- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:3.128-3.136
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者界定了优美体(光润体),区分了诗意庄重的优美与喜剧式的诙谐,并结合荷马与色诺芬等人的例证,探讨了优美如何存在于题材本身、措辞修饰以及说话者从阴沉题材中提炼出的机智趣味之中。
Ὁ γλαφυρὸς λόγος χαριεντισμὸς καὶ ἱλαρὸς λόγος ἐστί. τῶν δὲ χαρίτων αἱ μέν εἰσι μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου· τὸ γὰρ ἧς ῥᾷον ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους, τὸ ἐπὶ τῆς πρεσβύτιδος,1 καὶ τὸ ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφεν δραχμάς, οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέρουσιν σκωμμάτων, οὐδὲ πόρρω γελωτοποιΐας εἰσί.
优美体是一种风趣且令人愉悦的文辞。在各种优美之中,有些更为宏大庄重,即诗人们的优美;有些则较为低俗且更具喜剧色彩,近于讥嘲,例如亚里士多德、索弗隆和吕西亚斯式的情趣;例如: “数她的牙齿比数她的手指更容易”,这句话是针对一位老妇人说的;又如: “他理应挨多少皮鞭,就拿了多少德拉克马”;此类机智的巧言与讥嘲毫无二致,亦不亚于滑稽戏谑。
Τὸ δὲ "τῇ δέ θ’ ἅμα Νύμφαι παίζουσι· γέγηθε δέ τε φρένα Λητώ·" καὶ "ῥεῖα δ’ ἀριγνώτη πέλεται· καλαὶ δέ τε πᾶσαι·" αὗταί εἰσιν αἱ λεγόμεναι σεμναὶ χάριτες καὶ μεγάλαι.
而另一方面,如: “仙女们伴她一同 嬉戏,勒托心中欢悦”,以及: “她极易被辨认出,尽管皆为姝丽”;这些便是所谓的庄重而宏大的优美。
Χρῆται δὲ αὐταῖς Ὅμηρος καὶ πρὸς δείνωσιν ἐνίοτε καὶ ἔμφασιν, καὶ παίζων φοβερώτερός ἐστι,2 πρῶτός τε εὑρηκέναι δοκεῖ φοβερὰς χάριτας, ὥσπερ τὸ ἐπὶ τοῦ ἀχαριτωτάτου προσώπου, τὸ ἐπὶ τοῦ Κύκλωπος, τὸ Οὖτιν ἐγὼ πύματον ἔδομαι, τοὺς δὲ λοιποὺς πρώτους, τὸ τοῦ Κύκλωπος ξένιον· οὐ γὰρ οὕτως αὐτὸν ἐνέφηνεν δεινὸν ἐκ τῶν ἄλλων, ὅταν δύο δειπνῇ ἑταίρους, οὐδ’ ἀπὸ τοῦ θυρεοῦ ἢ ἐκ τοῦ ῥοπάλου, ὡς ἐκ τούτου τοῦ ἀστεϊσμοῦ.
荷马有时亦将这些用于制造震慑力与蓄意寄托,并且在戏谑之中更显可怖;他似乎是最先创制出可怖之优美的人,正如针对最无优美可言的人物——库克洛普斯所说的那句话: “无人我将最后吃掉,其余的人先吃”,这就是库克洛普斯的“款客之礼”;因为荷马从其他情节——当他吞食两位同伴时——或从石门板和木棒,皆未曾像从这句俏皮话那样,将他表现得如此可怖。
Χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινότητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος, ἐρωτηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα. διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυναῖκες αὐτοῖς εἵποντο, ἀλλ’ Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν.
色诺芬亦运用此类手法,他本人亦能从优美之中引出震慑力;例如关于那位持械的女舞者,帕夫拉戈尼亚人问他,女人是否也随同他们作战,他回答说:“是的,因为正是她们打跑了波斯王。” 因为从优美中展现出的震慑力是双重的:其一在于追随他们的并非普通女人,而是阿玛宗人;其二在于针对波斯王,若他竟弱到被女人打得逃跑。
Τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρωτες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κἂν ὑπὸ Ἱππώνακτος λέγηται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυτοῦ· οὐδεὶς γὰρ ἂν ὑμέναιον ᾅδοι ὀργιζόμενος, οὐδὲ τὸν Ἔρωτα Ἐρινὺν ποιήσειεν τῇ ἑρμηνείᾳ ἢ γίγαντα, οὐδὲ τὸ γελᾶν κλαίειν.
优美的种类大抵如此。有些优美存在于题材事物之中,例如仙女们的花园、婚礼歌、爱情题材,以及萨福的全部诗篇。因为此类事物即使由希波纳克斯说出,亦是优美的,事物本身便令人愉悦;因为没有人会在愤怒时唱起婚礼歌,亦不会在修辞上将厄洛斯变成复仇女神厄里倪厄斯或巨人,亦不会化欢笑为痛哭。
Ὥστε ἡ μέν τις ἐν πράγμασι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις ποιεῖ ἐπιχαριτώτερα, οἷον "ὡς δ’ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο·" ἐνταῦθα γὰρ καὶ ἡ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷ τε χλωρηῒς καὶ τῷ Πανδαρέου κούρη εἰπεῖν ἐπὶ ὄρνιθος,3 ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι.
因此,有一类优美存在于事物之中,但亦有些事物由措辞本身使其变得更为优美,例如: “宛如潘达瑞奥斯之女,那黄绿色的夜莺, 在初春降临之际婉转啼鸣”;因为在此处,夜莺本就是一种可爱的小鸟,春天在本质上亦是可爱的,然而它被文辞极大地修饰增色,且通过对鸟称以“黄绿色的”以及 “潘达瑞奥斯之女”,而变得更加优美,这些皆是这位诗人独有的手笔。
Πολλάκις δὲ καὶ τὰ μὲν πράγματα ἀτερπῆ ἐστι φύσει καὶ στυγνά, ὑπὸ δὲ τοῦ λέγοντος γίνεται ἱλαρά. τοῦτο δὲ παρὰ Ξενοφῶντι δοκεῖ πρώτῳ εὑρῆσθαι· λαβὼν γὰρ ἀγέλαστον πρόσωπον καὶ στυγνόν, τὸν Ἀγλαϊτάδαν, τὸν Πέρσην, γέλωτα εὗρεν ἐξ αὐτοῦ χαρίεντα, ὅτι ῥᾷόν ἐστι πῦρ ἐκτρῖψαι ἀπὸ σοῦ ἢ γέλωτα.
此外,往往有些事物在本质上是令人不悦且阴沉的,但在说话者口中却变得愉悦。这似乎最早见于色诺芬;因为他选取了一个不苟言笑且阴沉的人物,即波斯人阿格莱塔达斯,并从他身上引出了风趣的笑料,说: “从你身上擦出火星,比引出笑声还要容易。”
Αὕτη δέ ἐστι καὶ ἡ δυνατωτάτη χάρις, καὶ μάλιστα ἐν τῷ λέγοντι. τὸ μὲν γὰρ πρᾶγμα καὶ φύσει στυγνὸν ἦν καὶ πολέμιον χάριτι, ὥσπερ καὶ Ἀγλαϊτάδας. ὁ δ’ ὥσπερ ἐνδείκνυται, ὅτι καὶ ἀπὸ τῶν τοιούτων παίζειν ἔστιν, ὡσπερεὶ καὶ ὑπὸ θερμοῦ ψύχεσθαι, θερμαίνεσθαι δὲ ὑπὸ τῶν ψυχρῶν.
这乃是最有力量的优美,且最主要在于说话者自身。因为这题材在本质上是阴沉的,与优美为敌,正如阿格莱塔达斯本人一样;然而说话者却表明,从如此的事物中亦能引出戏谑,正如被热所冷却,被寒冷所温暖一般。
Ἐπεὶ δὲ τὰ εἴδη τῶν χαρίτων δέδεικται, τίνα ἐστὶ καὶ ἐν τίσιν, νῦν καὶ τοὺς τόπους παραδείξομεν, ἀφ̓ ὧν αἱ χάριτες. ἦσαν δὲ ἡμῖν αἱ μὲν ἐν τῇ λέξει, αἱ δὲ ἐν τοῖς πράγμασιν. παραδείξομεν οὖν καὶ τοὺς τόπους καθ̓ ἑκάτερα· πρώτους δὲ τοὺς τῆς λέξεως.
既然优美的诸般形态、其本质以及所寓之处皆已表明,现在我们亦将展示优美所由产生的来源(论题)。对于我们而言,有些优美寓于措辞之中,有些寓于事物之中。因此我们将依照两方面分别展示其来源,而首先论述属于措辞的来源。
- 3.128τὸ ἐπὶ τῆς πρεσβύτιδος
中性单数定冠词 τὸ 将介词短语 ἐπὶ τῆς πρεσβύτιδος 名词化,与前文所引关于老妇的讥刺语句(ἧς ῥᾷον ἄν τις...)构成同位语或说明性成分,相当于省略了分词 ῥηθέν(意为“针对老妇人所说的话”)。
- 3.130παίζων φοβερώτερός ἐστι
现在分词 παίζων 具有让步或伴随/时间性功能(意为“在戏谑之时/即便在戏谑中”)。它突显了一种矛盾修辞法:本应带来轻松诙谐的“戏谑”,反而在此处产生了“更加可怖(φοβερώτερος)”的震慑效果。
- 3.133τῷ τε χλωρηῒς καὶ τῷ Πανδαρέου κούρη εἰπεῖν ἐπὶ ὄρνιθος
带定冠词与格的不定式短语 τῷ... εἰπεῖν 表示手段或原因(“通过说出……”)。被引用的主格名词短语 χλωρηῒς 与 Πανδαρέου κούρη 作为直接引语充当 εἰπεῖν 的宾语成分,表示将这些专属于诗艺的词汇施加于一只鸟(ἐπὶ ὄρνιθος)之上。
