← 法勒鲁姆的德米特里

论文体

§3.137-3.145

措辞与修辞技巧中产生优美的诸手法

阐述了源于措辞的优美论题,包括简练、语序(将新奇要素置于末尾)、叠字与首字重复等修辞句式,以及隐喻、复合词、口语词、新造词和反常指称等手法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.137

Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται,1 ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι, τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον· καὶ εἶχεν οὕτως. τὸ γὰρ ἐπιλεγόμενον τὸ εἶχεν οὕτως ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο, διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος. 

因此,首先第一种是由简练所产生的优美,即同一内容若被拉长便显得无味,但凭借迅捷则生优美,正如在色诺芬处: “事实上,此人根本没有希腊人的份,因为我见他像吕底亚人一样两耳都被穿了孔;事实也果真如此。” 因为后加的那句“事实也果真如此”,通过其简练创造了优美;若用更多的话拉长说成: “他说的是真话,因为那孔确实是被穿过的”,那就变成了枯燥的叙述,而非优美了。

§3.138

Πολλάκις δὲ καὶ δύο φράζεται δι’ ἑνὸς πρὸς τὸ χάριεν, οἷον ἐπὶ τῆς Ἀμαζόνος καθευδούσης ἔφη τις, ὅτι τὸ τόξον ἐντεταμένον ἔκειτο, καὶ ἡ φαρέτρα πλήρης, τὸ γέρρον ἐπὶ τῇ κεφαλῇ· τοὺς δὲ ζωστῆρας οὐ λύονται.2 ἐν γὰρ τούτῳ καὶ ὁ νόμος εἴρηται ὁ περὶ τοῦ ζωστῆρος, καὶ ὅτι οὐκ ἔλυσε τὸν ζωστῆρα, τὰ δύο πράγματα διὰ μιᾶς ἑρμηνείας. καὶ ἀπὸ τῆς συντομίας ταύτης γλαφυρόν τί ἐστι.

此外,为了达到优美,人们常常借一语表达两件事,例如有人描写沉睡的阿玛宗女战士说: “弓上着弦放着,箭筒满装,皮盾枕于头下;而她们从不解开腰带。” 因为在这句话中,既说明了关于腰带的习俗禁令,又说明了她未曾解开腰带,以单一表述道出了两件事。而从这种简练之中便产生出某种雅致。

§3.139

Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν ἢ μέσον ἄχαρι γίνεται· ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου, δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι. ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι3 διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι δίδωσιν αὐτῷ δῶρα, τήν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν. νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις.

第二种来源出自语序(位置)。因为同一内容若放在开头或中间便显无味,但在结尾处则显优美;正如色诺芬论及居鲁士时所说: “他又赐给他礼物:一匹马、一件袍服、一条项圈,以及其领土不再遭劫掠。” 因为在这些之中,造成优美效果的正是在结尾处的“其领土不再遭劫掠”,这是由于礼物的奇特与不同寻常所致。而正是位置成就了这番优美。倘若它被放在开头,比如写成: “赐给他礼物,使其领土不再遭劫掠,又赐一匹马、一件袍服、一条项圈”,那就会显得逊色无味了。但如今先说惯常的礼物,最后再加上那件奇特非同寻常之物,优美便由这一切凝聚而成。

§3.140

Αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δῆλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοῖ, οἷον ἐκ τῆς ἀναδιπλώσεως, ὅπου νύμφη πρὸς τὴν παρθενίαν φησί, παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχῃ; ἡ δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι, οὐκέτι ἥξω πρὸς σέ, οὐκέτι ἥξω· πλείων γὰρ χάρις ἐμφαίνεται, ἢ εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἡ ἀναδίπλωσις πρὸς δεινότητας μᾶλλον δοκεῖ εὑρῆσθαι, ἡ δὲ καὶ τοῖς δεινοτάτοις καταχρῆται ἐπιχαρίτως.

出自辞格(修辞句式)的优美是显而易见的,且在萨福的作品中最为丰富;例如出自叠字(联珠法),新娘向童贞说道: “童贞啊,童贞,你弃我而去向何方?” 童贞以相同的辞格回答她: “我不再来到你处,不再来到。” 因为这比仅说一次且不加辞格展现出更多的优美。尽管叠字法似乎更多是为了震慑力而创制,她却能极其优美地妙用即使是最具震慑力的手段。

§3.141

Χαριεντίζεται δέ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, Ἕσπερε, πάντα φέρεις, φησί, φέρεις ὄϊν, φέρεις αἶγα, φέρεις ματέρι παῖδα. καὶ γὰρ ἐνταῦθα ἡ χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς φέρεις ἐπὶ τὸ αὐτὸ ἀναφερομένης.

有时优美亦出自首字重复法(首语渐现),正如论及黄昏星时所说: “黄昏星啊,你带回万物”,她说,“你带回羊,你带回山羊,你带回孩子回到母亲身旁。” 因为在此处,优美亦产生于“你带回”这一词语向同一对象的反复提及。

§3.142

Πολλὰς δ’ ἄν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίγνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἢ ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος, πτερύγων δ’ ὑποκακχέει λιγυρὰν ἀοιδάν, ὅ τι ποτ’ ἂν φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ· ἢ ἐκ συνθέτου ὀνόματος καὶ διθυραμβικοῦ, δέσποτα Πλούτων μελανοπτερύγων, τουτὶ δεινὸν πρὸ πτερύγων αὐτὸ ποίησον. ἃ μάλιστα δὴ κωμῳδικὰ παίγνιά ἐστι καὶ σατυρικά.

人们亦可引出许多其他优美。优美亦产生自措辞本身,或出自隐喻,正如描写蝉时: “从双翼之下倾泻出清脆的歌声,无论何时在炎热的正午飞鸣相和”;或出自复合词与酒神颂式的用语: “黑翼的冥王普鲁托啊,请将这羽翼前的可怖之物成就出来”;这极具喜剧与萨堤洛斯剧式的戏谑风格。

§3.144

Καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται, ὡς ὁ Ἀριστοτέλης, ὅσῳ γάρ, φησί, μονώτης εἰμί, φιλομυθότερος γέγονα. καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ, ὅσῳ γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα. τὸ μὲν γὰρ μονώτης ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ αὐτίτης πεποιημένον ἐκ τοῦ αὐτός.

它亦可出自日常俚俗的词语,正如亚里士多德所说: “因为我越是孤独,便越发喜爱神话。” 亦可出自新造词,正如同一作者在同处所言: “因为我越是独处于自身且孤独,便越发喜爱神话。” 因为 “孤独者”已属于较口语的习俗用语,而“独处于自身者”则是从“自身”一词新造出来的。

§3.145

Πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπί τινος4 χαρίεντά ἐστιν, οἷον ὁ γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ καὶ κόβαλος. ἐνταῦθα ἡ χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἔθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται χάριτες παῤ αὐτὰς τὰς λέξεις.

许多词语亦因其适用于特定对象而显得优美,例如: “因为这只鸟是个奉承者和无赖。” 在此处,优美出自将鸟当作人类般加以嘲弄,且在于他将非寻常的名称冠于鸟类身上。诸如此类的优美便存在于文词本身之中。

语法注4 条
  1. 3.137τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται

    分词 μηκυνόμενον 在 ὅταν 引出的带虚拟式 γένηται 的泛指从句中作条件/时间性副词分词(“若被拉长”),与后文的 ὑπὸ δὲ τάχους(“凭借迅捷”)构成鲜明的正反并列。

  2. 3.138τοὺς δὲ ζωστῆρας οὐ λύονται

    中动态动词 λύονται 为间接反身用法(“解开她们自己的腰带”)。以现在时复数形式陈述,既表达了阿玛宗人普遍的习俗规范,又同时蕴含了该沉睡女战士未解腰带的具体事实,下文随即将其分析为“以单一表述表达两件事”(δύο πράγματα διὰ μιᾶς ἑρμηνείας)。

  3. 3.139τὸ τὴν χάριν ποιοῦν τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι

    冠词附加不定式短语 τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι 与前面的中性冠词分词短语 τὸ τὴν χάριν ποιοῦν(“产生优美之物”)构成同位语关系,对后者具体所指的内容加以指明。

  4. 3.145παρὰ τὴν θέσιν τὴν ἐπί τινος

    此处的 θέσις 在修辞学与语言讨论中指“术语的赋予/命名/应用”,ἐπί τινος 则表示“针对某一特定对象”。优美并非源自词汇本身的罕见,而是源自将适用于人类的词语(κόλαξ, κόβαλος)反常地转移应用到鸟类身上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:3.137-3.145