← 法勒鲁姆的德米特里

论文体

§2.93-2.105

新造词寓意与重言法对庄重文风的作用

本段论述了以单字代短语、新造词与拟声词的得体用法及界限,探讨了寓意讽喻在威吓中的震慑效果与节制,并阐明了重言法、迂回句式以及不悦耳的音调碰撞如何赋予文风以庄重与崇高。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.93

Ὄνομα δ’ ἀντὶ λόγου τίθεται, οἷον ὡς ὁ Ξενοφῶν φησιν ὅτι οὐκ ἦν λαβεῖν ὄνον ἄγριον, εἰ μὴ οἱ ἱππεῖς διαστάντες θηρῷεν διαδεχόμενοι· ὀνόματι, οἷον ὅτι οἱ μὲν  ὄπισθεν ἐδίωκον, οἱ δ’ ἀπήντων ὑπελαύνοντες πρόσω, ὥστε τὸν ὄνον ἐν μέσῳ ἀπολαμβάνεσθαι. φυλάττεσθαι μέντοι διπλᾶ τιθέναι τὰ διπλᾶ ὀνόματα·1 τοῦτο γὰρ ἔξεισι λόγου πεζοῦ τὸ εἶδος.

单字亦可用来代替整个短语,正如色诺芬所说,若非骑兵们散开阵势、轮番接替着追捕,便无法擒获野驴;他用这一个词表达了:一部分人从后方追赶,另一部分人则策马迎上前去,从而将野驴截在中间。然而应当警惕将复合词再次双重复合;因为这超出了散文体的规范。

§2.94

Τὰ δὲ πεποιημένα ὀνόματα ὁρίζονται μὲν τὰ κατὰ μίμησιν ἐκφερόμενα πάθους ἢ πράγματος, οἷον ὡς τὸ σίζε καὶ τὸ λάπτοντες, ποιεῖ δὲ μάλιστα μεγαλοπρέπειαν διὰ τὸ οἷον ψόφοις ἐοικέναι, καὶ μάλιστα τῷ ξένῳ· οὐ γὰρ ὄντα ὀνόματα λέγει, ἀλλὰ τότε γινόμενα, καὶ ἅμα σοφόν τι φαίνεται ὀνόματος καινοῦ γένεσις, οἷον συνηθείας· ἔοικεν γοῦν ὀνοματουργῶν τοῖς πρώτοις θεμένοις τὰ ὀνόματα.

至于新造词,则被界定为通过模仿某种情态或事物而发出的词,正如: “嘶嘶作响”,以及: “吧唧舔舐”。这主要因其拟声之效而产生崇高感,尤其是由于其新异;因为演说者所使用的并非现成的词,而是当场产生的词,同时新词的产生犹如习惯〔的产生〕一般,显得颇具智慧;无论如何,造词者犹如那些最初确立名称的人。

§2.96

Στοχαστέον πρῶτον μὲν τοῦ σαφοῦς ἐν τῷ ποιουμένῳ ὀνόματι καὶ συνήθους, ἔπειτα τῆς ὁμοιότητος πρὸς τὰ κείμενα ὀνόματα, ὡς μὴ φρυγίζειν ἢ σκυθίζειν τις δόξει μεταξὺ Ἑλληνικῶν ὀνομάτων.

在新造的词中,首先应当追求明晰与符合习惯,其次应当追求与现有词汇的相似性,以免让人觉得在希腊语的词汇中混入了弗里吉亚语或斯基泰语。

§2.97

Ποιητέον μέντοι ἤτοι τὰ μὴ ὠνομασμένα, οἷον ὁ τὰ τύμπανα καὶ τἄλλα τῶν μαλθακῶν ὄργανα κιναιδίας εἰπὼν καὶ Ἀριστοτέλης τὸν ἐλεφαντιστήν· ἢ παρὰ τὰ κείμενα παρονομάζοντα αὐτόν, οἷον ὡς τὸν σκαφίτην τις ἔφη τὸν τὴν σκάφην ἐρέσσοντα, καὶ Ἀριστοτέλης τὸν αὐτίτην οἷον τὸν μόνον αὐτὸν ὄντα.

所造的词,应当要么是用于未被命名的事物——正如将手鼓及柔靡之徒的其他乐器称为“妖倡之具”的人,以及亚里士多德称驯象人为“操象手”;要么是在现有词汇之旁派生出新词,正如有人将划轻舟的人称为“划舟手”,亚里士多德将独处者称为“独我者”。

§2.98

Ξενοφῶν δὲ ἠλέλιξέ φησιν ὁ στρατός, τὴν τοῦ ἐλελεῦ ἀναβόησιν ἣν ἀνεβόα ὁ στρατὸς συνεχῶς παραποιήσας ὀνόματι. ἐπισφαλὲς μέντοι τοὖργον, ὡς ἔφην, καὶ αὐτοῖς τοῖς ποιηταῖς. καὶ τὸ διπλοῦν μέντοι ὄνομα εἶδος ἂν εἴη πεποιημένου ὀνόματος· πᾶν γὰρ τὸ συντιθέμενον ἔκ τινων γέγονεν δηλονότι.

色诺芬亦说: 军队 “呼喊起战号”,将全军不断呼喊的“埃勒勒乌”之声改造成了一个动词。然而,正如我所说,这种做法即便对于诗人们自己也是带有风险的。此外,复合词亦可谓是新造词的一种;因为凡经拼合而成的词,显然都是由某些要素构成的。

§2.99

Μεγαλεῖον δέ τί ἐστι καὶ ἡ ἀλληγορία, καὶ μάλιστα ἐν ταῖς ἀπειλαῖς, οἷον ὡς ὁ Διονύσιος, ὅτι οἱ τέττιγες αὐτοῖς ᾅσονται χαμόθεν.

讽喻(寓意)亦具有某种崇高感,尤其在威吓之时,正如狄奥尼修斯所言: “他们的蝉将从地面鸣叫。”

§2.100

Εἰ δ’ οὕτως ἁπλῶς εἶπεν, ὅτι τεμεῖ τὴν Λοκρίδα χώραν, καὶ ὀργιλώτερος ἂν ἐφάνη καὶ εὐτελέστερος. νῦν δὲ ὥσπερ συγκαλύμματι τοῦ λόγου τῇ ἀλληγορίᾳ κέχρηται· πᾶν γὰρ τὸ ὑπονοούμενον φοβερώτερον, καὶ ἄλλος εἰκάζει ἄλλο τι· ὃ δὲ σαφὲς καὶ φανερόν, καταφρονεῖσθαι εἰκός, ὥσπερ τοὺς ἀποδεδυμένους.

若他只是径直说他将蹂躏洛克里斯之地,他便会显得既更暴躁又更鄙俗。而如今他将讽喻用作言辞的遮幔;因为一切含蓄之物都更为可怕,众人亦会产生各种猜测;反之,明晰而显露之物,便宛如赤身裸体之人一般,易遭蔑视。

§2.101

Διὸ καὶ τὰ μυστήρια ἐν ἀλληγορίαις λέγεται πρὸς ἔκπληξιν καὶ φρίκην, ὥσπερ ἐν σκότῳ καὶ νυκτί. ἔοικε δὲ καὶ ἡ ἀλληγορία τῷ σκότῳ καὶ τῇ νυκτί.

因此,密仪亦是用讽喻来讲述,以引发震慑与战栗,正如置身于黑暗与黑夜之中。而讽喻亦与黑暗与黑夜相似。

§2.102

Φυλάττεσθαι μέντοι κἀπὶ ταύτης τὸ συνεχές, ὡς μὴ αἴνιγμα ὁ λόγος ἡμῖν γένηται, οἷον τὸ ἐπὶ τῆς σικύας τῆς ἰατρικῆς· "ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα." καὶ οἱ Λάκωνες πολλὰ ἐν ἀλληγορίαις ἔλεγον ἐκφοβοῦντες, οἷον τὸ Διονύσιος ἐν Κορίνθῳ πρὸς Φίλιππον, καὶ ἄλλα τοιαῦτα οὐκ ὀλίγα.

然而在讽喻中亦当警惕持续不断地使用,以免我们的言辞沦为谜语,正如关于医用拔罐器的谜语: “我见一人用火将青铜粘于一人身上。” 斯巴达人为了恐吓亦常用讽喻说话,例如对腓力所言: “狄奥尼修斯在科林斯”,以及其他不少此类言辞。

§2.103

Ἡ συντομία δὲ πῆ μὲν μεγαλοπρεπής, καὶ μάλιστα ἡ ἀποσιώπησις· ἔνια γὰρ μὴ ῥηθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον· πῆ δὲ μικροπρεπής. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος, οἷον ὡς Ξενοφῶν, τὰ δὲ ἅρματα ἐφέρετο, φησί, τὰ μὲν δι’ αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δι’ αὐτῶν τῶν πολεμίων. πολὺ γὰρ οὕτω μεῖζον, ἢ εἴπερ ὧδ’ εἶπεν, καὶ διὰ τῶν φιλίων, καὶ διὰ τῶν πολεμίων αὐτῶν.

简练在一方面固然显得崇高,尤其是顿跌(欲言又止);因为有些未明言而更被暗示之物,反而显得更为宏大;但在另一方面它亦会显得卑琐。因为在重言之中亦会产生宏大,正如色诺芬所言: 战车疾驰,他说,有的穿过友军自身,有的甚至穿过敌军自身。 因为这样说,远比他若说成: 既穿过友军,亦穿过敌军自身要宏大得多。

§2.104

Πολλαχοῦ δὲ καὶ τὸ πλάγιον μεῖζον τοῦ εὐθέος, οἷον ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων2 ἀντὶ τοῦ διενοοῦντο ἐλάσαι καὶ διακόψαι.

在许多地方,迂回句式亦比直陈句式更为宏大,例如: “他们的意图是,要冲入希腊人的阵列并加以切断”,代替: “他们打算冲入并切断”。

§2.105

Συμβέβληται δὲ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων καὶ ἡ δυσφωνία ἡ φαινομένη· καὶ γὰρ τὸ δύσφωνον πολλαχοῦ ὀγκηρόν, ὥσπερ "Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι." πολὺ γὰρ μᾶλλον τὸν Αἴαντα μέγαν ἐνέφηνεν ἡ τῶν δύο σύμπληξις τῆς ἑπταβοείου ἀσπίδος.3

词语的音近与显出的不悦耳音调亦有助于此;因为不悦耳的音调在许多地方都极具分量,正如: “伟大的埃阿斯始终针对赫克托耳。” 这两者的猛烈碰撞,远比那面七层牛皮盾更能彰显埃阿斯的伟大。

语法注3 条
  1. 2.93φυλάττεσθαι μέντοι διπλᾶ τιθέναι τὰ διπλᾶ ὀνόματα

    不定式“φυλάττεσθαι”用作表示告诫或义务的非人称祈使。“διπλᾶ τιθέναι τὰ διπλᾶ ὀνόματα”指把本身已是复合词的词汇再次复合(二重复合),或连续排列复合词,作者告诫此举会偏向诗律而超出散文规范。

  2. 2.104ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων

    此处“ὡς+属格绝对句”充当“ἡ γνώμη ἦν”的表语从句。通过避免诸如“διενοοῦντο ἐλάσαι”这样直接的人称与不定式句式,转而采用迂回曲折的间接句式(τὸ πλάγιον),使文句获得了沉稳的分量与尊严。

  3. 2.105πολὺ γὰρ μᾶλλον τὸν Αἴαντα μέγαν ἐνέφηνεν ἡ τῶν δύο σύμπληξις τῆς ἑπταβοείου ἀσπίδος

    “τῆς ἑπταβοείου ἀσπίδος”是受比较级“μᾶλλον”支配的比较属格,意为“远甚于(对)七层牛皮盾(的描写)”。“ἡ τῶν δύο σύμπληξις”可指两个音素(如“Αἴας δ’”中的“ς”与“δ”,参§2.48“ἡ τῶν γραμμάτων σύμπληξις”)、两个近音词(“Αἴας”与“αἰὲν”)或前文所举两要素(“ὁμοιότης”与“δυσφωνία”)的碰撞与结合,作者指出这种刺耳的音调比单纯描摹其盾牌更强有力地烘托了埃阿斯的宏伟体魄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.93-2.105