← 法勒鲁姆的德米特里

论文体

§4.199-4.210

简朴风格中的自然语序与分句构造

作者论述通过自然语序与避免冗长周期句以确保明晰性,阐明运用短分句与安稳句尾构建简朴风格的方法,并着手探讨生动逼真与说服力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.199

Καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι1 εἰς τὸν Ἰόνιον κόλπον· πρῶτον μὲν γὰρ ὠνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ ὃ τοῦτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς.

总的来说,应当遵循词语的自然语序,例如: “埃庇达姆诺斯是一座城市,位于乘船驶入伊奥尼亚湾者的右手边。” 因为首先被道出的是所论及的主体,其次是这主体是什么——即它是一座城市——其余部分依序排列。

§4.200

Γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἔμπαλιν, ὡς τὸ Ἔστι πόλις Ἐφύρη. οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὐδὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως.2

当然,亦可采取相反的语序,例如: “有一座城,名叫厄费瑞。” 因为我们并非全然推崇前一种语序,亦未彻底排斥另一种,我们只是在此阐明语序的自然形态而已。

§4.201

Ἐν δὲ τοῖς διηγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς ἀρκτέον, Ἐπίδαμνός ἐστι πόλις, ἢ ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ λέγεται Ἐπίδαμνον τὴν πόλιν. αἱ δὲ ἄλλαι πτώσεις ἀσάφειάν τινα παρέξουσι καὶ βάσανον τῷ τε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι.

在叙事部分,要么应当从主格开始: “埃庇达姆诺斯是一座城,”要么应当从宾格开始,例如: “据说埃庇达姆诺斯城……” 其他格位无论对于说话者本人还是听者,都会带来某种不明晰与折磨痛苦。

§4.202

Πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς· ὁ γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στράτον πόλιν ἐπὶ θάλασσαν διέξεισιν· ἀλλ̓ αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως· ὁ γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν· πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας· ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, ἡ δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ ᾖ, ἄδηλος δοκεῖ.

还当努力避免将周期句(圆句)拉得过长: “因为阿刻罗俄斯河自上方的品多斯山流下,经由斯特拉托斯城旁,奔流入海。” 而应当当即在此截断,让听者稍作歇息,如是表达: “因为阿刻罗俄斯河流出品多斯山,随后汇入大海。” 因为这样表达明晰得多,犹如那些设有诸多路标与诸多休息站的道路;路标犹如向导,而缺乏路标且单调划一的道路,纵使短暂,亦显得晦暗不清。

§4.203

Περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν, καὶ μάλιστα ἐν τοῖς ἰσχνοῖς αὐτῇ λόγοις χρηστέον.

关于明晰性,权且自博大之中略提数点至此;在简朴风格的言说中尤其当运用它。

§4.204

Φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων· μεγαλοπρεπὲς γὰρ πᾶν μῆκος, ὥσπερ καὶ ἐπὶ τῶν μέτρων τὸ ἑξάμετρον ἡρωϊκὸν καλεῖται ὑπὸ μεγέθους καὶ πρέπον ἥρωσιν, ἡ κωμῳδία δὲ συνέσταλται εἰς τὸ τρίμετρον ἡ νέα.

在此种风格的组合构建中,首先应当避开长分句;因为一切冗长皆显崇高宏丽,正如在诗律中,六音步格因其宏大而被称为英雄格并契合英雄,而新喜剧则收缩为三音步格。

§4.205

Τὰ πολλὰ οὖν κώλοις τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμμασιν, ὥσπερ ὁ μὲν Πλάτων φησί, κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος· πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχίνης δὲ ἐκαθήμεθα μέν, φησίν, ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν.

因此,我们多半将使用三音步长的分句,有时亦使用短语,正如柏拉图所言: “我昨日与格劳孔一同下到比雷埃夫斯。” 因为其间休息与收束十分密集。而埃斯基涅斯亦说道: “我们当时坐着,”他说道,“在吕刻昂的座椅上,那里正是竞技裁判安排比赛的场所。”

§4.206

Ἐχέτω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα· αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους καὶ τὰ ἑξῆς.

各分句的末尾亦当拥有安稳的驻足与基底,正如前述各例;因为句末的延展拖长是崇高庄重的,正如修昔底德文中的: “阿刻罗俄斯河自品多斯山流下,”以及随后的文句。

§4.207

Φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων· ὀγκηρὸν γὰρ πᾶσα ἔκτασις. καὶ εἴ που βραχέα συγκρουστέον βραχέσιν,3 ὡς πάντα μὲν τὰ νέα καλά ἐστιν, ἢ βραχέα μακροῖς, ὡς ἠέλιος, ἢ ἁμῶς γέ πως διὰ βραχέων· καὶ ὅλως ἐμφαίνεται εὐκαταφρόνητος ὁ τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, κἀπ’ αὐτὰ ταῦτα πεποιημένος. 

因此,在此种风格中亦当避开长音元素与双元音的碰撞冲突;因为一切拖长延展皆显厚重笨拙。若无论如何亦须发生元音冲突,当使短元音与短元音相撞,如: “一切年轻之物皆为美好,”或短元音与长元音相撞,如: “太阳(hēelios),”或无论如何通过短元音来进行;整体而言,此类文辞方式显得微贱不起眼、平易通俗,且恰是为此种效果而作。

§4.208

Φευγέτω δὴ καὶ τὰ σημειώδη σχήματα· πᾶν γὰρ τὸ παράσημον ἀσύνηθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα ὁ χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐναργείας οὖν καὶ περὶ πιθανότητος λεκτέον.

还当避开引人注目的修辞格;因为一切奇特惹眼者皆非同寻常,不属平易自然之列。但这种风格最能容纳生动逼真(迫真性)与说服力。

§4.209

Πρῶτον δὲ περὶ ἐναργείας· γίνεται δ’ ἡ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδ’ ἐκτέμνειν, οἷον ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς καὶ πᾶσα αὕτη ἡ παραβολή· τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἰρῆσθαι τὰ συμβαίνοντα, καὶ μὴ παραλελεῖφθαι μηδέν.

因此必须探讨生动逼真与说服力。 首先论及生动逼真:生动逼真首先产生于详尽的精确性,以及绝不遗漏、绝不剪裁删截,例如: “犹如引水之人……之时,”以及整段明喻;它之所以具有逼真感,正是因为道出了所有伴随发生的细节,无一遗漏。

§4.210

Καὶ ἡ ἱπποδρομία δὲ ἡ ἐπὶ Πατρόκλῳ, ἐν οἷς λέγει, "πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον," καὶ "αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην.4" πάντα ταῦτα ἐναργῆ ἐστιν ἐκ τοῦ μηδὲν παραλελεῖφθαι τῶν τε συμβαινόντων καὶ συμβάντων.

还有为悼念帕特洛克罗斯而举行的战车竞赛中,诗人所吟咏之处: “因其吐息,欧墨洛斯的背脊……” 以及: “因为它们仿佛时刻都要登上车舆。” 所有这些之所以生动逼真,正是因为正在发生的与已经发生的事情皆未被遗漏分毫。

语法注4 条
  1. 4.199ἐσπλέοντι

    阳性单数与格现在分词,用作参照与格或评判者与格(dative of reference / person judging),表示“对于乘船驶入者而言”这一视点(引自修昔底德1.24)。

  2. 4.200καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως

    连词 καθά(相当于 καθ' ἅ)引导限制性或原因从句(“就我们在阐明……而言/既然我们仅仅阐述……”),对前句的否定(并非专主某一种语序而排斥另一种)提供限制与解释。

  3. 4.207καὶ εἴ που βραχέα συγκρουστέον βραχέσιν

    εἴ που 为省略谓语(由后文补足 συγκρουστέον)的条件从句,意为“若在某处(不得不发生碰撞)”;动形容词 συγκρουστέον 作主句谓语,统摄 βραχέα ... βραχέσιν,指明应当选择短元音与短元音等较轻微的相撞方式。

  4. 4.210δίφρου ἐπιβησομένοισιν ἐΐκτην

    引自荷马(《伊利亚特》23.379)。动词 ἐΐκτην 为双数未完成过去(或过去完成)形式,主语为两匹战马;ἐπιβησομένοισιν 为阳性复数与格将来分词(爱奥尼亚方言),受 ἐΐκτην 支配,意为“仿佛即将跃上车舆”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:4.199-4.210