- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.73-2.81
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在总结母音冲突的效果之后,作者讨论了造就崇高风格的诸要素:题材本身的宏大(援引画家尼基阿斯的见解)、非日常的华丽用词,以及得体运用隐喻、明喻与“生动动作(energeia)”隐喻的方法。
Ποιεῖ μὲν οὖν καὶ τὰ αὐτὰ μακρὰ συγκρουόμενα μέγεθος, καὶ αἱ αὐταὶ δίφθογγοι. αἱ δὲ ἐκ διαφερόντων συγκρούσεις ὁμοῦ καὶ μέγεθος ποιοῦσιν καὶ ποικιλίαν ἐκ τῆς πολυηχίας, οἷον ἠώς, ἐν δὲ τῷ οἵην οὐ μόνον διαφέροντα τὰ γράμματα ἐστιν, ἀλλὰ καὶ οἱ ἦχοι ὁ μὲν δασύς, ὁ δὲ ψιλός, ὥστε πολλὰ ἀνόμοια εἶναι.
因此,相同长母音的相撞同样造成崇高,相同的双母音亦然。而不同母音间的相撞,则因其发音的多样性而同时造就了崇高与丰富多变,例如: “厄俄斯(黎明)”,而在: “何等(hoiēn)”一词中,不仅字母不同,而且读音一者为粗气、一者为细气,从而存在着诸多不同之处。
Καὶ ἐν ᾠδαῖς δὲ τὰ μελίσματα ἐπὶ τοῦ ἑνὸς γίνεται τοῦ αὐτοῦ μακροῦ γράμματος, οἷον ᾠδῶν ἐπεμβαλλομένων ᾠδαῖς, ὥστε ἡ τῶν ὁμοίων σύγκρουσις μικρὸν ἔσται τι ᾠδῆς μέρος καὶ μέλισμα. περὶ μὲν δὴ συγκρούσεως, καὶ ὡς γίνοιτ’ ἂν μεγαλοπρεπὴς σύνθεσις, λελέχθω τοσαῦτα.
在歌唱中,花腔润腔亦是在同一个长音字母上展开的,宛如歌调层层迭加于歌调之上;因此,相似声音的相撞将成为歌调的一小部分和一种润腔。关于母音的冲突以及如何造就崇高的结构,便谈论至此。
Ἔστι δὲ καὶ ἐν πράγμασι τὸ μεγαλοπρεπές, ἂν μεγάλη καὶ διαπρεπὴς πεζομαχία ἢ ναυμαχία, ἢ περὶ οὐρανοῦ ἢ περὶ γῆς λόγος· ὁ γὰρ τοῦ μεγάλου ἀκούων πράγματος εὐθὺς καὶ τὸν λέγοντα οἴεται μεγάλως λέγειν πλανώμενος· δεῖ γὰρ οὐ τὰ λεγόμενα σκοπεῖν, ἀλλὰ πῶς λέγεται· ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρεπὲς ποιεῖν τῷ πράγματι.1 διὸ καὶ δεινούς τινάς φασιν, ὥσπερ καὶ Θεόπομπον, δεινὰ οὐ δεινῶς λέγοντας.
崇高同样存在于题材(事实)之中,若有一场宏大而辉煌的步战或海战,抑或是关于天地的言论。因为听闻重大题材的人,往往会产生错觉,立时以为讲述者所讲亦宏大;因为人们不应当只看所言之物,而应看如何言说;因为亦有可能因鄙陋地言说重大之事,而使之与题材不相称。因此人们甚至称某些人强有力——正如称泰奥庞波斯那样——尽管他们谈论可畏之事却毫无可畏之气。
Νικίας δ’ ὁ ζωγράφος καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γραφικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν,2 καὶ μὴ κατακερματίζειν τὴν τέχνην εἰς μικρά, οἷον ὀρνίθια ἢ ἄνθη, ἀλλ’ ἱππομαχίας καὶ ναυμαχίας, ἔνθα πολλὰ μὲν σχήματα δείξειεν ἄν τις ἵππων τῶν μὲν θεόντων, τῶν δὲ ἀνθισταμένων ὀρθῶν, ἄλλων δὲ ὀκλαζόντων, πολλοὺς δ’ ἀκοντίζοντας, πολλοὺς δὲ καταπίπτοντας τῶν ἱππέων· ᾤετο γὰρ καὶ τὴν ὑπόθεσιν αὐτὴν μέρος εἶναι τῆς ζωγραφικῆς τέχνης, ὥσπερ τοὺς μύθους τῶν ποιητῶν.3 οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς λόγοις ἐκ πραγμάτων μεγάλων μεγαλοπρέπεια γένηται.
画家尼基阿斯亦立时说过,这也是绘画艺术不小的一部分:选取宏大的题材作画,而不把艺术细碎分拆入微小之物,例如小鸟或花卉,而是描绘骑兵战与海战;在其中人们可以展现诸多马匹的姿态,有的在奔突,有的直立扬蹄,有的则屈膝跪倒,以及诸多掷标枪者和诸多跌落的骑士;因为他认为题材本身亦是绘画艺术的一部分,正如情节之于诗人。因此,若在言辞中崇高亦源于重大的题材,实无足为奇。
Τὴν δὲ λέξιν ἐν τῷ χαρακτῆρι τούτῳ περιττὴν εἶναι δεῖ καὶ ἐξηλλαγμένην καὶ ἀσυνήθη μᾶλλον· οὕτω γὰρ ἕξει τὸν ὄγκον, ἡ δὲ κυρία καὶ συνήθης σαφὴς μέν, λειτὴ δὲ καὶ εὐκαταφρόνητος.
在此种风格中的用词必须典雅华丽、富于变体且较不寻常;因为唯其如此言辞才具有分量,而恰切寻常的词汇虽明晰,却朴素且易受轻视。
Πρῶτα μὲν οὖν μεταφοραῖς χρηστέον· αὗται γὰρ μάλιστα καὶ ἡδονὴν συμβάλλονται τοῖς λόγοις καὶ μέγεθος, μὴ μέντοι πυκναῖς, ἐπεί τοι διθύραμβον ἀντὶ λόγου γράφομεν· μήτε μὴν πόρρωθεν μετενηνεγμέναις, ἀλλ̓ αὐτόθεν καὶ ἐκ τοῦ ὁμοίου, οἷον ἔοικεν ἀλλήλοις στρατηγός, κυβερνήτης, ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντές εἰσιν. ἀσφαλῶς οὖν ἐρεῖ καὶ ὁ τὸν στρατηγὸν κυβερνήτην λέγων τῆς πόλεως, καὶ ἀνάπαλιν ὁ τὸν κυβερνήτην ἄρχοντα τῆς νηός.
因此,首先应当运用隐喻;因为隐喻最能为言辞增添愉悦与崇高。然而不可过于密集,否则我们便是在作酒神颂而非写论辞;亦不可从遥远之处生搬硬套,而应取自近旁及相似之物。例如,将军、舵手、御者彼此相似;因为这些人皆是指挥者。因此,将将军称为城邦舵手的人,以及反过来将舵手称为船只指挥者的人,其表述皆甚为稳妥。
Οὐ πᾶσαι μέντοι ἀνταποδίδονται, ὥσπερ αἱ προειρημέναι, ἐπεὶ τὴν ὑπώρειαν μὲν τῆς Ἴδης πόδα ἐξῆν εἰπεῖν τὸν ποιητήν, τὸν δὲ τοῦ ἀνθρώπου πόδα οὐκέτι ὑπώρειαν εἰπεῖν.
然而,并非所有隐喻皆能如前所述那样相互对等转换;因为诗人固然可以将伊达山的山脚称为“足”,却决不能将人的足称为“山脚”。
Ἐπὰν μέντοι κινδυνώδης ἡ μεταφορὰ δοκῇ, μεταλαμβανέσθω εἰς εἰκασίαν· οὕτω γὰρ ἀσφαλεστέρα γίγνοιτ̓ ἄν. εἰκασία δ’ ἐστὶ μεταφορὰ πλεονάζουσα,4 οἷον εἴ τις τῷ τότε τῷ Πύθωνι τῷ ῥήτορι ῥέοντι καθ’ ὑμῶν προσθεὶς εἴποι, ὥσπερ ῥέοντι καθ’ ὑμῶν. οὕτω μὲν γὰρ εἰκασία γέγονεν καὶ ἀσφαλέστερος ὁ λόγος, ἐκείνως δὲ μεταφορὰ καὶ κινδυνωδέστερος. διὸ καὶ Πλάτων ἐπισφαλές τι δοκεῖ ποιεῖν μεταφοραῖς μᾶλλον χρώμενος ἢ εἰκασίαις, ὁ μέντοι Ξενοφῶν εἰκασίαις μᾶλλον.
但当隐喻显得冒险时,便应当转化为明喻;因为如此它将更为稳妥。明喻乃是扩充了的隐喻,正如有人若在: “向着当时滔滔奔流向你们涌来的演说家皮同”一句中加上词语而说: “宛如滔滔奔流向你们涌来”。 因为这样一来便成了明喻,言辞更为稳妥;而照前一种方式则是隐喻,风险更大。因此柏拉图因多用隐喻少用明喻而被认为行事颇有风险,而色诺芬则更多运用明喻。
Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργοῦντα εἰσάγηται καθάπερ ἔμψυχα, ὡς τὸ ἐπὶ τοῦ βέλους· "ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων," καὶ τὸ "κυρτὰ φαληριόωντα." πάντα γὰρ ταῦτα, τὸ φαληριόωντα καὶ τὸ μενεαίνων, ζωτικαῖς ἐνεργείαις ἔοικεν.
而在亚里士多德看来,最好的隐喻乃是被称为“依于生动动作(energeia)”的隐喻,即无生命之物被引入并如赋有生命般行动之时,正如论及箭矢之句: “锋利无比,迫切欲飞入人群”,以及: “翻卷的,泛着白沫的”。 因为所有这些词,“泛着白沫的”与“迫切的”,皆类似于有生命的活动。
- 2.75ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρεπὲς ποιεῖν τῷ πράγματι
ἔστι 为无人称用法,意为“可能/能够”,支配不定式 ποιεῖν。分词 λέγοντα 为泛指的不定式逻辑主语(宾格),并含有方式或条件意味(“若/通过以鄙陋的方式言说”)。ἀπρεπές 作 ποιεῖν 的宾语补足语(中性单数宾格),与格 τῷ πράγματι 表示关涉(“使之对该题材而言不相称”)。
- 2.76καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γραφικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν
指示代词 τοῦτο 先行指代(预示)后接的带冠词不定式短语 τὸ ... γράφειν,二者构成同位语关系。在 ἔλεγεν 所引导的间接引语中,该主语短语与宾格表语 οὐ μικρὸν μέρος(τῆς γραφικῆς τέχνης 为修饰它的部分属格,意为“是绘画艺术不小的一部分”)搭配。分词 λαβόντα 采用宾格,与不定式 γράφειν 泛指的逻辑主语相一致。
- 2.76ὥσπερ τοὺς μύθους τῶν ποιητῶν
比较分句,承接前文 ᾤετο ... τὴν ὑπόθεσιν αὐτὴν μέρος εἶναι τῆς ζωγραφικῆς τέχνης 的动词结构。宾格 τοὺς μύθους 与主语宾格 τὴν ὑπόθεσιν 构成平行对应,句中省略了不定式短语 μέρος εἶναι τῆς ποιητικῆς τέχνης(“正如神话情节[是诗艺的一]部分一样”)。
- 2.80μεταφορὰ πλεονάζουσα
πλεονάζουσα 是现在分词,意为“具有冗余成分的、扩充的”。此处作为修辞学术语,指通过添加比较标记(如 ὥσπερ,“宛如”)等词语而得以扩充的隐喻形式,即明喻(εἰκασία)的定义性表述。
