- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:3.146-3.155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者举例论述了各种造就优美风格的修辞手法,包括譬喻、自转其说(悔言)、借用他人诗行、讽喻、出其不意与语无伦次(谜语)、对仗句肢以及隐蔽的指责。
Ἐκ δὲ παραβολῆς καὶ ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς ἡ Σαπφώ φησι, "πέρροχος ὡς ὅτ’ ἀοιδὸς ὁ Λέσβιος ἀλλοδαποῖσιν." ἐνταῦθα γὰρ χάριν ἐποίησεν ἡ παραβολὴ μᾶλλον ἢ μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὥσπερ ἡ σελήνη τῶν ἄλλων ἄστρων, ἢ ὁ ἥλιος ὁ λαμπρότερος, ἢ ὅσα ἄλλα ἐστὶ ποιητικώτερα.
优美亦可出自譬喻(比照),正如萨福论及出类拔萃之人时所言: “卓尔不凡,正如莱斯博斯的歌者凌驾于异邦人之上。” 因为在此处,譬喻产生的是优美而非崇高宏大,尽管她本可以说“卓尔不凡正如月之于众星”,或“如更为灿烂的太阳”,以及其他更为诗意的话语。
Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί, θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλίζοντι,1 οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ.2 καὶ γὰρ ἐνταῦθα ἐπίχαρις ἡ παραβολή ἐστι, καὶ τοὺς Τρῶας διαπαίζουσα ὥσπερ παῖδας.
索弗隆本人在同类表现中亦说道: “看啊,孩子们正向男人们投掷多少树叶和干草——正如人们所说,亲爱的,特洛伊人用泥巴扔埃阿斯一般。” 因为在此处,这譬喻亦极具优美,将特洛伊人当作孩童般加以戏弄。
Ἔστι δέ τις ἰδίως χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰποῦσα μεταβάλληται καὶ ὥσπερ μετανοήσῃ, οἷον ὕψου δή, φησί, τὸ μέλαθρον ἀέρατε τέκτονες· γαμβρὸς εἰσέρχεται ἶσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων, ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς,3 ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν.
亦有一种萨福特有的优美,出自自转其说(更辙悔言),即她在言及某事之后随即反转,恍若悔改一般;例如: “木匠们啊, 她说, 把栋梁高高架起!新郎入门,其身匹敌阿瑞斯,远甚于昂藏伟丈夫”,这仿佛是她在自我省察克制,因她使用了不可能成立的夸张,且没有任何人能匹敌阿瑞斯。
Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ Τηλεμάχῳ, ὅτι δύο κύνες δεδέατο4 πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰπεῖν τῶν κυνῶν. ἀλλὰ τί ἄν μοι βούλοιτο τὰ ὀνόματα ταῦτα; καὶ γὰρ οὗτος μεταβαλλόμενος μεταξὺ ἠστεΐσατο καὶ ἀποσιγήσας τὰ ὀνόματα.
同类的亦有忒勒玛科斯文中的一例: “庭院前拴着两只狗,我甚至能说出这二犬的名字。但这名字对我又有何益呢?” 因为他亦在半途转意,对名字避而不言,从而成了一则俏皮之语。
Καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς ὁ Ἀριστοφάνης σκώπτων που τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν, "ἀλλὰ τὸν ἑαυτοῦ νεὼ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν." ὥσπερ γοῦν οὐκέτι ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ᾽ Ὅμηρος καὶ ὁ στίχος ὁ Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν ἡ χάρις.
优美亦可来自借用他人的诗句,正如阿里斯托芬在某处嘲弄宙斯未用雷霆惩戒恶人时所说: “然而他击毁了自己的神庙,击中了雅典的苏尼翁海岬。” 因为此时似乎不再是宙斯遭到了滑稽讽刺,而是荷马及其诗行遭到了讽刺,由此优美便更为倍增。
Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τό, Δελφοί, παιδίον ὑμῶν ἁ κύων φέρει. καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων, ἐνθάδε ὦν κἠγὼ παρ’ ὕμμε τοὺς ὁμότριχας ἐξορμίζομαι, πλόον δοκάζων πόντιον· ἀρτέαι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι· ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ’ ἰχθύων, σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα. καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.
某些讽喻(隐喻)亦带有一种机巧的风趣,例如: “德尔斐人啊,母狗正怀着你们的孩子”,以及索弗隆论及老年人的话: “因此如今我亦与你们这些同为白发之人一同起锚出港,窥候出海之期;因为对这般年纪的人来说,船锚早已提起了”;还有他借游鱼对妇女所作的讽喻,例如: “竹蛏啊,肉质甜美的贝类,寡妇们的珍馐美味。” 此类描写更近于摹拟剧(拟剧),且带有些许粗鄙之气。
Ἔστι δέ τις καὶ ἡ παρὰ τὴν προσδοκίαν χάρις, ὡς ἡ τοῦ Κύκλωπος, ὅτι ὕστατον ἔδομαι Οὖτιν. οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ὁ ἀναγινώσκων. καὶ ὁ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, κηρὸν διατήξας, φησίν, εἶτα διαβήτην λαβών, ἐκ τῆς παλαίστρας ἱμάτιον ὑφείλετο.
亦有一种出自出其不意(落差)的优美,正如独眼巨人之语: “我将最后吃掉‘无人’。” 因为无论是奥德修斯还是读者,皆未曾预料到会有此等款待的礼物。又如阿里斯托芬论及苏格拉底时所说: “融化了蜡, 他说, 接着拿起圆规,便从角力场偷走了一件披风。”
Ἤδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο ἡ χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ̓ οὐδ’ ἠκολούθει τοῖς προτέροις· ἡ δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρῖφος, ὥσπερ ὁ παρὰ Σώφρονι ῥητορεύων Βουλίας. οὐδὲν γὰρ ἀκόλουθον αὑτῷ λέγει· καὶ παρὰ Μενάνδρῳ δὲ ὁ πρόλογος τῆς Μεσσηνίας.
然而在此处,优美实则已由两种来源促成:它不仅突如其来违背预期,而且与前文毫无承接关联。此种语无伦次被称为谜语(格里福斯),正如在索弗隆剧中高谈阔论的布利亚斯;因为他所说的内容前后毫无逻辑。梅南德罗斯《麦塞尼亚女子》的序白亦属此类。
Πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς ὁ Ἀριστοτέλης, ἐκ μὲν Ἀθηνῶν, φησίν, ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν· ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν. καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δ’ οὖν ἀποκόψῃς τοῦ ἑτέρου κώλου τὸ μέγαν, συναφαιρεῖται καὶ ἡ χάρις.
对仗平衡的句肢(等节)亦常能产生优美,正如亚里士多德所言: “从雅典, 他说, 我因大王而去往斯塔盖拉;又从斯塔盖拉,因严冬(大冬)而去往雅典。” 因为他在两处句肢末尾皆落于同一个词上,从而造就了优美;倘若你从其中一句肢中削去“大”字,优美亦随之被剥离无存。
Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει ὅ τι ἔχοι· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀποκεκρυμμέναι.
隐蔽的指责有时亦宛如优美之语,正如色诺芬作品中,处于修特斯处的赫拉克莱德斯走向同席就餐的每一个人,劝说他们将各自所有之物赠予修特斯;因为这些言辞既展现出某种优美,实则又是隐蔽的指责。
- 3.147τοὺς παῖδας τοὺς ἄνδρας βαλλίζοντι
动词 βαλλίζοντι 为多利斯方言形式(现在直陈式第三人称复数,相当于雅典方言的 βαλλίζουσι)。动词 βαλλίζω(此处等同于 βάλλω)支配双重宾格:受击的对象(τοὺς ἄνδρας)与投掷的事物(ὅσα φύλλα καὶ κάρφεα)。
- 3.147οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ
由 φαντί(相当于雅典方言的 φασί)引导的带不定式的宾格句式,其中省略了不定式(如 βάλλειν 或 βαλλίζειν)。τοὺς Τρῶας 为不定式的逻辑主语(主格性宾格),τὸν Αἴαντα 为宾语(宾格),τῷ παλῷ 为方式手段与格。
- 3.148ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς
中动态分词 ἐπιλαμβανομένη 支配反身代词属格 ἑαυτῆς,为表示“克制自我”、“自我反思更正”的习惯搭配。随后的 ὅτι 从句补充说明了此种自制的原因与认识内容。
- 3.149δύο κύνες δεδέατο
δεδέατο 为动词 δέω(系、拴)在爱奥尼亚与史诗方言中的过去完成时被动态第三人称复数形式(相当于雅典散文的 ἐδέδεντο)。词尾 -ατο 代替了 -ντο 作为复数第三人称标记。
