- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:3.156-3.167
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯列举了内容层面产生优美的途径(包括谚语、寓言、虚惊一场、比拟与夸张),继而从题材与措辞两方面辨析了优美与滑稽之别,并以萨福在雅俗诗风上的分殊为例予以印证。
Αἱ μὲν οὖν κατὰ τὴν ἑρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμά ἐστι παροιμία, ὡς ὁ Σώφρων μέν, Ἠπιόλης, ἔφη, ὁ τὸν πατέρα πνίγων. καὶ ἀλλαχόθι πού φησιν, ἐκ τοῦ ὄνυχος γὰρ τὸν λέοντα ἔγραψεν· τορύναν ἔξεσεν· κύμινον ἔπρισεν. καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύωνται αὐτῷ αἱ χάριτες· σχεδόν τε πάσας ἐκ τῶν δραμάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν.1
属于表达形式的优美及其门径大略如此;但在内容事物方面,优美则取自谚语。因为谚语本性上便是一种优美之物,正如索弗隆所说: “厄庇阿勒斯, 他说, 扼死其父者。” 又在另一处他说: “凭其爪而绘全狮;刮削汤勺;锯切孜然。” 因为他接二连三地连用两句、三句谚语,从而使优美倍增;人们几乎能从他的剧作中辑录出所有的谚语。
Καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὔχαρίς ἐστιν, ἤτοι ὁ κείμενος, ὡς ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησιν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος· πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὤν ποτε ἠδίκησεν ξένον. ὁ μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ.
寓言(神话)若运用适时,亦极具优美,或是现成的故事,正如亚里士多德论及鹰时所说,鹰因喙部弯曲而饥饿致死,其遭此报应是因昔日为人时虐待客人。他在此使用的乃是现成的、通行的寓言。
Πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥσπερ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ ὁ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι ἔνθεν καὶ ὁ μῦθός ἐστιν, ὡς ἡ σελήνη ἔτεκεν τὸν αἴλουρον· οὐ γὰρ μόνον κατ’ αὐτὴν τὴν πλάσιν ἔσται ἡ χάρις, ἀλλὰ καὶ ὁ μῦθος ἐμφαίνει χάριέν τι, αἴλουρον ποιῶν σελήνης παῖδα.
我们亦可虚构许多契合且切中事理的寓言,正如有人论及猫时说,猫随月之盈亏而消长,并附会道: “由此亦有传说称,月亮产下了猫。” 因为不仅凭借虚构本身能生出优美,寓言本身将猫视作月之子,亦展现出某种优美之致。
Πολλάκις δὲ καὶ ἐκ φόβου ἀλλασσομένου γίνεται χάρις, ὅταν διακενῆς2 τις φοβηθῇ, οἷον τὸν ἱμάντα ὡς ὄφιν ἢ τὸν κρίβανον ὡς χάσμα τῆς γῆς, ἅπερ καὶ αὐτὰ κωμῳδικώτερά ἐστιν.
优美亦常常来自虚惊一场(恐惧的化解),即某人无端感到害怕,例如把皮带当成蛇,把烤炉当成大地的深坑裂缝,这本身亦更具滑稽之风。
Καὶ εἰκασίαι δ’ εἰσὶν εὐχάριτες, ἂν τὸν ἀλεκτρυόνα Μήδῳ εἰκάσῃς, ὅτι τὴν κυρβασίαν ὀρθὴν φέρει· βασιλεῖ δέ, ὅτι πορφύρεός ἐστιν, ἢ ὅτι βοήσαντος ἀλεκτρυόνος ἀναπηδῶμεν, ὥσπερ καὶ βασιλέως βοήσαντος, καὶ φοβούμεθα.
比拟(取象)亦具优美,例如若你将公鸡比作米底人,因其将冠帽直立戴着;或比作君王,因其身带紫红,或者因公鸡啼叫时我们便惊跃而起并生畏惧,正如君王呼喝时一般。
Ἐκ δὲ ὑπερβολῶν χάριτες μάλιστα αἱ ἐν ταῖς κωμῳδίαις, πᾶσα δὲ ὑπερβολὴ ἀδύνατος, ὡς Ἀριστοφάνης ἐπὶ τῆς ἀπληστίας τῶν Περσῶν φησιν, ὅτι ὤπτουν βοῦς κριβανίτας ἀντὶ ἄρτων. ἐπὶ δὲ τῶν Θρᾳκῶν ἕτερος, ὅτι Μηδόκης ὁ βασιλεὺς βοῦν ἔφερεν ὅλον ἐν γνάθῳ.
出自夸张的优美多见于喜剧之中,而一切夸张皆属不可能之事;正如阿里斯托芬论及波斯人的贪婪时所言: “他们烤全牛入炉,以代面包。” 另有一人论及色雷斯人时说: “国王麦多克斯将整条牛含在嘴里。”
Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὰ τοιαῦτά ἐστιν, ὑγιέστερος κολοκύντης, καὶ φαλακρότερος εὐδίας, καὶ τὰ Σαπφικὰ πολὺ πακτίδος ἁδυμελεστέρα, χρυσοῦ χρυσοτέρα. πᾶσαι γὰρ αἱ τοιαῦται χάριτες ἐκ τῶν ὑπερβολῶν εὕρηνται.
同类的亦有如下表述: “比南瓜更健康”,以及 “比晴空更光秃”,还有萨福的诗句: “比竖琴声远为甜美,比黄金更加金黄。” 因为所有此类优美皆从夸张中提炼而出。
Διαφέρουσι δὲ τὸ γελοῖον καὶ εὔχαρι πρῶτα μὲν τῇ ὕλῃ· χαρίτων μὲν γὰρ ὕλη νυμφαῖοι κῆποι, ἔρωτες, ἅπερ οὐ γελᾶται· γέλωτος δὲ Ἶρος καὶ Θερσίτης. τοσοῦτον οὖν διοίσουσιν, ὅσον ὁ Θερσίτης τοῦ Ἔρωτος.
滑稽与优美首先在题材原料上有所区分:因为优美的题材是宁芙之园、诸爱神,这些绝不会引人发笑;而笑谑的题材则是伊洛斯与忒耳西忒斯。因此二者之别,恰如忒耳西忒斯之于爱神。
Διαφέρουσι δὲ καὶ τῇ λέξει αὐτῇ. τὸ μὲν γὰρ εὔχαρι μετὰ κόσμου ἐκφέρεται καὶ δι’ ὀνομάτων καλῶν, ἃ μάλιστα ποιεῖ τὰς χάριτας, οἷον τὸ ποικίλλεται μὲν γαῖα πολυστέφανος καὶ τὸ χλωρηῒς ἀηδών· τὸ δὲ γελοῖον καὶ ὀνομάτων ἐστὶν εὐτελῶν καὶ κοινοτέρων, ὥσπερ ἔχει· ὅσον γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα.
它们在措辞本身上亦有区别。因为优美之辞伴随修饰,并通过最能产生优美的华美词藻表达出来,例如: “大地披戴万重花冠,绚丽斑斓”,以及: “苍翠青葱之夜莺”;而滑稽之辞则由廉价平庸的俗字构成,正如那句话所说: “我越是自食其力、孤僻独居,便越是变得嗜话如命。”
Ἔπειτα ἀφανίζεται ὑπὸ τοῦ κόσμου τῆς ἑρμηνείας,3 καὶ ἀντὶ γελοίου θαῦμα γίνεται. αἱ μέντοι χάριτές εἰσι μετὰ σωφροσύνης, τὸ δὲ ἐκφράζειν τὰ γέλοια ὅμοιόν ἐστι καὶ καλλωπίζειν πίθηκον.
再者,[滑稽]会因表达的修饰而被泯灭,取代可笑的反而变成了惊异。优美实则伴随着节制,然而将滑稽之事藻饰以华词,便如同给猿猴施加脂粉粉饰一般。
Διὸ καὶ ἡ Σαπφὼ περὶ μὲν κάλλους ᾅδουσα καλλιεπής ἐστι καὶ ἡδεῖα, καὶ περὶ ἐρώτων δὲ καὶ ἔαρος καὶ περὶ ἁλκυόνος, καὶ ἅπαν καλὸν ὄνομα ἐνύφανται αὐτῆς τῇ ποιήσει, τὰ δὲ καὶ αὐτὴ εἰργάσατο.
因此,萨福在歌咏美丽时词章华美、甜美怡人,在歌咏爱情、春日与翠鸟时亦然,一切华丽的词藻皆织入她的诗篇,其中一些甚至是由她自己独创的。
Ἄλλως δὲ σκώπτει τὸν ἄγροικον νυμφίον, καὶ τὸν θυρωρὸν τὸν ἐν τοῖς γάμοις, εὐτελέστατα καὶ ἐν πεζοῖς ὀνόμασι μᾶλλον ἢ ἐν ποιητικοῖς, ὥστε αὐτῆς μᾶλλόν ἐστι τὰ ποιήματα ταῦτα διαλέγεσθαι ἢ ᾅδειν,4 οὐδ’ ἂν ἁρμόσαι πρὸς τὸν χορὸν ἢ πρὸς τὴν λύραν, εἰ μή τις εἴη χορὸς διαλεκτικός.
然而在另一方面,当她嘲弄粗鄙的新郎以及婚礼上的看门人时,用词却极为廉价平庸,多取散文之语而少用诗性辞藻,以至于她的这些诗篇更适于言谈对话而非歌唱,亦绝不适于合唱队或里拉琴,除非存在某种纯属对白性的合唱队。
- 3.156ἐκλέξαι ἐστίν
动词 ἔστι 与不定式 ἐκλέξαι 连用,相当于非人称动词 ἔξεστι 的用法,表示客观上的可能性(“可以辑录/选取”)。
- 3.159διακενῆς
由介词 διά 与阴性单数属格形容词 κενῆς 结合而成的副词性成语,意为“无缘无故地”、“白白地”或“徒劳地”。
- 3.165Ἔπειτα ἀφανίζεται ὑπὸ τοῦ κόσμου τῆς ἑρμηνείας
动词 ἀφανίζεται 的主语承前省略,指代前文提到的 τὸ γελοῖον(滑稽之物)。其逻辑是:若对滑稽之事物施以华丽的修饰,笑料本身就会被泯灭,反而转化为惊异。
- 3.167ὥστε αὐτῆς μᾶλλόν ἐστι τὰ ποιήματα ταῦτα διαλέγεσθαι ἢ ᾅδειν
属格 αὐτῆς 既可作为所有格修饰 τὰ ποιήματα ταῦτα(“她的这些诗作”),亦可看作表征属格;后随的不定词短语 διαλέγεσθαι ἢ ᾅδειν 充当实际上的主语,整体意为“她的这些诗作更适于谈诵而非歌唱”。
