- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.44-2.52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过修昔底德、柏拉图和荷马等人的实例,论述了长分句、整句式(周期性)结构、组合与字词中的粗砺与不协和音,以及由浅入深按生动程度递进安排字词以造就崇高雄大风格的方法。
Ποιεῖ δὲ καὶ τὰ μήκη τῶν κώλων μέγεθος, οἷον Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, καὶ Ἡροδότου Ἁλικαρνασέως ἱστορίης ἀπόδειξις ἥδε. τὸ γὰρ ταχέως ἀποσιωπᾶν εἰς κῶλον βραχὺ κατασμικρύνει τὴν τοῦ λόγου σεμνότητα, κἂν ἡ ὑποκειμένη διάνοια μεγαλοπρεπὴς ᾖ, κἂν τὰ ὀνόματα.
分句的长度也能产生雄大,例如: “雅典人修昔底德记录了伯罗奔尼撒人与雅典人的战争”,以及: “这是哈利卡纳苏斯人希罗多德的探究成果”。 因为急促地煞尾于短分句,会削弱言论的庄严,即便其蕴含的思想是崇高的,措辞也是崇高的。
Μεγαλοπρεπὲς δὲ καὶ τὸ ἐκ περιαγωγῆς τῇ συνθέσει λέγειν, οἷον ὡς Θουκυδίδης· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριανῶν καὶ Ἀμφιλόχων, ἄνωθεν παρὰ Στράτον πόλιν ἐς θάλασσαν διεξιεὶς παρ’ Οἰνιάδας, καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι.1 σύμπασα γὰρ ἡ τοιαύτη μεγαλοπρέπεια ἐκ τῆς περιαγωγῆς γέγονεν, καὶ ἐκ τοῦ μόγις ἀναπαῦσαι αὐτόν τε καὶ τὸν ἀκούοντα.
在组合中以周期式(整句式)的方式陈述同样具有崇高感,正如修昔底德所写: “因为阿克洛奥斯河从品多斯山流出,穿过多洛皮亚、阿格里亚内斯和安菲洛基亚,自上方经斯特拉托斯城流向奥尼亚达伊附近的海洋,并将他们的城市环绕成沼泽,使得在冬季因水阻碍而无法进军。” 因为所有这种崇高感皆源自周期的延展,并源自几乎不给作者本人与听者任何停歇。
Εἰ δ’ οὕτω διαλύσας αὐτὸ εἴποι τις· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἐκβάλλει δὲ παρ’ Οἰνιάδας ἐς θάλασσαν· πρὸ δὲ τῆς ἐκβολῆς τὸ Οἰνιαδῶν πεδίον λίμνην ποιεῖ, ὥστ’ αὐτοῖς πρὸς τὰς χειμερινὰς ἐφόδους τῶν πολεμίων ἔρυμα καὶ πρόβλημα γίνεσθαι τὸ ὕδωρ· εἰ δή τις οὕτω μεταβαλὼν ἑρμηνεύσειεν αὐτό, πολλὰς μὲν ἀναπαύλας παρέξει τῷ λόγῳ, τὸ μέγεθος δ’ ἀφαιρήσεται.
反之,若有人将此句拆解而这般表述: “因为阿克洛奥斯河发源于品多斯山,在奥尼亚达伊附近流入大海;在入海口前,它将奥尼亚达伊人的平原变成湖泊,从而使这水成为他们抵御敌人冬季进犯的堡垒与屏障” ——如果有人这样改写并加以表述,他固然会给言辞带来许多歇息之处,却剥夺了其雄大。
Καθάπερ γὰρ τὰς μακρὰς ὁδοὺς αἱ συνεχεῖς καταγωγαὶ μικρὰς ποιοῦσιν, αἱ δ’ ἐρημίαι κἀν ταῖς μικραῖς ὁδοῖς ἔμφασίν τινα ἔχουσι μήκους, ταὐτὸ δὴ κἀπὶ τῶν κώλων ἂν γίγνοιτο.
因为正如沿途频繁的客栈会使漫长的旅途显得短暂,而荒僻的旷野即便在短暂的旅途中也会给人以漫长之感,在分句的处理上也完全是同样的道理。
Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ "Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ." ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερβολὴ δ’ ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος· λειότης γὰρ καὶ τὸ εὐήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν,2 ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ, ὅτι τὸ μὲν δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν. ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ’ ἄν τις εἶπεν, ὅτι ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν, ἀφῄρητο δ’ αὐτοῦ τὴν μεγαλοπρέπειαν.
此外,音律组合的拗折刺耳在许多情况下也能产生雄大,例如: “伟大的埃阿斯始终直取铜盔赫克托尔。” 在其他情况下,字母的彼此撞击或许听来刺耳,但此处却以极度的力量展现了英雄的雄伟;因为圆润与悦耳在崇高风格中几乎没有容身之地,除非极少数场合。修昔底德也几乎处处规避组合的圆润与平整,当他说到: “那一年,正如人们所承认的,就其他疾疫而言正巧是无病的”时,他总是宛如行走在坎坷道路上的人,在某种程度上不断受绊踬。 因为人们若这样说会更容易、更悦耳: “就其他疾疫而言正巧是无病的”,但这本会剥夺他的崇高感。
Ὥσπερ γὰρ ὄνομα τραχὺ μέγεθος ἐργάζεται, οὕτω σύνθεσις. ὀνόματα δὲ τραχέα τό τε κεκραγὼς ἀντὶ τοῦ βοῶν, καὶ τὸ ῥηγνύμενον ἀντὶ τοῦ φερόμενον, οἵοις πᾶσιν ὁ Θουκυδίδης χρῆται, ὅμοια λαμβάνων τά τε ὀνόματα τῇ συνθέσει, τοῖς τε ὀνόμασι τὴν σύνθεσιν.
正如粗砺的字词能造就雄大,组合亦然。粗砺的字词如以“咆哮”代替“呼喊”,以“断裂奔涌”代替“流逝”,修昔底德全数运用了诸如此类的词,使字词与组合相合,又使组合与字词相契。
Τάσσειν δὲ τὰ ὀνόματα χρὴ τόνδε τὸν τρόπον. πρῶτα μὲν τιθέναι τὰ μὴ μάλα ἐναργῆ, δεύτερα δὲ καὶ ὕστατα τὰ ἐναργέστερα. οὕτω γὰρ καὶ τοῦ πρώτου ἀκουσόμεθα ὡς ἐναργοῦς, καὶ τοῦ μετ’ αὐτὸ ὡς ἐναργεστέρου. εἰ δὲ μή, δόξομεν ἐξησθενηκέναι, καὶ οἷον καταπεπτωκέναι ἀπὸ ἰσχυροτέρου ἐπὶ ἀσθενές.
安排字词当依如下方式:首先置放不太鲜明的字词,次之并最终置放更为鲜明的字词。因为如此一来,我们既会将先前的字词听作鲜明,又会将随后的字词听作更为鲜明。否则,我们便会显得力竭,宛如从更强劲者跌落至虚弱者。
Παράδειγμα δὲ τὸ παρὰ τῷ Πλάτωνι λεγόμενον, ὅτι ἐπὰν μέν τις μουσικῇ παρέχῃ καταυλεῖν καὶ καταχεῖν διὰ τῶν ὤτων· πολὺ γὰρ τὸ δεύτερον ἐναργέστερον τοῦ προτέρου. καὶ πάλιν προϊών φησιν, ὅταν δὲ καταχέων μὴ ἀνῇ, ἀλλὰ κηλῇ, τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει. τὸ γὰρ λείβει τοῦ τήκει ἐμφατικώτερον καὶ ἐγγυτέρω ποιήματος. εἰ δὲ προεξήνεγκεν αὐτό, ἀσθενέστερον ἂν τὸ τήκει ἐπιφερόμενον ἐφάνη.
柏拉图文中所说的一段便是范例: “当有人听任音乐通过耳朵向内吹奏并倾注……” 因为第二个词远比前一个词更为鲜明。随之他在后文中又说: “然而当他倾注而不止,反倒施以诱惑时,在此之后便开始融化并消解。” 因为“消解”比“融化”更具表现力,且更接近诗歌。若他将此词置于前,则随后附上的“融化”便会显得软弱无力。
Καὶ Ὅμηρος δὲ ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν, καὶ ἐπανιόντι ἐπ’ αὐτῆς ἔοικεν, οἷον "οὐ γὰρ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι," καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὀρῶν. ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζόνων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων.3
荷马在描写独目巨人时也同样不断递增其夸饰,宛如攀登台阶一般,例如: “因为他不像一个食粮的常人,倒像一座林木茂密的峰峦,”并且更添上一句:属于巍然凌驾于诸山之上的崇山峻岭。因为先前的事物即便本自宏大,但一旦随后跟进更为宏大者,便总显得微不足道了。
- 2.45ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι
动词 ποιεῖ 与充当谓语补足语的形容词 ἄπορον 以及作为宾语/结果补足语的不定词 στρατεύεσθαι 构成复合宾语结构,意为“使在冬季因水之阻碍而无法进军”。介词短语 ὑπὸ τοῦ ὕδατος 表示原因,ἐν χειμῶνι 表示时间,均修饰 στρατεύεσθαι。
- 2.48ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν
动词 ἔοικεν 要求与格补足语。此处采用阳性单数与格分词 προσκρούοντι,指代泛指之人(“受绊踬者”)。不定代词 τι 用作副词修饰 μᾶλλον,表示“在某种程度上 / 稍稍更加”。
- 2.52μειζόνων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων
这是一个属格独立结构(genitive absolute)。主语为 τῶν μετὰ ταῦτα(“随后的事物”),述语分词为 ἐπιφερομένων,μειζόνων 用作表语性修饰(“作为更为宏大者”)。与格代词 αὐτοῖς 依存于动词 ἐπιφερομένων,意为“被加诸它们(先前的那些事物)之上”。
