← 法勒鲁姆的德米特里

论文体

§2.53-2.61

连词用法与修辞格对宏大风格的作用

作者论述了连词的不对称呼应、连续排列以及虚词的妥善运用如何增强文辞的雄大与情感,随后探讨了修辞格式(如换格、首语重复和连词省略)为文体赋予宏大气势的具体方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53

Χρὴ δὲ καὶ τοὺς συνδέσμους μὴ μάλα ἀνταποδίδοσθαι ἀκριβῶς, οἷον τῷ μὲν συνδέσμῳ τὸν δέ· μικροπρεπὲς γὰρ ἡ ἀκρίβεια· ἀλλὰ καὶ ἀτακτοτέρως πως χρῆσθαι, καθάπερ που ὁ Ἀντιφῶν λέγει· ἡ μὲν γὰρ νῆσος ἣν ἔχομεν, δήλη μὲν καὶ πόρρωθέν ἐστιν, ὑψηλὴ καὶ τραχεῖα· καὶ τὰ μὲν χρήσιμα καὶ ἐργάσιμα μικρὰ αὐτῆς ἐστι, τὰ δὲ ἀργὰ πολλὰ σμικρᾶς αὐτῆς οὔσης. τρισὶ γὰρ τοῖς μὲν συνδέσμοις εἷς ὁ δὲ ἀνταποδίδοται.1

此外,也不可将连词对应得过于刻板,例如让连词men与de严格对应;因为刻板会显得卑琐。相反,应当在某种程度上更为不规则地使用它们,正如安提丰在某处所说: “因为我们所拥有的这座岛屿,即便从远处看也极为醒目,高峻而崎岖;其有用且适于耕作的部分很少,而荒芜的部分却很多,尽管岛屿本身很小。” 因为在这里,三个men连词只对应了一个de连词。

§2.54

Πολλάκις μέντοι τεθέντες πως ἐφεξῆς σύνδεσμοι καὶ τὰ μικρὰ μεγάλα ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ τῶν Βοιωτιακῶν πόλεων τὰ ὀνόματα εὐτελῆ ὄντα καὶ μικρὰ ὄγκον τινὰ ἔχει καὶ μέγεθος διὰ τοὺς συνδέσμους ἐφεξῆς τοσούτους τεθέντας, οἷον ἐν τῷ "Σχοῖνόν τε Σκῶλόν τε, πολύκνημόν τ’ Ἐτεωνόν."

然而,以某种方式连续排列的连词往往能使微小的事物显得宏大,正如在荷马笔下,维奥蒂亚诸城市的名字虽然微不足道且渺小,却因如此多的连词接连安置而具有了某种分量与雄大,例如在这一句中: “斯霍伊诺斯,与斯科罗斯,以及多岗的埃忒奥诺斯。”

§2.55

Τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον, οὐχ ὡς προσθήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥσπερ τινὲς τῷ δὴ χρῶνται πρὸς οὐδὲν καὶ τῷ νυ καὶ τῷ πρότερον, ἀλλ’ ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου, καθάπερ παρὰ Πλάτωνι, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς· καὶ παρ’ Ὁμήρῳ, "ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο." ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα ἐργάζονται. εἰ δ’ ὧδε εἶπεν, ἀλλ’ ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ ποταμοῦ, μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος λέγοντι.

对于填补性的连词(虚词),不应将其用作空洞的赘疣,宛如息肉或多余的边角碎料——就像有些人毫无缘由地使用dē,使用nu以及proteron那样——而应当仅在它们有助于言辞的雄大时方才使用,正如柏拉图文中所写: “天界伟大的宙斯确实……” 又如在荷马笔下: “然而当他们确实到达清流江河的渡口时。” 因为置于开端的连词将接续的内容与前文隔断开来,从而产生了一种崇高之感。因为众多的开端能造就庄严。若他这样说: “然而当他们到达河的渡口时,”便会显得琐碎,且仿佛仍在讲述单一的事物。

§2.57

Λαμβάνεται δὲ καὶ παθητικῶς πολλάκις ὁ σύνδεσμος οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα, "Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν;" εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, ὥσπερ τὸ αἲ αἴ, καὶ τὸ φεῦ, καὶ ποῖόν τί ἐστιν; ὡς αὐτός φησι, τὸ καί νύ κ’ ὀδυρομένοισιν ἔπρεψεν, ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος.

这一连词也常常带有充沛的情感,正如卡吕普索对奥德修斯所言: “宙斯所生的拉厄耳忒斯之子,多谋的奥德修斯, 难道当真就这样归家,前往亲爱的故土?” 无论如何,如果你抽去这个连词,便会同时抽去其中的情感。因为总体而言,正如普拉克西法内斯所说,这类连词被采用是用来代替呜咽与叹息的,宛如“哀哉”与“痛哉”。那是何种情形呢?正如他本人所言,这一句: “如今对于哀恸的人们而言……” 正得其宜,带有哀戚措辞的某种逼真感染力。

§2.58

Οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασιν τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ τις ὧδε λέγοι, "Καλυδὼν μὲν ἥδε γαῖα Πελοπείας χθονός, φεῦ. ἐν ἀντιπόρθμοις πεδί᾽ ἔχουσ᾽ εὐδαίμονα, αἴ, αἴ." ὡς γὰρ παρέλκει τὸ αἲ αἲ καὶ τὸ φεῦ ἐνθάδε, οὕτω καὶ ὁ πανταχοῦ μάτην ἐμβαλλόμενος σύνδεσμος.

他说,那些毫无意义地填补连词的人,宛如那些无缘无故念出这句那句台词的演员,仿佛有人这样说: “此乃佩洛普斯之地的卡吕冬, 痛哉! 在对岸海峡拥有肥沃的平原, 哀哉!” 因为正如这里的“哀哉”与“痛哉”纯属多余,处处徒劳插入的连词亦复如是。

§2.59

Οἱ μὲν δὴ σύνδεσμοι τὴν σύνθεσιν μεγαλοπρεπῆ ποιοῦσιν, ὡς εἴρηται, τὰ δὲ σχήματα τῆς λέξεώς ἐστι μὲν καὶ αὐτὰ συνθέσεώς τι εἶδος· τὸ γὰρ δὴ τὰ αὐτὰ λέγειν δὶς διπλοῦντα ἢ ἐπαναφέροντα ἢ ἀνθυπαλλάσσοντα διαταττομένῳ καὶ μετασυντιθέντι ἔοικεν. διατακτέον δὲ τὰ πρόσφορα αὐτῶν χαρακτῆρι ἑκάστῳ, οἷον τῷ μεγαλοπρεπεῖ μὲν περὶ οὗ πρόκειται, ταῦτα·

正如前文所述,连词使组合变得崇高;而文辞的修辞格式本身也是组合的一种形式。因为将同样的内容通过重叠、复沓或换格而重复表述,宛如一个人在调整语序并重新组合。

§2.60

πρῶτον μὲν τὴν ἀνθυπαλλαγήν, ὡς Ὅμηρος, "οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει2"· πολὺ γὰρ οὕτω μεγαλειότερον ἐναλλαγείσης πτώσεως, ἢ εἴπερ οὕτως ἔφη, "τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρύν·" συνήθως γὰρ ἐλέγετο. πᾶν δὲ τὸ σύνηθες μικροπρεπές, διὸ καὶ ἀθαύμαστον.

应当把其中适宜的修辞格式分配给每一种风格特征,例如对于眼下论及的崇高风格,应当分配如下格式: 首先是格的置换,如荷马所言: “两座岩礁,其一伸向辽阔的长天;”因为如此变换格位,远比他若这样表述要显得宏伟得多: “两座岩礁之中,其一伸向辽阔的长天……” 因为后者是寻常的表达方式。而一切寻常之物皆属卑琐,因而也就无法令人赞叹。

§2.61

Τὸν δὲ Νιρέα, αὐτόν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποίησεν καὶ πολλὰ ἀντ’ ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησάμενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. Νιρεὺς γάρ, φησι, τρεῖς νῆας ἄγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεύς, ὃς κάλλιστος ἀνήρ· ἥ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν Νιρέα, καὶ ἡ διάλυσις, πλῆθός τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ τριῶν ὄντων.

至于尼柔斯,尽管他本人微不足道,其所有物更为微弱——仅有三艘船与少数人——〔荷马〕却通过同时运用由首语重复与连词省略构成的双重且复合的格式,使他变得伟大,使其〔所有物〕变得宏大,并以多代少。 因为他说: “尼柔斯率领了三艘船,阿格莱亚之子尼柔斯,最为俊美的男子尼柔斯;”因为措辞对同一个名字“尼柔斯”的重复,以及连词的省略,即便在仅有两三件事物的情况下,也彰显出某种繁盛丰沛的景象。

语法注2 条
  1. 2.53τρισὶ γὰρ τοῖς μὲν συνδέσμοις εἷς ὁ δὲ ἀνταποδίδοται

    与格短语τρισὶ ... τοῖς μὲν συνδέσμοις表示被动动词ἀνταποδίδοται(与……相对应)的对象,主语为εἷς ὁ δέ(单一的dé)。此句在语法上指出了前文引文中三个μέν仅由一个δέ承接的非对称呼应结构。

  2. 2.60οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει

    此为“全体与部分的同格主格”(schēma kath' holon kai meros)或悬垂主格(nominativus pendens)的典型范例。本应使用表示部分的部分属格(τῶν δὲ δύο σκοπέλων ὁ μέν...),作者却将指代全称的名词短语οἱ δὲ δύο σκόπελοι置于主格,随后引出具体的部分主语ὁ μέν。这正是修辞学所称“格的置换”(ἀνθυπαλλαγή)的体现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.53-2.61