- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:4.190-4.198
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了简朴风格中日常用词与明晰性的重要性,阐明连接词的有无如何区分朗读性与表演性风格,并探讨了重复修辞格的运用以及对晦涩曲折句式的规避。
Ἐπὶ δὲ τοῦ ἰσχνοῦ χαρακτῆρος ἔχοιμεν ἂν καὶ πράγματα ἴσως τινὰ μικρὰ καὶ τῷ χαρακτῆρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ, οἰκίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω. τὴν δὲ λέξιν εἶναι πᾶσαν χρὴ κυρίαν καὶ συνήθη· μικρότερον γὰρ τὸ συνηθέστερον πάντων, τὸ δὲ ἀσύνηθες καὶ μετενηνεγμένον μεγαλοπρεπές.
在简朴风格中,我们或许亦能采用某些细小微贱且契合该风格的题材,例如吕西亚斯文中的这句: “我有一所两层的简陋小屋,上下楼层大小相同。” 用词必须全部使用本义且常见的字词;因为万物之中最常见的最为卑微低抑,而不常见与借喻之词则显崇高宏丽。
Καὶ μηδὲ διπλᾶ ὀνόματα τιθέναι· τοῦ γὰρ ἐναντίου χαρακτῆρος καὶ ταῦτα, μηδὲ μὴν πεποιημένα, μηδ’ ὅσα ἄλλα μεγαλοπρέπειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρὴ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν.
亦不可使用复合词,因为这些亦属于对立的风格;更不可使用生造词,以及任何其他产生崇高宏丽效果的手段;最重要的是,文辞必须明晰。明晰性存在于若干方面。
Πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἡ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον ἡ λύσις.
首先在于本义字词,其次在于由连接词所系联者。缺少连接词且全篇脱落疏离的文辞全然不明晰;因为由于脱落松散,各分句的开端皆难以辨识,犹如赫拉克利特的著作;主要正是这种松散脱离使得那些作品晦涩难明。
Ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον ἡ διαλελυμένη λέξις, ἡ δ’ αὐτὴ καὶ ὑποκριτικὴ καλεῖται· κινεῖ γὰρ ὑπόκρισιν ἡ λύσις. γραφικὴ δὲ λέξις ἡ εὐανάγνωστος. αὕτη δ’ ἐστιν ἡ συνηρτημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑποκρίνονται λελυμένον ἐν τοῖς πλείστοις, Φιλήμονα δὲ ἀναγινώσκουσιν.
因此,松散脱离的文辞或许更具论辩性(法庭论辩色彩),而同一种文辞亦被称为表演性(戏剧性)文辞;因为松散脱落会激发戏剧表演。供人阅读的(书卷式)文辞则是便于诵读者。此即由连接词所系联、宛如被其加固锚定之文辞。正因如此,人们表演在绝大多数地方皆松散脱离的米南德,却诵读腓利蒙。
Ὅτι δὲ ὑποκριτικὸν ἡ λύσις, παράδειγμα ἐγκείσθω τόδε, "ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε." οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν· εἰ δὲ συνδήσας εἴποις, ἐδεξάμην καὶ ἔτικτον καὶ ἐκτρέφω, πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις συνεμβαλεῖς. πάνυ δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον.
松散脱离具有表演性,特引下例为证: “我接纳了,我生育了,我正在抚养,朋友啊。” 因为如此脱落松散,因其脱落之故,纵使不愿之人亦被迫去戏剧化表演;但若你用连接词将其系结而说: “我接纳了,并且我生育了,并且我正在抚养,”你便通过连接词注入了大量的冷漠平静。而全然缺乏激情之物是绝不适于表演的。
Ἔστι δὲ καὶ ἄλλα θεωρήματα ὑποκριτικά, οἷον καὶ ὁ παρὰ τῷ Εὐριπίδει Ἴων ὁ τόξα ἁρπάζων καὶ τῷ κύκνῳ ἀπειλῶν τῷ ὄρνιθι, ἀποπατοῦντι κατὰ τῶν ἀγαλμάτων· καὶ γὰρ κινήσεις πολλὰς παρέχει τῷ ὑποκριτῇ ὁ ἐπὶ τὰ τόξα δρόμος καὶ ἡ πρὸς τὸν ἀέρα ἀνάβλεψις τοῦ προσώπου διαλεγομένου τῷ κύκνῳ, καὶ ἡ λοιπὴ πᾶσα διαμόρφωσις πρὸς τὸν ὑποκριτὴν πεποιημένη. ἀλλ’ οὐ περὶ ὑποκρίσεως ἡμῖν τὰ νῦν ὁ λόγος.
亦有其他戏剧性的观察点,例如欧里庇得斯剧中抓起弓箭、威胁正在向雕像排便的天鹅这种鸟类的伊翁;因为奔向弓箭的动作、与天鹅对话时面孔朝向空中的仰望,以及所有其余的形态塑造,皆是为演员而设,为演员提供了众多动作。但我们眼下的论题并非关于戏剧表演。
Φευγέτω δὲ ἡ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ὅσα μὲν ἔπραξε Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω. σχεδὸν γὰρ ὁ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προθέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.
明晰的著述亦当避开含混歧义,并当采用被称为“重述(复叠)”的修辞格。所谓重述,即在拖得过长的文句中再度引入同一连接词,例如: “凡腓力所作之事,他如何征服色雷斯,夺取赫尔松尼索斯,包围拜占庭,且未曾归还安菲波利斯——这些事我且略去。” 因为再度引入的连接词几乎提醒了我们最初的旨趣,并将我们带回开端。
Σαφηνείας δὲ ἕνεκεν καὶ διλογητέον πολλάκις· ἥδιον γάρ πως τὸ συντομώτερον ἢ σαφέστερον·1 ὡς γὰρ οἱ παρατρέχοντες παρορῶνται ἐνίοτε, οὕτως καὶ ἡ λέξις παρακούεται διὰ τὸ τάχος.
为了明晰起见,往往亦须重言复述;因为更为简短者不知何故更讨喜而非更明晰;正如疾驰而过之人有时会遭人无视,言语亦因其急促而被误听错听。
Φεύγειν δὲ καὶ τὰς πλαγιότητας· καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ ἡ Φιλίστου λέξις. συντομώτερον δὲ παράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’ Ἰωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου.2 τοῦτο γὰρ ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο· τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυπηγηθεῖσαι ἐπ’ αὐτῷ τούτῳ. ἔπλεον δ’ ἀπ’ Ἰωνίας· ναύαρχος δ’ αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος. μακρότερον μὲν οὕτως ἐγένετο ἴσως, σαφέστερον δέ.
还须避开曲折句式(斜格句);因为这也造成不明晰,正如腓利斯托斯的文辞。关于曲折因而晦涩之文辞,一个较短的例子见于色诺芬的作品,例如: “以及他听说有三层桨战船正自爱奥尼亚绕航至基利基亚,塔摩斯率领着拉刻代蒙人的与居鲁士本人的舰船。” 因为若以直接明直之法表达,大致可作如下陈述: “许多拉哥尼亚三层桨战船与许多波斯舰船正被预期抵达基利基亚,这些舰船正是为此目的为居鲁士建造。它们自爱奥尼亚起航;而埃及人塔摩斯作为海军将领统率着它们。” 如此表达或许变得较为冗长,却更为明晰。
- 4.197ἥδιον γάρ πως τὸ συντομώτερον ἢ σαφέστερον
由 ἤ 连接两个比较级(ἥδιον 与 σαφέστερον)的双重比较级结构,用于同一事物两种性质的对比,意为“更为简短者不知何故更讨喜而非更明晰”(即愉悦胜于明晰)。
- 4.198καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’ Ἰωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου
此句为受 ἤκουεν 支配的“曲折句式(斜格结构)”示例,其后叠置了“宾格+分词”(τριήρεις ... περιπλεούσας)以及另一个宾格分词短语(Τάμον ἔχοντα...)。多重宾格从属成分层叠,使得各成分间的语义关系变得间接且难以一眼厘清。
