← 法勒鲁姆的德米特里

论文体

§2.118-2.127

散文过律与夸张法所导致的冷淡体

作者批判了因格律暴露无遗及微事夸大所导致的冷淡体,指出拔高小事的合理修辞例外,继而将夸张法分为三类,论述其内在的冷淡性与喜剧功用,赞赏萨福独特的优雅处理,最后过渡至优美体的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.118

Ψυχρὸν δὲ καὶ τὸ μέτρα τιθέναι συνεχῆ, καθάπερ τινές, καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας·1 ποίημα γὰρ ἄκαιρον ψυχρόν, ὥσπερ καὶ τὸ ὑπέρμετρον.

此外,正如某些人所做的那样,安排连续的格律而未被文势的连续性巧妙隐蔽,这亦是冷淡的;因为不合时宜的作诗是冷淡的,正如过度的格律亦是如此。

§2.119

Καὶ καθόλου ὁποῖόν τί ἐστιν ἡ ἀλαζονεία, τοιοῦτον καὶ ἡ ψυχρότης· ὅ τε γὰρ ἀλαζὼν τὰ μὴ προσόντα αὐτῷ αὐχεῖ ὅμως ὡς προσόντα, ὅ τε μικροῖς πράγμασιν περιβάλλων ὄγκον, καὶ αὐτὸς ἐν μικροῖς ἀλαζονευομένῳ ἔοικεν. καὶ ὁποῖόν τι τὸ ἐν τῇ παροιμίᾳ κοσμούμενον ὕπερον, τοιοῦτόν τί ἐστι καὶ τὸ ἐν τῇ ἑρμηνείᾳ ἐξηρμένον ἐν μικροῖς πράγμασιν.

总的来说,吹嘘夸大是何种形态,冷淡亦是何种形态;因为吹嘘者夸耀自己并不具备的事物,仿佛自己拥有一般,而将沉重的分量施于微小事物之上的人,亦宛如在微末之事上自吹自擂。正如谚语中所说“被修饰的杵”,在文辞表达中用于微小事物上的拔高之词亦是如此。

§2.120

Καίτοι τινές φασι δεῖν τὰ μικρὰ μεγάλως λέγειν, καὶ σημεῖον τοῦτο ἡγοῦνται ὑπερβαλλούσης δυνάμεως. ἐγὼ δὲ Πολυκράτει μὲν τῷ ῥήτορι συγχωρῶ ἐγκωμιάζοντι ὡς Ἀγαμέμνονα2 ἐν ἀντιθέτοις καὶ μεταφοραῖς καὶ πᾶσι τοῖς ἐγκωμιαστικοῖς τρόποις· ἔπαιζεν γάρ, οὐκ ἐσπούδαζεν, καὶ αὐτὸς τῆς γραφῆς ὁ ὄγκος παίγνιόν ἐστι. παίζειν μὲν δὴ ἐξέστω, ὥς φημι, τὸ δὲ πρέπον ἐν παντὶ πράγματι φυλακτέον, τοῦτ’ ἔστι προσφόρως ἑρμηνευτέον, τὰ μὲν μικρὰ μικρῶς, τὰ μεγάλα δὲ μεγάλως.

然而有人却说,应当将微小之事说得宏大,并将此视为力量非凡的标志。至于我,对于修辞家波吕克拉忒斯运用对照、隐喻以及一切颂辞技巧,将某人如同阿伽门农一般加以赞颂,我固然可以认可;因为他是在戏谑,并非认真,文章本身的沉重感即是一种游戏。正如我所言,戏谑自无不可,但在任何事物中皆须恪守得体,也就是说必须相称地表达:小事以微小方式表达,大事以宏大方式表达。

§2.121

Καθάπερ Ξενοφῶν ἐπὶ τοῦ Τηλεβόα ποταμοῦ μικροῦ ὄντος καὶ καλοῦ φησιν, οὗτος δὲ ποταμὸς ἦν μέγας μὲν οὔ, καλὸς δέ· τῇ γὰρ βραχύτητι τῆς συνθέσεως καὶ τῇ ἀπολήξει τῇ εἰς τὸ δὲ μόνον οὐκ ἐπέδειξεν ἡμῖν μικρὸν ποταμόν. ἕτερος δέ τις ἑρμηνεύων ὅμοιον τῷ Τηλεβόᾳ ποταμῷ ἔφη, ὡς ἀπὸ τῶν Λαυρικῶν ὀρέων ὁρμώμενος ἐκδιδοῖ ἐς θάλασσαν, καθάπερ τὸν Νεῖλον ἑρμηνεύων κατακρημνιζόμενον ἢ τὸν Ἴστρον ἐκβάλλοντα. πάντα οὖν τὰ τοιαῦτα ψυχρότης καλεῖται.

正如色诺芬谈及小而美丽的忒勒波阿斯河时所说: “而这条河虽不大,却很美丽”;因为凭借组合法的简短,以及以“却(de)”结尾的收束,他几乎将这条小河直接展现在我们眼前。然而另有人在描写一条与忒勒波阿斯河相似的河流时却说: “自劳利昂山脉奔涌而出,注入大海”,仿佛在描写尼罗河的飞流直下或伊斯特罗斯河的浩荡入海。因此,所有此类表达皆被称为冷淡。

§2.122

Γίνεται μέντοι τὰ μικρὰ μεγάλα ἕτερον τρόπον, οὐ διὰ τοῦ ἀπρεποῦς, ἀλλ’ ἐνίοτε ὑπ’ ἀνάγκης. οἷον ὅταν μικρὰ κατορθώσαντά τινα στρατηγὸν ἐξαίρειν βουλώμεθα ὡς μεγάλα κατωρθωκότα, ἢ οἷον ὅτι ἔφορος ἐν Λακεδαίμονι τὸν περιέργως καὶ οὐκ ἐπιχωρίως σφαιρίσαντα ἐμαστίγωσεν· τούτῳ γὰρ αὐτόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγῳδοῦμεν,3 ὡς οἱ τὰ μικρὰ πονηρὰ ἔθη ἐῶντες ὁδὸν τοῖς μείζοσι πονηροῖς ἀνοιγνύουσιν, καὶ ὅτι ἐπὶ τοῖς μικροῖς παρανομήμασιν χρὴ κολάζειν μᾶλλον, οὐκ ἐπὶ τοῖς μεγάλοις. καὶ τὴν παροιμίαν ἐποίσομεν, ἀρχὴ δέ τοι ἥμισυ παντός, ὡς ἐοικυῖαν τούτῳ τῷ σμικρῷ κακῷ, ἢ καὶ ὅτι οὐδὲν κακὸν μικρόν ἐστιν.

然而,微小之事亦能通过另一种方式化为大事,这并非出于不得体,而是有时出于必要。例如,当我们希望将一位取得微小战功的将领拔高,仿佛他立下了赫赫战功一般;或者例如在拉刻代蒙,监察官鞭笞了一个以奇特且违背本土习俗的方式玩球的人;因为对于这件听起来本身微不足道的事,我们以悲剧式的口吻加以夸大,声称放任微小的恶习便是为更大的罪恶敞开大门,并且更应当针对微小的过犯施加惩罚,而非针对重大的过犯。我们还会引述那句谚语: “开端诚然是整体之半”,作为与这微小之恶相类之理,抑或是因为没有任何罪恶是微小的。

§2.123

Οὕτως μὲν δὴ ἐξέστω καὶ τὸ μικρὸν κατόρθωμα ἐξαίρειν μέγα, οὐ μὴν ὥστε ἀπρεπές τι ποιεῖν, ἀλλ̓ ὥσπερ καὶ τὸ μέγα κατασμικρύνεται χρησίμως πολλάκις, οὕτως ἂν καὶ τὸ μικρὸν ἐξαίροιτο.

如此看来,将微小的战功拔高为大事固然是可以允许的,但绝不可达到制造不得体之物的地步,而是正如大事往往有益地被淡化缩小一样,小事亦可以被拔高。

§2.124

Μάλιστα δὲ ἡ ὑπερβολὴ ψυχρότατον πάντων. τριττὴ δέ ἐστιν· ἢ γὰρ καθ’ ὁμοιότητα ἐκφέρεται, ὡς τὸ θέειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἢ καθ’ ὑπεροχήν, ὡς τὸ λευκότεροι χιόνος, ἢ κατὰ τὸ ἀδύνατον, ὡς τὸ οὐρανῷ ἐστήριξε κάρη.

最首要的是,夸张法乃是一切之中最为冷淡的。它有三类:要么依据相似性表达,如: “疾奔如风”,要么依据超越性,如: “比雪更白”,要么依据不可能性,如: “将头颅撑于天穹”。

§2.125

Πᾶσα μὲν οὖν ὑπερβολὴ ἀδύνατός ἐστιν· οὔτε γὰρ ἂν χιόνος λευκότερον γένοιτο, οὔτ’ ἂν ἀνέμῳ θέειν ὅμοιον. αὕτη μέντοι ἡ ὑπερβολή, ἡ εἰρημένη, ἐξαιρέτως ὀνομάζεται ἀδύνατος. διὸ δὴ καὶ μάλιστα ψυχρὰ δοκεῖ πᾶσα ὑπερβολή, διότι ἀδυνάτῳ ἔοικεν.

固然一切夸张皆是不可能的;因为既不可能比雪更白,亦不可能疾奔如风。然而方才提及的这一种夸张,被专门称作“不可能的”。正因如此,一切夸张都显得最为冷淡,因为它近似于不可能。

§2.126

Διὰ τοῦτο δὲ μάλιστα καὶ οἱ κωμῳδοποιοὶ χρῶνται αὐτῇ, ὅτι ἐκ τοῦ ἀδυνάτου ἐφέλκονται τὸ γελοῖον, ὥσπερ ἐπὶ τῶν Περσῶν τῆς ἀπληστίας ὑπερβαλλόμενός τις ἔφη, ὅτι πεδία ἐξέχεζον ὅλα, καὶ ὅτι βοῦς ἐν ταῖς γνάθοις ἔφερον.

亦因如此,喜剧诗人们尤为喜爱使用它,因为他们自不可能之中引出滑稽可笑;正如有人夸大波斯人的贪食时说: “他们排泄出整片平原”,以及: “他们在颌中运载着牛”。

§2.127

Τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ φαλακρότερος εὐδίας, καὶ τὸ κολοκύντης ὑγιέστερος. τὸ δὲ χρυσῶ χρυσοτέρα τὸ Σαπφικὸν ἐν ὑπερβολῇ λέγεται καὶ αὐτὸ καὶ ἀδυνάτως, πλὴν αὐτῷ γε τῷ ἀδυνάτῳ χάριν ἔχει, οὐ ψυχρότητα. ὃ δὴ καὶ μάλιστα θαυμάσειεν ἄν τις Σαπφοῦς τῆς θείας, ὅτι4 φύσει κινδυνώδει πράγματι καὶ δυσκατορθώτῳ ἐχρήσατο ἐπιχαρίτως. καὶ περὶ μὲν ψυχρότητος καὶ ὑπερβολῆς τοσαῦτα. νῦν δὲ περὶ τοῦ γλαφυροῦ χαρακτῆρος λέξομεν.

属于同一类的还有: “比晴空更光秃”,以及: “比葫芦更健康”。 至于萨福的那句: “比黄金更金黄”,这句本身亦是以夸张且不可能的方式说出的,然而恰恰凭借这种不可能本身,它具备了优美,而非冷淡。这正是人们在神圣的萨福身上最为赞叹之处:她优雅地驾驭了一种在性质上危险且极难成功的修辞技巧。关于冷淡与夸张法,便止于此。现在我们将论述优美体(光润体)。

语法注4 条
  1. 2.118καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας

    动词 κλέπτω 在此作修辞学引申义,指在散文节奏中“巧妙掩盖”或“不露痕迹地融化”格律;被动分词 κλεπτόμενα 与否定词 μή 连用,表示“未被文势的连续性所隐蔽(因而显得生硬扎眼)”。ὑπό 加属格表示动作的施事或手段。

  2. 2.120συγχωρῶ ἐγκωμιάζοντι ὡς Ἀγαμέμνονα

    动词 συγχωρῶ 支配与格分词 ἐγκωμιάζοντι(修饰波吕克拉忒斯)。宾格 Ἀγαμέμνονα 由 ὡς 引导,意为“将(微不足道的赞颂对象)如同阿伽门农一般加以赞颂”。

  3. 2.122τούτῳ γὰρ αὐτόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγῳδοῦμεν

    复合动词 ἐπιτραγῳδέω(以悲剧风格夸大事物)支配与格短语 τούτῳ ... ὄντι 作宾语。不定词 ἀκουσθῆναι 为限定性不定词(“听起来”),与副词 αὐτόθεν(就其本身而言)一同修饰形容词 μικρῷ,意为“就听闻而言其本身微不足道”。

  4. 2.127ὃ δὴ καὶ μάλιστα θαυμάσειεν ἄν τις Σαπφοῦς τῆς θείας, ὅτι

    动词 θαυμάζω 支配所赞赏的人的属格(Σαπφοῦς τῆς θείας),其赞赏的内容或缘由则由宾格或从句表示。关系代词 ὃ 作为先行内在宾格,预先指示了后文的 ὅτι 从句(“即……这一点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.118-2.127