- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:2.36-2.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了四种基本风格及其相互融合的可能性,并阐释了崇高风格中运用佩翁格组合法的方式及其修辞效果。
Εἰσὶ δὲ τέτταρες οἱ ἁπλοῖ χαρακτῆρες, ἰσχνός, μεγαλοπρεπής, γλαφυρός, δεινός, καὶ λοιπὸν οἱ ἐκ τούτων μιγνύμενοι. μίγνυνται δὲ οὐ πᾶς παντί, ἀλλ’ ὁ γλαφυρὸς μὲν καὶ τῷ ἰσχνῷ καὶ τῷ μεγαλοπρεπεῖ, καὶ ὁ δεινὸς δὲ ὁμοίως ἀμφοτέροις· μόνος δὲ ὁ μεγαλοπρεπὴς τῷ ἰσχνῷ οὐ μίγνυται, ἀλλ’ ὥσπερ ἀνθέστατον καὶ ἀντίκεισθον ἐναντιωτάτω. διὸ δὴ καὶ μόνους δύο χαρακτῆράς τινες ἀξιοῦσιν εἶναι τούτους, τοὺς δὲ λοιποὺς δύο μεταξὺ τούτων, τὸν μὲν γλαφυρὸν τῷ ἰσχνῷ προσνέμοντες μᾶλλον, τῷ δὲ μεγαλοπρεπεῖ τὸν δεινόν, ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος.1
单纯的风格有四种:平实、崇高、优美、沉雄,此外还有由它们相互融合而生的风格。但并非任何风格都能与任何风格相融:优美风格既能与平实相融,又能与崇高相融;沉雄风格同样能与两者相合。唯独崇高风格不与平实风格相融,而是仿佛彼此对立、截然相反。正是因此,有些人甚至认为仅有这两种风格,而将其余两种置于它们之间,将优美风格更多地归入平实,将沉雄风格归入崇高,其理由是优美风格具有某种细致与典雅,而沉雄风格则具有厚重与博大。
Γελοῖος δ’ ὁ τοιοῦτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρημένων χαρακτήρων ἐναντίων, πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν καταμεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητά τε καὶ χάριν, ὥστε τὸ μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἑρμηνεία δ᾽ ἑκάστῳ πρέπουσα γένοιτ’ ἂν τοιάδε τις.
然而这种论调是可笑的。因为我们看到,除了前述相互对立的风格之外,所有风格皆可彼此相融;例如荷马的史诗,以及柏拉图、色诺芬、希罗多德等许多人的言论,既融合了大量的崇高,又兼具充沛的沉雄与韵致。因此,风格的数量应当正是前面所说的那样。而适合每种风格的文辞表现大概是这样的。
Ἄρξομαι δὲ ἀπὸ τοῦ μεγαλοπρεποῦς, ὅνπερ νῦν λόγιον ὀνομάζουσιν. ἐν τρισὶ δὴ τὸ μεγαλοπρεπές, διανοίᾳ, λέξει, τῷ συγκεῖσθαι προσφόρως. σύνθεσις δὲ μεγαλοπρεπής, ὥς φησιν Ἀριστοτέλης, ἡ παιωνική. παίωνος δὲ εἴδη δύο, τὸ μὲν προκαταρκτικόν, οὗ ἄρχει μὲν μακρά, λήγουσι δὲ τρεῖς βραχεῖαι, οἷον τὸ τοιόνδε, ηρξατο δε, τὸ δὲ καταληκτικὸν θατέρῳ ἀντίστροφον, οὗ τρεῖς μὲν βραχεῖαι ἄρχουσιν, λήγει δὲ μία μακρά, ὥσπερ τὸ Ἀραβια.
我将从崇高风格开始,人们如今称之为雄辩体。崇高风格确实取决于三点:思想、措辞以及适宜的组合。正如亚里士多德所言,崇高的组合方式当属佩翁格。佩翁格有两种:一种是起首的,由一长音起始,随后是三个短音,如: “它开始了(ηρξατο δε)”;另一种是结尾的,与前者相对,以三个短音开头,而以一长音收尾,如: “阿拉伯(Ἀραβια)”。
Δεῖ δὲ ἐν τοῖς κώλοις τοῦ μεγαλοπρεποῦς λόγου τὸν προκαταρκτικὸν μὲν παίωνα ἄρχειν τῶν κώλων, τὸν καταληκτικὸν δὲ ἕπεσθαι. παράδειγμα δ’ αὐτῶν τὸ Θουκυδίδειον τόδε, ηρξατο δε το κακον εξ Αιθιοπιας. τί ποτ̓ οὖν Ἀριστοτέλης οὕτω διετάξατο; ὅτι δεῖ καὶ τὴν ἐμβολὴν τοῦ κώλου καὶ ἀρχὴν μεγαλοπρεπῆ εὐθὺς εἶναι καὶ τέλος, τοῦτο δ’ ἔσται, ἐὰν ἀπὸ μακρᾶς ἀρχώμεθα καὶ εἰς μακρὰν λήγωμεν. φύσει γὰρ μεγαλεῖον ἡ μακρά, καὶ προλεγομένη τε πλήσσει εὐθὺς καὶ ἀπολήγουσα ἐν μεγάλῳ τινὶ καταλείπει τὸν ἀκούοντα. πάντες γοῦν ἰδίως τῶν τε πρώτων μνημονεύομεν καὶ τῶν ὑστάτων, καὶ ὑπὸ τούτων κινούμεθα, ὑπὸ δὲ τῶν μεταξὺ ἔλαττον ὥσπερ ἐγκρυπτομένων ἢ ἐναφανιζομένων.
在崇高言论的分句中,应当以起首的佩翁格开启分句,而以结尾的佩翁格收尾。修昔底德的这一句便是它们的范例: “灾祸起于埃塞俄比亚(ηρξατο δε το κακον εξ Αιθιοπιας)”。 亚里士多德究竟为何如此规定?因为分句的冲入处即起首,以及结尾,都必须立刻显出崇高;而如果我们从长音开始并以长音结束,便能达到这一效果。因为长音天生具有宏伟之感,置于开头便能立即使听者震动,而置于结尾则能让听者留存于某种宏伟的余韵之中。无论如何,我们所有人都对最初与最后的言辞记忆尤深并深受触动,而对中间的言辞触动较浅,仿佛它们被隐藏或湮没了一般。
Δῆλον δὲ τοῦτο ἐν τοῖς Θουκυδίδου· σχεδὸν γὰρ ὅλως τὸ μεγαλοπρεπὲς ἐν πᾶσιν αὐτῷ ποιεῖ ἡ τοῦ ῥυθμοῦ μακρότης, καὶ κινδυνεύει τῷ ἀνδρὶ τούτῳ παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς αὕτη ἡ σύνθεσις μόνη ἢ μάλιστα περιποιεῖν τὸ μέγιστον.2
这在修昔底德的文字中显而易见;因为在他笔下,几乎处处完全是节奏的漫长构成了崇高,而且在这个人身上,虽然崇高的形态千姿百态,但很可能唯独这种组合方式,或者主要是这种组合方式,为他带来了至高无上的崇高感。
Δεῖ μέντοι λογίζεσθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς παίωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικήν γε πάντως ποιησόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν, ἄλλως δὲ τὸ διττὸν τοῦ παίωνος τετεχνολογηκέναι ἀκριβείας ἕνεκα. διόπερ Θεόφραστος παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοιοῦτον κῶλον, τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούντων· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παραλαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους,3 ἐπειδὴ μικτός τίς ἐστι καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων, τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν.
不过必须考虑到:即使我们无法严格在分句两端各置佩翁格,也无论如何当使组合具有佩翁格的特质,例如从长音开始并以长音结束。因为亚里士多德似乎也是这样教导的,他将佩翁格分为二种只是为了技术上的严谨。因此泰奥弗拉斯托斯举出这样一个分句作为崇高的范例: “在那些探讨毫无价值之事的人中(τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούντων)”;因为这并非严格由佩翁格构成,而是带有佩翁格的性质。人们应当在言论中采用佩翁格,是因为它具有混合性且更为稳妥,从长音中汲取崇高,又从短音中获得散文的本色。
Οἱ δ’ ἄλλοι, ὁ μὲν ἡρῷος σεμνὸς καὶ οὐ λογικός, ἀλλ’ ἠχώδης· οὐδὲ εὔρυθμος, ἀλλ’ ἄρυθμος. ὥσπερ ὁ τοιόσδε, ἥκων ἡμῶν εἰς τὴν χώραν. ἡ γὰρ πυκνότης τῶν μακρῶν ὑπερπίπτει τοῦ λογικοῦ μέτρου.
至于其他节拍,英雄诗格庄重肃穆而不适于散文口语,且回响过甚;它并非合律,反倒(对散文而言)不成节律,如同以下这一句: “来到我们的土地(ἥκων ἡμῶν εἰς τὴν χώραν)”;因为长音的密集超越了散文言谈的尺度。
Ὁ δὲ ἴαμβος εὐτελὴς καὶ τῇ τῶν πολλῶν λέξει ὅμοιος. πολλοὶ γοῦν μέτρα ἰαμβικὰ λαλοῦσιν οὐκ εἰδότες. ὁ δὲ παίων ἀμφοῖν μέσος καὶ μέτριος, καὶ ὁποῖος συγκεκραμένος. ἡ μὲν δὴ παιωνικὴ ἐν τοῖς μεγαλοπρεπέσι σύνθεσις ὧδ’ ἄν πως λαμβάνοιτο.
相反,抑扬格低俗且近于凡夫俗子的日常言谈;实际上许多人在不知不觉中便脱口说出抑扬格。而佩翁格居于两者之间且适度,宛如一种调和相融的节拍。崇高风格中的佩翁格组合法大体即当如此理解。
- 2.36ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος
由 ὡς 引导的属格绝对结构,表示主观理由(“以……为由”、“认为……”),解释了前文为何有人将优美风格归于平实、将沉雄风格归于崇高。
- 2.40κινδυνεύει τῷ ἀνδρὶ τούτῳ παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς αὕτη ἡ σύνθεσις μόνη ἢ μάλιστα περιποιεῖν τὸ μέγιστον
动词 κινδυνεύει 带不定式 περιποιεῖν,意为“很可能……”、“似乎……”。句中的 παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς 为让步性的属格绝对结构(“尽管其崇高风格千姿百态”),与格 τῷ ἀνδρὶ τούτῳ 与 περιποιεῖν 搭配,表示“为这个人(修昔底德)带来最大的崇高效果”。
- 2.41παραλαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους
对格加不定式结构,承接前文 δεῖ μέντοι λογίζεσθαι 中的非人称动词 δεῖ 来理解(“人们应当在言论中采用佩翁格”),亦可视为带有祈使意味的独立不定式。
