- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:3.180-3.189
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者结合狄凯阿库斯与柏拉图的句例,阐释了散文中隐秘融入的音步与拟音步节奏如何形成优雅风格,随后从思想、用词和组合三方面分析批判了优雅风格的堕落形态“矫揉造作”。
Τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἁρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ἢ ὅλων ἢ ἡμίσεων· οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ̓, εἰ διαχωρίζοι τις καθ’ ἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφ’ ἡμῶν αὐτῶν φωρᾶσθαι μέτρα ὄντα.1
倘若我们用完整的或半截的音步来构建词句的组合,或许确实会产生某种悦乐与优雅;然而,绝不能使它们在文句连贯的流转中显露为音步,而应当是唯有当有人将其逐一分离并仔细辨析时,才会被我们察觉其为音步。
Κἂν μετροειδῆ δὲ ᾖ, τὴν αὐτὴν ποιήσει χάριν· λανθανόντως δέ τοι παραδύεται ἡ ἐκ τῆς τοιαύτης ἡδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδός ἐστι παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ Δημοσθένει πολλαχοῦ· Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος.
哪怕只是近似音步的节奏,亦会产生同样的优雅。源于此种悦乐的优雅是不知不觉潜入文辞之中的;这类风格在漫步学派、柏拉图、色诺芬以及希罗多德的作品中最为常见,或许在德摩斯梯尼的许多地方亦能见到;然而修昔底德则避开了这种风格。
Παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς ὁ Δικαίαρχος· ἐν Ἐλέᾳ, φησι, τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα. τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδές τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμοῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ μετρικόν, ἡδονὴ δ’ οὐκ ὀλίγη ἔπεστι.
人们可以举出如下的例子,正如狄凯阿库斯所云: “在意大利的 埃利亚,”他说,“彼时年岁已高。” 因为这两个分句的末尾都带有一种近似音步的节律,但在上下文的语流与衔接之下,其音步特征被巧妙遮掩,同时增添了非同寻常的悦乐。
Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρός ἐστιν ἐκτεταμένῳ πως, καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μῆκος· τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μῆκος μεγαλοπρεπές. ἀλλ’ οἷον ὀλίσθῳ τινὶ ἔοικε τὰ κῶλα, καὶ οὔτ’ ἐμμέτροις παντάπασιν οὔτ’ ἀμέτροις, οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰν φῇ νῦν δὴ ἐλέγομεν.
然而,柏拉图在许多地方之所以优雅,完全在于那略显舒展、既无沉顿停歇亦无过分冗长的节奏本身;因为停顿显出简劲与刚直,冗长则显出崇高宏大。相反,他的分句宛如某种流畅的滑动,既非全然合律,亦非全然无律,正如在关于音乐的论述中,他说: “正如我们方才所言。”
Καὶ πάλιν, μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον. καὶ πάλιν, τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν. οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς· εἰ δ’ ἀναστρέψας εἴποις, ἐμάλαξεν ὥσπερ σίδηρον, ἢ διατελεῖ ὅλον τὸν βίον, ἐκχεῖς τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν·2 οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδ’ ἐν ταῖς λέξεσιν.
又如: “在歌声中低吟浅唱、神采奕奕,度过整个人生。” 再如: “起初,若他心中尚存某种血气,便如锻铁般将其软化。” 因为如此表达显然极为优雅且如歌一般;但倘若你颠倒语序而说成: “软化如铁,”或者 “度过整个人生”(倒装),你便倾泻抛弃了文辞的优雅,而这优雅恰恰存在于节奏本身之中;因为优雅绝非存在于思想中,亦非存在于单个字词中。
Καὶ περὶ τῶν μουσικῶν δὲ ὀργάνων πάλιν χαριέντως ἥρμοσεν, ἐν οἷς δή φησιν, λύρα δή σοι λείπεται κατὰ πόλιν· εἰ γὰρ ἀναστρέψας εἴποις κατὰ πόλιν λείπεται, μεθαρμοσαμένῳ ποιήσεις ὅμοιον. τοῦτο δὲ ἐπιφέρει, καὶ αὖ κατ’ ἀγροὺς τοῖς ποιμέσιν σύριγξ ἄν τις εἴη· τῇ γὰρ ἐκτάσει καὶ τῷ μήκει πάνυ χαριέντως μεμίμηται τρόπον τινὰ ἦχον σύριγγος. ἔσται δὲ δῆλον, εἴ τις μετασυνθεὶς λέγοι καὶ τοῦτο.
而在论及乐器时,他的辞句组合亦极具雅趣,他说道: “如此,为你留下的当是七弦琴,在城中。” 因为倘若你颠倒语序说成“在城中留下,”你的做法便如同变调改韵之人。接着他又补上一句: “而在田野间,牧人或可拥有一支排箫。” 因为通过语音的舒展与绵长,他以极为优雅的方式在某种程度上摹拟了排箫之声。如果有人重新组合这句话的词序来说,这一点便会一目了然。
Περὶ μὲν δὴ τοῦ κατὰ σύνθεσιν γλαφυροῦ ἐπιφαινομένου τοσαῦτα, ὡς ἐν δυσκόλοις. εἴρηται δὲ καὶ περὶ τοῦ χαρακτῆρος τοῦ γλαφυροῦ, ἐν ὅσοις καὶ ὅπως γίνεται. καθάπερ δὲ τῷ μεγαλοπρεπεῖ παρέκειτο ὁ ψυχρὸς χαρακτήρ, οὕτως τῷ γλαφυρῷ παράκειταί τις διημαρτημένος. ὀνομάζω δὲ αὐτὸν τῷ κοινῷ ὀνόματι κακόζηλον. γίνοιτο δ’ ἂν καὶ οὗτος ἐν τρισίν, ὥσπερ καὶ οἱ λοιποὶ πάντες.
关于因词句组合而显现的优雅,鉴于此题之艰深,论及于此便已足够。关于优雅风格本身,在多少方面以及如何产生,亦已阐明。然而,正如冷涩风格与崇高风格毗邻,某种走入歧途的风格亦与优雅风格相邻。我依通称将其定名为“矫揉造作(恶趣)”。它与其余所有风格一样,亦可在三个方面生成。
Ἐν διανοίᾳ μέν, ὡς ὁ εἰπὼν Κένταυρος ἑαυτὸν ἱππεύων, καὶ ἐπὶ τοῦ βουλευομένου Ἀλεξάνδρου δρόμον ἀγωνίσασθαι Ὀλυμπιάσιν ἔφη τις οὕτως· Ἀλέξανδρε, δράμε σοῦ τῆς μητρὸς τὸ ὄνομα.3
在思想上,正如有人称: “自相骑乘的半人马,”又如亚历山大考虑是否在奥林匹亚参加赛跑时,有人如此对他说道: “亚历山大,去奔跑你母亲的名字吧!”
Ἐν δὲ ὀνόμασιν γίγνοιτ’ ἂν οὕτως, οἷον ἐγέλα που ῥόδον ἡδύχροον· ἥ τε γὰρ μεταφορὰ ἡ ἐγέλα πάνυ μετάκειται ἀπρεπῶς, καὶ τὸ σύνθετον τὸ ἡδύχροον οὐδ᾽ ἐν ποιήματι θείη ἄν τις ἀκριβῶς σωφρονῶν. ἢ ὥς τις εἶπεν, ὅτι λεπταῖς ὑπεσύριζε πίτυς αὔραις. περὶ μὲν δὴ τὴν λέξιν οὕτως.
在字词用语上,则如同: “某处嫣然微笑着甘润肤色的玫瑰。” 因为“微笑”这一隐喻的挪用极为不伦不类,而“甘润肤色”这一复合词,凡神智真正清明审慎之人,纵在诗歌中亦不会使用。又如有人说道: “松树向着轻柔的微风幽幽吹笛。” 关于字词的选择大抵如此。
Σύνθεσις δὲ ἀναπαιστικὴ καὶ μάλιστα ἐοικυῖα τοῖς κεκλασμένοις καὶ ἀσέμνοις μέτροις, οἷα μάλιστα τὰ Σωτάδεια διὰ τὸ μαλακώτερον, σκήλας καύματι κάλυψον, καὶ "σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον" ἀντὶ τοῦ "σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον·" ὁποῖα γὰρ μεταμεμορφωμένῳ ἔοικεν ὁ στίχος, ὥσπερ οἱ μυθευόμενοι ἐξ ἀρρένων μεταβάλλειν εἰς θηλείας. τοσάδε μὲν καὶ περὶ κακοζηλίας.
组合上的造作,则是带有抑抑扬格(短抑长扬格)之态,极似那些破碎轻浮的诗韵,尤其是索塔德斯式的诗体,因其过于靡弱软媚: “晒干之后以烈焰覆之,”以及 “将皮利翁山的梣木枪挥舞于右肩之上”(颠倒语序版),而非原句 “挥舞皮利翁山的梣木枪于右肩之上”。 因为此处的诗行仿佛遭遇了形体变态,如同神话中由男变女之人。关于矫揉造作,论述至此已毕。
- 3.180οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ̓, εἰ διαχωρίζοι τις καθ’ ἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφ’ ἡμῶν αὐτῶν φωρᾶσθαι μέτρα ὄντα
在由 οὐ μὴν ὥστε 引导的结果/目的从句中,否定分句中的不定式 φαίνεσθαι 与 ἀλλ' 之后的 φωρᾶσθαι 构成并列。后者内嵌了一个未然假定从句 εἰ διαχωρίζοι... καὶ διακρίνοι,意在表达:音步在连贯语流中并不显露,唯有在个别拆分、剖析的条件下才会被察觉。
- 3.184ἐκχεῖς τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν
动词 ἐκχεῖς(“倾倒、抛弃、毁坏”)的直接宾语是 τὴν χάριν,被分词短语 ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν 充当属性修饰。这强调了语序颠倒破坏美感的原因正在于:优雅乃是寄寓于“节奏本身”之中的,而非存在于思想或词汇里。
- 3.187Ἀλέξανδρε, δράμε σοῦ τῆς μητρὸς τὸ ὄνομα
不及物动词 δράμε(τρέχω 的不定过去式祈使语气)带有一个宾格扩展结构 τὸ ὄνομα(同源宾格或延伸宾格)。此处利用亚历山大母亲的名字奥林匹亚丝(Ὀλυμπιάς)作牵强的双关,意为“去跑你母亲的名字(奥林匹亚赛跑)”,被作者列为思想造作的典型例子。
