- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.62-2.72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过尼柔斯的例子补述了首语重复与连词省略的效果,论述了多连词法、换格及重叠对崇高风格的营造并警惕修辞过度,进而探讨了母音冲突的美音价值及其在崇高风格中的恰当运用。
Καὶ σχεδὸν ἅπαξ τοῦ Νιρέως ὀνομασθέντος ἐν τῷ δράματι μεμνήμεθα οὐδὲν ἧττον ἢ τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως, καίτοι κατ’ ἔπος ἕκαστον λαλουμένων σχεδόν.1 αἰτία δ’ ἡ τοῦ σχήματος δύναμις· εἰ δ’ οὕτως εἶπεν, Νιρεὺς ὁ Ἀγλαΐας υἱὸς ἐκ Σύμης τρεῖς νῆας ἦγεν, παρασεσιωπηκότι ἐῴκει τὸν Νιρέα·2 ὥσπερ γὰρ ἐν ταῖς ἑστιάσεσι τὰ ὀλίγα διαταχθέντα πως πολλὰ φαίνεται, οὕτω κἀν τοῖς λόγοις.
而且,尽管在戏剧中尼柔斯的名字几乎只被提及了一次,我们记住他的程度却不亚于阿喀琉斯和奥德修斯,即便后两者几乎在每一行中都被谈及。其原因正在于修辞格式的力量。若他这样说: “阿格莱亚之子尼柔斯从叙墨率领了三艘船,”便宛如将尼柔斯默然略过;因为正如在宴席上一丁点菜肴经某种布置后显得丰盛,在言辞中亦是如此。
Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ἐστρατεύοντο Ἕλληνές τε καὶ Κᾶρες καὶ Λύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες. ἡ γὰρ τοῦ αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος.
然而在许多地方,与连词省略相反的连词接续(多连词法)反而更能造就崇高,例如这一句: “希腊人、卡里亚人、吕基亚人、潘菲利亚人以及弗里吉亚人都出征了。” 因为同一连词的反复安置彰显出某种无尽的繁多。
Τὸ δὲ τοιοῦτο κυρτά, φαληριόωντα, τῇ ἐξαιρέσει τοῦ καὶ συνδέσμου μεγαλειότερον ἀπέβη μᾶλλον, ἢ εἰ εἶπεν, κυρτὰ καὶ φαληριόωντα.
而这样的措辞: “翻卷的,泛着白沫的,”因去除了连词“与”,比起若他这样说: “翻卷的并且泛着白沫的,”结果要宏伟得多。
μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασιν τὸ μηδὲ ἐπὶ τῆς αὐτῆς μένειν πτώσεως, ὡς Θουκυδίδης, καὶ πρῶτος ἀποβαίνων ἐπὶ τὴν ἀποβάθραν ἐλειποψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν·3 πολὺ γὰρ οὕτως μεγαλειότερον, ἢ εἴπερ ἐπὶ τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ἔπεσεν ἐς τὴν παρεξειρεσίαν καὶ ἀπέβαλε τὴν ἀσπίδα.
而在修辞格式中,不拘泥于同一格位同样能产生崇高,正如修昔底德所言: “他作为首个登上下船跳板的人便晕厥了过去,在他跌落于桨架突出部之际;”因为如此表述要宏伟得多,远胜于若他在同一格位中这样说: “他跌落于桨架突出部并丢失了盾牌。”
Καὶ ἀναδίπλωσις δ’ ἔπους εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος δράκοντες δέ που, φησίν, ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος, καὶ μέγεθος καὶ πλῆθος. δὶς ῥηθὲν τὸ μέγεθος ὄγκον τινὰ τῇ ἑρμηνείᾳ παρέσχεν.
此外,词语的重叠也造成了崇高,正如希罗多德所言: “我想那些巨蟒,”他说,“在高加索体型极大,无论体型还是数量都极为巨大。” 两次说出的“体型”赋予了表述某种厚重感。
Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ παρεμφαῖνόν τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἀρχαῖοι πολλὰ σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι.
然而不可密集地使用修辞格式;因为这有失风雅,且会显露出言辞的某种参差不齐。无论如何,古代作家在言辞中运用了诸多格式,却比不用格式者更为自然,正是因为他们安置得巧妙。
Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσοκράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτά, καὶ οἱ ἀπ’ αὐτοῦ, ἄλλοι δέ τινες ὡς ἔτυχε συνέκρουσαν καὶ παντάπασι· δεῖ δὲ οὔτε ἠχώδη ποιεῖν τὴν σύνθεσιν, ἀτέχνως αὐτὰ συμπλήσσοντα καὶ ὡς ἔτυχε· διασπασμῷ γὰρ τοῦ λόγου τὸ τοιοῦτον καὶ διαρρίψει ἔοικεν· οὔτε μὴν παντελῶς φυλάσσεσθαι τὴν συνέχειαν τῶν γραμμάτων· λειοτέρα μὲν γὰρ οὕτως ἔσται ἴσως ἡ σύνθεσις, ἀμουσοτέρα δὲ καὶ κωφὴ ἀτεχνῶς, πολλὴν εὐφωνίαν ἀφαιρεθεῖσα τὴν γινομένην ἐκ τῆς συγκρούσεως.
关于母音的冲突,不同的人持有不同的见解。伊索克拉底及其追随者力求避免母音相撞,而另一些人则毫无章法地、全然任其相撞。但既不应通过无技巧且随意地撞击母音而使组合显得嘈杂刺耳——因为这宛如言辞的撕裂与抛散——也不应完全回避字母的连续相接;因为这样一来组合固然或许更加平滑,却会全然失去韵味与生气,被剥夺了由冲突所产生的诸多悦耳音律。
Σκεπτέον δὲ πρῶτον μέν, ὅτι καὶ ἡ συνήθεια αὐτὴ συμπλήττει τὰ γράμματα ταῦτα τοῖς ὀνόμασιν, καίτοι στοχαζομένη μάλιστα εὐφωνίας, οἷον ἐν τῷ Αἰακὸς καὶ χιών. πολλὰ δὲ καὶ διὰ μόνων τῶν φωνηέντων συντίθησιν ὀνόματα, οἷον Αἰαίη καὶ Εὔιος, οὐδέν τε δυσφωνότερα τῶν ἄλλων ἐστὶ ταῦτα, ἀλλ’ ἴσως καὶ μουσικώτερα.
首先应当考虑到,日常习惯本身在词汇中就会撞击这些字母,尽管它极力追求悦耳,例如在“埃阿科斯”和“希翁”中。它甚至纯粹用母音来构成许多词,例如“埃埃亚”与“厄维俄斯”,这些词丝毫不比其他词刺耳,反而或许更为悦耳动听。
Τά γε μὴν ποιητικά, οἷον τὸ ἠέλιος, διῃρημένον καὶ συγκρουόμενον ἐπίτηδες, εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὀρέων τοῦ ὀρῶν. ἔχει γάρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ᾠδὴν ἐπιγινομένην. πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφορα ἦν, διαιρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ πάντα μὲν τὰ νέα καὶ καλά ἐστιν. εἰ δὲ συναλείψας εἴποις καλά ʼστιν, δυσφωνότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον.
此外,诗歌形式如“赫埃利俄斯”,特意展开并相撞,比起“赫利俄斯”更为悦耳,“奥雷翁”亦比“奥龙”更为悦耳。因为展开与相撞带有一种仿佛相伴而生的歌咏之调。还有许多其他表述,在缩合时显得晦涩难读,但在分开并冲突时却更为悦耳,例如: “凡是年轻之物皆是美好的。” 若你缩合而说成: “卡拉·斯廷,”所说之言便会更为刺耳,也更为卑微琐碎。
Ἐν Αἰγύπτῳ δὲ καὶ τοὺς θεοὺς ὑμνοῦσι διὰ τῶν ἑπτὰ φωνηέντων οἱ ἱερεῖς, ἐφεξῆς ἠχοῦντες αὐτά, καὶ ἀντὶ αὐλοῦ καὶ ἀντὶ κιθάρας τῶν γραμμάτων τούτων ὁ ἦχος ἀκούεται ὑπ’ εὐφωνίας, ὥστε ὁ ἐξαιρῶν τὴν σύγκρουσιν οὐδὲν ἄλλο ἢ μέλος ἀτεχνῶς ἐξαιρεῖ τοῦ λόγου καὶ μοῦσαν. ἀλλὰ περὶ τούτων μὲν οὐ καιρὸς μηκύνειν ἴσως.
在埃及,祭司们甚至通过七个母音来歌颂神明,依次发出它们的声音;因其悦耳,这些字母的声音被听来替代长笛与竖琴;因此,去除母音冲突的人,无异于完全剥夺了言辞的旋律与乐感。但关于这些,或许不是冗长赘述的适宜时机。
Ἐν δὲ τῷ μεγαλοπρεπεῖ χαρακτῆρι σύγκρουσις παραλαμβάνοιτ’ ἂν πρέπουσα ἤτοι διὰ μακρῶν, ὡς τὸ λᾶαν ἄνω ὤθεσκε· καὶ γὰρ ὁ στίχος μῆκός τι ἔσχεν ἐκ τῆς συγκρούσεως, καὶ μεμίμηται τοῦ λίθου τὴν ἀναφορὰν καὶ βίαν. ὡσαύτως καὶ τὸ μὴ ἤπειρος εἶναι τὸ Θουκυδίδειον. συγκρούονται καὶ δίφθογγοι διφθόγγοις, ταύτην κατῴκησαν μὲν Κερκυραῖοι· οἰκιστὴς δὲ ἐγένετο.
在崇高风格中,得体的母音冲突可以通过长母音被采纳,例如这一句: “他不停将巨石向上推移;”因为这一诗行从冲突中获得了某种长度延展,摹拟了巨石的仰推与力量。修昔底德的这句亦是如此: “不成为大陆。” 双母音亦能与双母音相撞: “此城虽由科耳库拉人定居;但奠基者则是……”
- 2.62καίτοι κατ’ ἔπος ἕκαστον λαλουμένων σχεδόν
由καίτοι引导的让步性属格绝对结构。其逻辑主语代词(αὐτῶν)被省略,指涉前文的名词短语“阿喀琉斯与奥德修斯”(τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως)。
- 2.62παρασεσιωπηκότι ἐῴκει τὸν Νιρέα
人称动词ἐῴκει(过去完成时表过去义,“宛如/仿佛”)带与格谓词分词παρασεσιωπηκότι,而该分词依其及物动词含义支配宾格直接宾语τὸν Νιρέα,构成“宛如将尼柔斯默然略过之人”的句式。
- 2.65καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν
此处的句式转换(破格/格的置换):主句以主格分词(πρῶτος ἀποβαίνων)和限定动词(ἐλειποψύχησέ τε)开端,却未以对等的限定动词(如καὶ ἔπεσεν)延续,而是突转为属格绝对结构(πεσόντος αὐτοῦ)。此处正被引来作为以格位转换赋予文风宏伟感的典范。
