← 法勒鲁姆的德米特里

论文体

§2.106-2.117

结语的用法与崇高体的堕落冷淡体

作者探讨了作为附加装饰句的“结语”之特性,辨析了其与修辞三段论及箴言的区别,并对比了挪用诗学表现的不同方式;随后转向论述崇高体的堕落形式“冷淡体”,分析其定义以及在思想、言辞和句式组合中的具体表现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.106

Τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπικοσμοῦσαν, ἔστι δὲ τὸ μεγαλοπρεπέστατον ἐν τοῖς λόγοις. τῆς γὰρ λέξεως ἡ μὲν ὑπηρετεῖ, ἡ δὲ ἐπικοσμεῖ. ὑπηρετεῖ μὲν ἡ τοιάδε, "οἵαν τὰν ὑάκινθον ἐν οὔρεσι ποιμένες ἄνδρες ποσσὶ καταστείβουσιν," ἐπικοσμεῖ δὲ τὸ ἐπιφερόμενον τὸ "χαμαὶ δέ τε πορφύρον ἄνθος·" ἐπενήνεκται γὰρ τοῦτο τοῖς προενηνεγμένοις κόσμος σαφῶς καὶ κάλλος.

所谓结语(附加装饰句),可以界定为起修饰作用的言辞,它是言论中最具崇高感之物。因为在言辞中,一部分服务于内容,一部分则起修饰作用。服务于内容者如: “正如山间的牧人们 用脚践踏风信子”,而随后加上的一句则起修饰作用: “紫色的花朵落于地面;”因为这一句明显是作为前文的装饰与华彩而附加的。

§2.107

Μεστὴ δὲ τούτων καὶ ἡ Ὁμήρου ποίησις, οἷον "ἐκ καπνοῦ κατέθηκ̓, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει, οἷς τὸ πάρος Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐπὶ φρεσὶν ἔμβαλε δαίμων, μήπως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε." εἶτα ἐπιφωνεῖ, "αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος."

荷马的诗作中亦充满此类结语,例如: “我已将它们收起,避开烟熏,因为它们已不再像 当初奥德修斯远征特洛伊时留下的那些了。 此外,神明更将这重大的思虑投入我心, 免得你们饮酒过多,在你们中间挑起争端, 以致彼此伤害;”随后他追加一句道: “因为铁器本身便会引诱人。”

§2.108

Καὶ καθόλου τὸ ἐπιφώνημα τοῖς τῶν πλουσίων ἔοικεν ἐπιδείγμασιν, γείσοις λέγω καὶ τριγλύφοις καὶ πορφύραις πλατείαις· οἷον γάρ τι καὶ αὐτὸ τοῦ ἐν λόγοις πλούτου σημεῖόν ἐστιν.

总体而言,附加装饰句宛如富人的炫耀之物,我是指挑檐、三歧线饰板与宽大的紫边;因为它本身仿佛就是言辞富足的标志。

§2.109

Δόξειεν δ’ ἂν καὶ τὸ ἐνθύμημα ἐπιφωνήματος εἶδός τι εἶναι, οὐκ ὂν μέν· οὐ γὰρ κόσμου ἕνεκεν, ἀλλὰ ἀποδείξεως παραλαμβάνεται, πλὴν ἐπιλεγόμενόν γε ἐπιφωνηματικῶς.1

修辞三段论(省略推理)或许亦看似一种附加装饰句,但其实不然;因为它的引入不是为了装饰,而是为了证明,尽管它是以附加修饰的方式被追加在句末。

§2.110

Ὡσαύτως δὲ καὶ ἡ γνώμη ἐπιφωνουμένῳ τινὶ ἔοικεν ἐπὶ προειρημένοις, ἀλλ’ οὐδ’ αὕτη ἐπιφώνημά ἐστι· καὶ γὰρ προλέγεται πολλάκις, λαμβάνει μέντοι χώραν ποτὲ ἐπιφωνήματος.

同样,箴言亦宛如在先言之上所作的总结性言辞,但它亦非附加装饰句;因为它常常置于句首,不过它有时确实能起到附加装饰句的作用。

§2.111

Τὸ δέ, "νήπιος οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν," οὐδ’ αὐτὸ ἐπιφώνημα ἂν εἴη· οὐ γὰρ ἐπιλέγεται οὐδὲ ἐπικοσμεῖ, οὐδ’ ὅλως ἐπιφωνήματι ἔοικεν, ἀλλὰ προσφωνήματι ἢ ἐπικερτομήματι.

至于那句: “愚妄之人,终究未能逃脱凶险的厄运”,这一句本身亦非附加装饰句;因为它既非追加于后,亦不起修饰作用,全然不像附加装饰句,倒像是呼号或讥诮。

§2.112

Τὸ δὲ ποιητικὸν ἐν λόγοις ὅτι μὲν μεγαλοπρεπές, καὶ τυφλῷ δῆλόν φασι, πλὴν οἱ μὲν γυμνῇ πάνυ χρῶνται τῇ μιμήσει τῶν ποιητῶν, μᾶλλον δὲ οὐ μιμήσει, ἀλλὰ μεταθέσει, καθάπερ Ἡρόδοτος.

言辞中带有诗意乃是崇高的,正如人们所说,即便盲人亦能看得明白;然而有些人完全赤裸裸地模仿诗人,或者说并非模仿,而是直接挪用,正如希罗多德那样。

§2.113

Θουκυδίδης μέντοι κἂν λάβῃ παρὰ ποιητοῦ τι, ἰδίως αὐτῷ χρώμενος ἴδιον τὸ ληφθὲν ποιεῖ, οἷον ὁ μὲν ποιητὴς ἐπὶ τῆς Κρήτης ἔφη, "Κρήτη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος." ὁ μὲν δὴ ἐπὶ τοῦ μεγέθους ἐχρήσατο τῷ περίρρυτος, ὁ δὲ Θουκυδίδης ὁμονοεῖν τοὺς Σικελιώτας καλὸν οἴεται εἶναι, γῆς ὄντας μιᾶς καὶ περιρρύτου, καὶ ταὐτὰ πάντα εἰπών, γῆν τε ἀντὶ νήσου καὶ περίρρυτον ὡσαύτως, ὅμως ἕτερα λέγειν δοκεῖ, διότι οὐχ ὡς πρὸς μέγεθος, ἀλλὰ πρὸς ὁμόνοιαν αὐτοῖς ἐχρήσατο. περὶ μὲν δὴ μεγαλοπρεπείας τοσαῦτα.

但修昔底德即便从诗人那里有所汲取,亦通过独特的使用方式化为己有。例如那位诗人关于克里特说道: “在酒色的海中央有一方克里特土地, 美丽、富饶、环海而立;”那位诗人使用“环海而立”是为了表现其辽阔,而修昔底德认为西西里希腊人应当同心合意,“同属一片环海的土地”,尽管使用了完全相同的词汇——用“土地”代替“岛屿”,同样用“环海而立”——然而听起来却宛如另述别事,因为他使用这些词并非为了表现辽阔,而是为了表现合意。关于崇高体,便止于此。

§2.114

Ὥσπερ δὲ παράκειται φαῦλά τινα ἀστείοις τισίν, οἷον θάρρει μὲν τὸ θράσος, ἡ δ’ αἰσχύνη τῇ αἰδοῖ, τὸν αὐτὸν τρόπον καὶ τῆς ἑρμηνείας τοῖς χαρακτῆρσιν παράκεινται διημαρτημένοι τινές. πρῶτα δὲ περὶ τοῦ γειτνιῶντος τῷ μεγαλοπρεπεῖ λέξομεν. ὄνομα μὲν οὖν αὐτῷ ψυχρόν, ὁρίζεται δὲ τὸ ψυχρὸν Θεόφραστος οὕτως, ψυχρόν ἐστι τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν,2 οἷον "ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ," ἀντὶ τοῦ ἀπύθμενος ἐπὶ τραπέζης κύλιξ οὐ τίθεται. τὸ γὰρ πρᾶγμα σμικρὸν ὂν οὐ δέχεται ὄγκον τοσοῦτον λέξεως.

正如某些劣质之物邻近于高尚之物——例如鲁莽邻近于勇敢,羞惭邻近于敬畏——同样,在文体风格的各类性格之旁,亦存在着某些偏离正道的风格。我们将首先论述与崇高体相邻者。它的名称是“冷淡体”(生硬浮夸体),泰奥弗拉斯托斯将冷淡体界定如下:所谓冷淡体,即超越事物固有相称表达的言辞,例如: “无底之杯不可登席”,用以代替“无底之杯不置于桌上”。因为事物本身微小,容纳不下如此沉重的言辞。

§2.115

Γίνεται μέντοι καὶ τὸ ψυχρὸν ἐν τρισίν, ὥσπερ καὶ τὸ μεγαλοπρεπές. ἢ γὰρ ἐν διανοίᾳ, καθάπερ ἐπὶ τοῦ Κύκλωπος λιθοβολοῦντος τὴν ναῦν τοῦ Ὀδυσσέως ἔφη τις, φερομένου τοῦ λίθου αἶγες ἐνέμοντο ἐν αὐτῷ. ἐκ γὰρ τοῦ ὑπερβεβλημένου τῆς διανοίας καὶ ἀδυνάτου ἡ ψυχρότης.

然而冷淡体亦如崇高体一样,产生于三个方面。要么在于思想,正如关于独目巨人向奥德修斯的船只投掷巨石,有人说道: “巨石在空中飞掠之际,其上正有山羊在吃草。” 因为冷淡(浮夸)正是源自思想的过甚与荒诞不经。

§2.116

Ἐν δὲ λέξει ὁ Ἀριστοτέλης φησὶ γίνεσθαι τετραχῶς, ὡς Ἀλκιδάμας ὑγρὸν ἱδρῶτα. ἢ ἐν συνθέτῳ, ὅταν διθυραμβώδης συντεθῇ ἡ δίπλωσις τοῦ ὀνόματος, ὡς τὸ ἐρημόπλανος ἔφη τις, καὶ εἴ τι ἄλλο οὕτως ὑπέρογκον. γίνεται δὲ καὶ ἐν μεταφορᾷ τὸ ψυχρόν, τρέμοντα καὶ ὠχρὰ τὰ πράγματα. τετραχῶς μὲν οὖν κατὰ τὴν λέξιν οὕτως ἂν γίγνοιτο.

至于在言辞上,亚里士多德说它产生于四种途径:正如阿尔基达马斯所言: “湿润的汗水”;要么在于复合词,即当词语的合成带有酒神颂的浮夸重叠之时,正如有人说道: “荒野飘荡的”,以及其他如此过分臃肿的词语。冷淡体亦产生于隐喻: “事物颤抖且苍白。” 关于言辞方面,便正是以此四种方式产生。

§2.117

Σύνθεσις δὲ ψυχρὰ ἡ μὴ εὔρυθμος, ἀλλὰ ἄρυθμος οὖσα καὶ διὰ πάντων μακρὰν ἔχουσα, ὥσπερ ἡ τοιάδε, ἥκων ἡμῶν εἰς τὴν χώραν, πάσης ἡμῶν ὀρθῆς οὔσης. οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλὲς3 διὰ τὴν συνέχειαν τῶν μακρῶν συλλαβῶν.

而在组合法上的冷淡体,则是缺乏韵律、节奏混乱且通篇充斥长音的文句,正如以下句子: “既然来到我们的土地,在我们的整个〔土地〕都直立之时。” 因为由于长音节的连续不断,它既无散文的自然流畅,亦无稳固之态。

语法注3 条
  1. 2.109πλὴν ἐπιλεγόμενόν γε ἐπιφωνηματικῶς

    分词 ἐπιλεγόμενον 带有让步意味,意为“即便它是以附加修饰的方式被追加在句末”。它通过 πλὴν ... γε 对前文所述“修辞三段论并非附加装饰句”(οὐκ ὂν μέν)作出了让步性的补充限定。

  2. 2.114τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν

    泰奥弗拉斯托斯关于“冷淡体”(ψυχρόν)的定义。带冠词的中性分词 τὸ ὑπερβάλλον 构成名词性短语,支配宾格短语 τὴν οἰκείαν ἀπαγγελίαν。这里的 οἰκεία 意为“与主题固有相称的”,指文辞的不当夸大超出了事物本身微小内容所应有的表达尺度。

  3. 2.117οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλές

    中性宾格形容词短语的含义判定。λογικόν 源自 λόγος(散文、言辞),在此指“合乎散文体规范的”或“符合日常言谈自然的”,与生硬夸张的韵律相对。与后接的 ἀσφαλές(稳健的、安定的)并列,表明通篇长音的堆叠破坏了散文应有的自然节奏与沉稳根基。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.106-2.117