- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:3.168-3.179
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段从意图、结果与文体体裁的角度辨析优美与滑稽的区别,并结合犬儒派的格言式谐谑与机智讥诮加以阐释。随后依据泰奥弗拉斯托斯的定义探讨华美之词的声韵分类,进而引出关于优雅组合排列的讨论。
Μάλιστα δὲ διαφέρουσι καὶ ἐκ τῆς προαιρέσεως· οὐ γὰρ ὅμοια προαιρεῖται ὁ εὐχάριστος καὶ ὁ γελωτοποιῶν, ἀλλ’ ὁ μὲν εὐφραίνειν, ὁ δὲ γελασθῆναι. καὶ ἀπὸ τῶν ἐπακολουθούντων δέ· τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος.1
然而二者最主要的区别还在于意向(目的)。因为风趣优美者与引人发笑的弄臣所追求的并不相同,前者意在令人愉悦,而后者意在被人嘲笑。二者在随之而来的结果上亦有不同:后者得到的是笑声,而前者得到的是赞誉。
Καὶ ἐκ τόπου. ἔνθα μὲν γὰρ γέλωτος τέχναι καὶ χαρίτων, ἐν σατύρῳ καὶ ἐν κωμῳδίαις. τραγῳδία δὲ χάριτας μὲν παραλαμβάνει ἐν πολλοῖς, ὁ δὲ γέλως ἐχθρὸς τραγῳδίας· οὐδὲ γὰρ ἐπινοήσειεν ἄν τις τραγῳδίαν παίζουσαν, ἐπεὶ σάτυρον γράψει ἀντὶ τραγῳδίας.
二者在使用场合上亦有区别。笑谑与优美的技艺所适用的场合,乃是在萨堤洛斯剧和喜剧之中。然而悲剧虽然在许多地方吸纳优美,笑谑却是悲剧的死敌;因为绝不会有人设想一出嬉戏玩闹的悲剧,否则他写出的就是萨堤洛斯剧而非悲剧了。
Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρός τε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ τηλαυγὴς θύλακος, καὶ ἡ Κράτητος ποιητική, καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις· τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ ὁ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.
不过,明达之士有时亦会因应时机运用滑稽之辞,例如在节庆与酒宴中,以及在斥责骄奢放荡之徒时,正如那件“远耀眼目的行囊”、克拉特斯的诗篇,又或者有人在挥霍无度者面前朗读一篇“扁豆颂”。犬儒派的做法大抵亦是如此,因为此类滑稽之辞具有警句格言的地位与效用。
Ἔστι δὲ καὶ τοῦ ἤθους τις ἔμφασις ἐκ τῶν γελοίων καὶ ἢ παιγνίας ἢ ἀκολασίας, ὡς καὶ τὸν οἶνον τὸν προχυθέντα ἐπισχών τις Πηλέα ἀντὶ Οἰνέως.2 ἡ γὰρ ἀντίθεσις ἡ περὶ τὰ ὀνόματα καὶ ἡ φροντὶς ἐμφαίνει τινὰ ψυχρότητα ἤθους καὶ ἀναγωγίαν.
滑稽之辞亦能展现人物的性格风貌,显露出戏谑或是放肆不逊;正如有人在酒洒出时指着它说: “佩琉斯代俄纽斯。” 因为在词名上的这种对立与煞费苦心,显现出性格上的某种冷酷枯燥与缺乏教养。
Περὶ δὲ σκωμμάτων μέν, οἷον εἰκασία τις ἐστιν· ἡ γὰρ ἀντίθεσις εὐτράπελος. χρήσονταί τε ταῖς τοιαύταις εἰκασίαις, ὡς Αἰγυπτία κληματίς, μακρὸν καὶ μέλανα, καὶ τὸ θαλάσσιον πρόβατον, τὸν μῶρον τὸν ἐν τῇ θαλάσσῃ. τοῖς μὲν τοιούτοις χρήσονται· εἰ δὲ μή, φευξόμεθα τὰ σκώμματα ὥσπερ λοιδορίας.
至于讥诮嘲弄,则是一种比拟;因为其对应替换颇具机智。人们会使用这样的比拟,如称呼身材瘦长且肤色黝黑者为“埃及葡萄枝”,称呼在海上茫然不知所措的蠢人为“海中之羊”。 人们会使用这类的比拟;否则,我们应当避开嘲弄,视之如同辱骂。
Ποιεῖ δὲ εὔχαριν τὴν ἑρμηνείαν καὶ τὰ λεγόμενα καλὰ ὀνόματα. ὡρίσατο δ’ αὐτὰ Θεόφραστος οὕτως, κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδύ, ἢ τὸ τῇ διανοίᾳ ἔντιμον.
所谓的“华美之词”亦能使表达变得优美。泰奥弗拉斯托斯曾如此定义它们:“词语之美,在于悦耳或悦目,抑或在于意念上的高贵尊崇。”
Πρὸς μὲν τὴν ὄψιν ἡδέα τὰ τοιαῦτα, ῥοδόχροον, ἀνθοφόρου χρόας. ὅσα γὰρ ὁρᾶται ἡδέως, ταῦτα καὶ λεγόμενα καλά ἐστι. πρὸς δὲ τὴν ἀκοὴν Καλλίστρατος, Ἀννοῶν. ἥ τε γὰρ τῶν λάμβδα σύγκρουσις ἠχῶδές τι ἔχει, καὶ ἡ τῶν νῦ γραμμάτων.
悦目的词如 “玫瑰色的”,“繁花般肤色的”。 因为凡是赏心悦目之景,说出来亦属华美。悦耳的词如“卡利斯特拉托斯”、“安诺翁”。 因为流音拉姆达的碰撞连缀带有一种共鸣响亮之感,字母尼也是如此。
Καὶ ὅλως τὸ νῦ δι’ εὐφωνίαν ἐφέλκονται οἱ Ἀττικοὶ Δημοσθένην λέγοντες καὶ Σωκράτην. τῇ διανοίᾳ δὲ ἔντιμα τὰ τοιαῦτά ἐστιν, οἷον τὸ ἀρχαῖοι ἀντὶ τοῦ παλαιοὶ ἐντιμότερον· οἱ γὰρ ἀρχαῖοι ἄνδρες ἐντιμότεροι.
总之,雅典人为了音律悦耳而附加上字母尼,说成“德摩斯梯尼”(宾格带尼)与“苏格拉底”(宾格带尼)。 在观念意念上高贵的词,例如称“远古之人”比称“年老之人”更为尊贵;因为古人更为人所尊崇。
Παρὰ δὲ τοῖς μουσικοῖς λέγεταί τι ὄνομα λεῖον, καὶ ἕτερον τὸ τραχύ, καὶ ἄλλο εὐπαγές, καὶ ἄλλ’ ὀγκηρόν. λεῖον μὲν οὖν ἐστιν ὄνομα τὸ διὰ φωνηέντων ἢ πάντων ἢ διὰ πλειόνων, οἷον Αἴας, τραχὺ δὲ οἷον βέβρωκεν· καὶ αὐτὸ δὲ τοῦτο τὸ τραχὺ ὄνομα κατὰ μίμησιν ἐξενήνεκται ἑαυτοῦ.3 εὐπαγὲς δὲ ἐπαμφοτερίζον καὶ μεμιγμένον ἴσως τοῖς γράμμασιν.
在音乐理论家(声律家)中,有的词被称为平滑,有的被称为粗粝,有的被称为坚固紧密,有的则被称为沉雄重厚。平滑之词全由或大部由元音构成,例如“埃阿斯”;粗粝之词例如“吞噬”,而“粗粝”这个词本身的发音亦是对其自身性质的摹拟。坚固之词则兼有两端,其字母均衡调和。
Τὸ δὲ ὀγκηρὸν ἐν τρισί, πλάτει, μήκει, πλάσματι, οἷον βροντὰ ἀντὶ τοῦ βροντή· καὶ γὰρ τραχύτητα ἐκ τῆς προτέρας συλλαβῆς ἔχει, καὶ ἐκ τῆς δευτέρας μῆκος μὲν διὰ τὴν μακράν, πλατύτητα δὲ διὰ τὸν Δωρισμόν· πλατέα λαλοῦσι γὰρ πάντα οἱ Δωριεῖς. διόπερ οὐδὲ ἐκωμῴδουν δωρίζοντες, ἀλλὰ πικρῶς ἠττίκιζον· ἡ γὰρ Ἀττικὴ γλῶσσα συνεστραμμένον τι ἔχει καὶ δημοτικὸν καὶ ταῖς τοιαύταις εὐτραπελίαις πρέπον.
沉雄重厚之词则在于三点:宽宏、长久与声形造模,例如以“布隆塔”代替“布隆泰”;因为其前一音节具有粗粝激越之声,而后一音节因其长元音而具长度,更因多利斯方言而具宽宏;因为多利斯人发一切音皆极宽宏平展。正因如此,人们甚至不用多利斯方言演喜剧,而是尖锐辛辣地运用阿提卡方言;因为阿提卡方言具有某种紧凑凝练、切合平民的特质,极合乎此类机智谐谑。
Ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως.4 τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα.
这些理论且作为附带的专门知识撇在一旁。在上述各类词中,唯有平滑之词应当被采纳,因其带有某种优雅之致。
Γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν· ἔστι μὲν οὖν οὐ ῥᾴδιον περὶ τοῦ τρόπου τοῦ τοιοῦδε εἰπεῖν· οὐδὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατὸν δὲ ὅμως πειρατέον λέγειν.
优雅亦能从词句的组合排列中产生。不过,要论述此类风格绝非易事;因为前人之中从未有人论及优雅的组合排列。然而,我们仍须尽己所能尝试加以阐述。
- 3.168τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος
在前文中,主语是以 ὁ εὐχάριστος(风趣优美者)在前、ὁ γελωτοποιῶν(引人发笑的弄臣)在后的顺序出现的,然而此处代词 τοῖς μέν 与 τοῖς δέ 构成了交叉配列(chiasmus):τοῖς μέν 指代后者(弄臣),τοῖς δέ 指代前者(优美者)。这由前句中 γελασθῆναι 与 γέλως、εὐφραίνειν 与 ἔπαινος 的语义呼应得以证实。
- 3.171Πηλέα ἀντὶ Οἰνέως
此宾格短语作前文分词 ἐπισχών(指着或阻拦)的支配对象。此处利用了与“酒(oinos)”谐音的名词俄纽斯(Oineus)与令人联想到“泥泞(pelos)”的佩琉斯(Peleus)之间的双关语。作者以此为例说明,这种刻意玩弄词名对立的伎俩反映出性格上的冷硬寡味(ψυχρότης)与缺乏教养。
- 3.176κατὰ μίμησιν ἐξενήνεκται ἑαυτοῦ
反身代词属格 ἑαυτοῦ 并非动词 ἐξενήνεκται 的补足语,而是作名词 μίμησιν 的宾格性属格(即“摹拟其自身的性质”)。作者指出,τραχύ(粗粝)这一词本身含有粗粝的辅音,其发音本身便音效性地摹拟了其所表达的“粗粝”之义。
- 3.178παρατεχνολογείσθω ἄλλως
παρατεχνολογείσθω 为第三人称单数现在被动态祈使语气。副词 ἄλλως 在此意为“作为题外话”或“另当别论”。整句为结束枝节讨论、重归主题的习惯用语,意即“这些权且当作附带的专门技术理论搁置一旁”。
