοῦ ἀπομνημονεῦσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν ὁ Ἱπποκράτης.

而柏拉图谈及希波克拉底时所说的那句话: “面露羞红——因为此时天色已经微亮,足以让他被看清——”其生动逼真至极,是所有人都有目共睹的;而这种逼真感来自于对言辞的深思熟虑,以及时刻记着希波克拉底是在夜间走进他住所的这一设定。

§4.219

Κακοφωνία δὲ πολλάκις, ὡς τὸ κόπτ̓, ἐκ δ᾽ ἐγκέφαλος, καὶ πολλὰ δ’ ἄναντα, κάταντα· μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν· πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει.

刺耳的音响(不协和音)往往亦能产生生动逼真,例如: “击打,脑浆迸……” 以及: “诸多上坡、下坡……” 因为诗人借由刺耳的音响模造了颠簸不平的起伏;而凡是模仿,皆蕴含着某种生动逼真的力量。

语法注3 条
  1. 4.214ἀπωλόμην ἀντὶ τοῦ ἀπόλλυμαι, ἐναργέστερον αὐτῇ τῇ συντελείᾳ ἐστί

    针对用不定过去时 ἀπωλόμην(“我已丧命”)代替现在时 ἀπόλλυμαι(“我正丧命”)的语法修辞分析。与格短语 αὐτῇ τῇ συντελείᾳ 指“由其自身的完结性/已然状态”。说话人虽尚存活却选用过去时,将毁灭表现为既定不可逆转之实(即戏剧性/悲剧性不定过去时),从而极大地增强了迫真感。

  2. 4.216κρεμνῶντα τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν

    阳性单数宾格分词 κρεμνῶντα 和 ἀναγκάζοντα 与非人称动词 δεῖ 所支配不定词的隐含逻辑主语(泛指的说话人或叙述者)保持一致,在句中作方式或手段状语,意为“让听者悬心牵挂并迫使其一同焦虑”。

  3. 4.218Ὅπερ δὲ ὁ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους ... ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον

    一种悬置/先行倒置结构:关系代词 ὅπερ 置于句首引出引文,随后由主句 ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον(“……是极具逼真感的,这在所有人看来都是显而易见的”)收束承接。ὅπερ 实质上与充当 δῆλον 主语的名词性 ὅτι 从句构成前置同位(先取构文)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:4.211-4.219