← 法勒鲁姆的德米特里

论文体

§2.82-2.92

隐喻的明晰性与防卑琐及明喻与复合词

作者探讨了隐喻的明晰性与生动性、避免卑琐化的原则、借由形容词与日常惯用法的稳妥化,并进一步规范了明喻的简练要求及复合词的有效运用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.82

Ἔνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυριώτερον, ἤπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ἔφριξεν δὲ μάχη. οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ’ ἀληθέστερον εἴποι οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον καὶ τὸν γινόμενον τούτοις ἠρέμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγόρευσεν, καὶ ἅμα ἐπείληπταί πως τῆς κατ’ ἐνέργειαν μεταφορᾶς τῆς προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὥσπερ ζῶον.

然而,有些事情用隐喻来表达,反而比用本义词本身更为明晰且更贴切,正如: “战斗战栗了”这句一样。因为任何人若将其换成本义词,都无法说得更真实或更明晰。他将矛戟的骚乱以及由此持续产生的微弱声响称为“战栗的战斗”,同时,通过说战斗如生物般战栗,他也在某种程度上触及了前述依于生动动作的隐喻。

§2.83

Δεῖ μέντοι μὴ λανθάνειν, ὅτι ἔνιαι μεταφοραὶ μικροπρέπειαν ποιοῦσι μᾶλλον ἢ μέγεθος, καίτοι τῆς μεταφορᾶς πρὸς ὄγκον λαμβανομένης, ὡς τὸ "ἀμφὶ δ’ ἐσάλπιγξεν μέγας οὐρανός·" οὐρανὸν γὰρ ὅλον ἠχοῦντα οὐκ ἐχρῆν προσεικάσαι ἠχούσῃ σάλπιγγι, πλὴν εἰ μή τις ἄρα ἀπολογοῖτο ὑπὲρ τοῦ Ὁμήρου λέγων, ὡς οὕτως ἤχησεν μέγας οὐρανός,1 ὡς ἂν ἠχήσειεν σαλπίζων ὅλος οὐρανός.

然而不可忽视的是,某些隐喻所造成的不是崇高,反而是鄙陋,尽管采用隐喻本是为了增加分量;正如: “大天在四周吹起了号角”这句一样。因为本不该把回响着的整个天空比作鸣响的号角;除非有人为荷马辩护说,大天的鸣响,宛如整个天空在吹号一般。

§2.84

Ἑτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινομένην μᾶλλον ἢ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφέρειν εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν, ἐπεὶ δὲ πορευομένων ἐξεκύμηνέ τι τῆς φάλαγγος.2 τὴν γὰρ τῆς τάξεως παρεκτροπὴν ἐκκυμαινούσῃ θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν. εἰ δέ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν οὐδὲ οἰκείως μετοίσει, πάντη δὲ πάντως μικροπρεπῶς.

因此,让我们再设想另一个造成鄙陋而非崇高的隐喻;因为应当从较大之物隐喻至较小之物,而非相反,正如色诺芬所说: “在他们行进时,方阵的一部分如波浪般隆起。” 因为他把阵列的偏离比作起伏波浪的海水,并以此称之。但若有人反过来说大海“越出了方阵”,则恐怕不仅比喻不当,而且在各方面都必然显得卑琐。

§2.85

Ἔνιοι δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερομένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσιν, ὡς ὁ Θέογνις παρατίθεται τῷ τόξῳ φόρμιγγα ἄχορδον ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος· ἡ μὲν γὰρ φόρμιγξ κινδυνῶδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἀχόρδῳ ἠσφάλισται.

有些人亦在隐喻显得冒险时,用附带的形容词使其变得稳妥,正如塞奥格尼斯在描写射箭之人时,将弓并称为: “无弦的七弦琴”;因为对弓而言,“七弦琴”是冒险的,但加上“无弦的”便稳妥了。

§2.86

Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μεταφορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λανθάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκήν τε φωνὴν λέγουσα καὶ ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἄλλα, ὅσα οὕτω μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις.

在所有其他事情上,尤其在隐喻方面,日常习惯(惯用法)乃是导师;因为它几乎将一切事物都加以隐喻,却因隐喻得稳妥而不易为人察觉,如说“明白(清脆)的嗓音”、“锐利的人”、“粗暴的性情”、“冗长的演说家”,以及其他所有隐喻得如此得体以至于看似本义词的表达。

§2.87

Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς συνηθείας τέχνην εἴτε φύσιν. οὕτω γοῦν ἔνια μετήνεγκεν ἡ συνήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἔτι ἐδεήθημεν, ἀλλὰ μεμένηκεν ἡ μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ὁ τῆς ἀμπέλου ὀφθαλμὸς καὶ εἴ τι ἕτερον τοιοῦτον.

我将日常习惯的技巧或自然,确立为言辞中隐喻的规范。无论如何,日常习惯将某些事物隐喻得极为精妙,以至于我们甚至不再需要本义词,隐喻反而留存下来占据了本义词的位置,例如: “葡萄藤的眼睛(芽)”以及诸如此类的其他词汇。

§2.88

Σφόνδυλος μέντοι καὶ κλεὶς τὰ ἐπὶ τοῦ σώματος, καὶ κτένες, οὐ κατὰ μεταφορὰν ὠνόμασται, ἀλλὰ καθ̓ ὁμοιότητα διὰ τὸ ἐοικέναι τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ.

然而身体上的脊椎骨、锁骨以及手指/脚趾骨(梳骨),并非依于隐喻而命名,而是依于相似性,因为一部分形如梳子,另一部分形如钥匙,还有一部分形如纺轮。

§2.89

Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφοράν, ὡς προλέλεκται, στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ ὥσπερ προτιθέναι, ἐπεί τοι ἀντ’ εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ Ξενοφῶντος, ὥσπερ δὲ κύων γενναῖος ἀπρονοήτως ἐπὶ κάπρον φέρεται, καὶ ὥσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυριῶν καὶ ἀπολακτίζων· ταῦτα γὰρ οὐκ εἰκασίαις ἔτι ἔοικεν, ἀλλὰ παραβολαῖς ποιητικαῖς.

然而,当我们如前所述将隐喻作成明喻时,应当追求简练,除了加上: “宛如”之外不再前置任何词语;否则便不是明喻,而会变成诗意的比喻,正如色诺芬之句: “正如一头良犬不顾一切地向野猪扑去”,以及: “正如一匹解开缰绳的骏马在平原上昂首欢腾并踢蹬”。 因为这些已不再像明喻,而是诗意的比喻了。

§2.90

Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥᾳδίως ἐν τοῖς πεζοῖς λόγοις τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν τοσαῦτα ὡς τύπῳ εἰπεῖν.

在散文论辩中,绝不可轻率引入这些诗意比喻,亦不可不加极其审慎的防备。关于隐喻,大体上便说这么多。

§2.91

Ληπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκείμενα, οἷον θεοτεράτους πλάνας, οὐδὲ ἄστρων δορύπυρον στρατόν, ἀλλ’ ἐοικότα τοῖς ὑπὸ τῆς συνηθείας συγκειμένοις· καθόλου γὰρ ταύτην κανόνα ποιοῦμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν καὶ ἀρχιτέκτονας, καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν.

亦应采用复合词,但不是那些以酒神颂方式拼合而成的词,例如: “神迹般迷离的漫游”,亦非: “星辰的矛火之军”,而是类似于日常习惯所拼合的词;因为我普遍将日常习惯确立为一切命名的规范,它称“立法者”、“建筑师”,并稳妥地拼合了许多其他此类词汇。

§2.92

Ἕξει μέντοι τὸ σύνθετον ὄνομα ὁμοῦ καὶ ποικιλίαν τινὰ ἐκ τῆς συνθέσεως καὶ μέγεθος, καὶ ἅμα καὶ συντομίαν τινά. ὄνομα γὰρ τεθήσεται ἀντὶ ὅλου τοῦ λόγου, οἷον ἂν τὴν τοῦ σίτου κομιδὴν σιτοπομπίαν λέγῃς· πολὺ γὰρ οὕτω μεῖζον. τάχα δ’ ἂν καὶ λυθέντος ὀνόματος εἰς λόγον ἕτερον τρόπον μεῖζον γένοιτο,3 οἷον σίτου πομπὴ ἀντὶ σιτοπομπίας.

复合词因其复合而同时具有某种多变性与崇高,且同时兼具某种简练。因为一个词将代替整个短语而被使用,正如若你把粮食的运送称为“粮运”;因为这样说要宏大得多。不过,若将复合词分解为一个短语,或许亦能以另一种方式显得更为宏大,例如用“粮食的运送”代替“粮运”。

语法注3 条
  1. 2.83πλὴν εἰ μή τις ἄρα ἀπολογοῖτο ὑπὲρ τοῦ Ὁμήρου λέγων, ὡς οὕτως ἤχησεν μέγας οὐρανός, ὡς ἂν ἠχήσειεν σαλπίζων ὅλος οὐρανός.

    短语 πλὴν εἰ μή 相当于复合连词,意为“除非……”,后接希求语气动词 ἀπολογοῖτο(表示潜在或委婉的主张)。随后的 ὡς ἂν ἠχήσειεν 是 ἄν 搭配希求语气的假设性比较从句,意为“正如整个天空若吹起号角所会鸣响的那样”。

  2. 2.84ἐπεὶ δὲ πορευομένων ἐξεκύμηνέ τι τῆς φάλαγγος

    分词 πορευομένων 是省略了主语(军队或士兵)的独立属格。由于从上下文可知行军的主体显而易见,因而仅以现在分词复数属格构成了表示时间的状语从句。

  3. 2.92τάχα δ’ ἂν καὶ λυθέντος ὀνόματος εἰς λόγον ἕτερον τρόπον μεῖζον γένοιτο

    主句的主干为潜在希求语气结构 τάχα δ’ ἂν ... μεῖζον γένοιτο(“或许能以另一种方式变得更为宏大”),其中的独立属格 λυθέντος ὀνόματος 起条件状语的作用(“若复合词被分解为短语”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.82-2.92