- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:1.28-1.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述对称与对偶分句在传达情感与力量时的不适宜性及其在崇高风格中的有用性,继而阐明周期句与修辞推论(省略三段论)的区别,并梳理分句的定义。
Οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα, ὡς ἔδειξα, οὔτε ἐν πάθεσι καὶ ἤθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι ὅτι ποίαν τοιαύτην πόλιν εἷλον τῶν ἐχθρῶν, οἵαν τὴν ἰδίαν πόλιν ἀπώλεσαν, ἐμπαθῶς ἂν εἰρηκὼς εἴη καὶ ὀδυρτικῶς· εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει· ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοιαύτην ἔλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον, οὐ μὰ τὸν Δία πάθος κινήσει οὐδὲ ἔλεον, ἀλλὰ τὸν καλούμενον κλαυσιγέλωτα. τὸ γὰρ ἐν πενθοῦσι παίζειν, κατὰ τὴν παροιμίαν, τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστι.1
因此,正如我已经指出的,这类雕琢在沉雄有力之处既无用处,在情感与性格刻画中亦无益处;因为情感希求单纯且不加矫饰,性格刻画亦是如此。例如在亚里士多德的《论正义》中,悼念雅典人城邦的人如果这样说: “他们攻克了敌人怎样的这样一座城邦,如同他们所失去的自己那座城邦?” 他便会说得饱含深情且令人哀挽;但若他把这句话写成相谐的结构: “因为他们夺取了敌人怎样的这样一座城邦,如同他们所丧失的自己的〔城邦〕?” 凭宙斯起誓,这绝不会引发情感或怜悯,反而会引发所谓的啼笑皆非。因为正如谚语所言,在情感之中玩弄这种拙劣技巧,无异于“在服丧者面前戏耍”。
Γίνεται μέντοι γε χρήσιμά ποτε, ὡς Ἀριστοτέλης φησίν, ἐγὼ ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν· εἰ γοῦν ἀφέλοις τὸ ἕτερον μέγαν, συναφαιρήσῃ καὶ τὴν χάριν· τῇ γὰρ μεγαληγορίᾳ συνεργοῖ ἂν τὰ τοιαῦτα κῶλα, ὁποῖα τῶν Γοργίου τὰ πολλὰ ἀντίθετα καὶ τῶν Ἰσοκράτους. περὶ μὲν δὴ τῶν παρομοίων ταῦτα.
然而,正如亚里士多德所言,它们有时确实是有用的: “我因大王而从雅典来到斯塔吉拉,又因大风暴而从斯塔吉拉回到雅典。” 确实,如果去掉后一个“大”,也就同时抹去了它的魅力;因为此类分句有助于崇高宏大的文风,高尔吉亚与伊索克拉底的大多数对偶句便是如此。关于相谐分句的论述就是这些。
Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύνθεσις τίς ἐστι περιηγμένη, ἀφ’ ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν· καὶ ἔστιν ἡ μὲν περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμάτων, τὸ δ’ ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη ἢ ἐν ἀκολουθίας σχήματι.
修辞推论与周期句的区别在于:周期句是一种周转完备的结构,它亦由此得名;而修辞推论的力量与构成则在于思想内容之中。周期句只是围绕修辞推论的外在循环,正如环绕其他内容一样;而修辞推论本身则是出于矛盾反驳、或以推论因果的形式所表达的思想。
Σημεῖον δέ· εἰ γὰρ διαλύσειας τὴν σύνθεσιν τοῦ ἐνθυμήματος, τὴν μὲν περίοδον ἠφάνισας, τὸ δ’ ἐνθύμημα ταὐτὸν μένει, οἷον εἴ τις τὸ παρὰ Δημοσθένει διαλύσειεν ἐνθύμημα τὸ τοιοῦτον, ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· διαλύσειεν δὲ οὕτω· μὴ ἐπιτρέπετε τοῖς τὰ παράνομα γράφουσιν· εἰ γὰρ ἐκωλύοντο, οὐκ ἂν νῦν οὗτος ταῦτα ἔγραφεν, οὐδ’ ἕτερος ἔτι γράψει τούτου νῦν ἁλόντος· ἐνταῦθα τῆς περιόδου μὲν ὁ κύκλος ἐκλέλυται, τὸ δ’ ἐνθύμημα ἐν ταὐτῷ μένει.
证据在于:如果你拆解修辞推论的结构组合,周期句固然被破坏了,但修辞推论本身依然保持不变。例如有人拆解德摩斯梯尼文中的这样一个修辞推论: “因为正如那些人中若有人被定罪,你便不会起草这些提案一样;如今你若被定罪,别人便不会起草了。” 若将其拆解如下: “切勿放任起草违法提案的人;因为如果他们受到制止,如今这人便不会起草这些提案,若如今这人被定罪,其他人也不会再起草了。” 在此,周期句的循环虽然被瓦解了,但修辞推论依然保持原样。
Καὶ καθόλου δὲ τὸ μὲν ἐνθύμημα συλλογισμός τίς ἐστι ῥητορικός, ἡ περίοδος δὲ συλλογίζεται μὲν οὐδέν, σύγκειται δὲ μόνον· καὶ περιόδους μὲν ἐν παντὶ μέρει τοῦ λόγου τίθεμεν, οἷον ἐν τοῖς προοιμίοις, ἐνθυμήματα δὲ οὐκ ἐν παντί· καὶ τὸ μὲν ὥσπερ ἐπιλέγεται, τὸ ἐνθύμημα, ἡ περίοδος δὲ αὐτόθεν λέγεται· καὶ τὸ μὲν οἷον συλλογισμός ἐστιν ἀτελής, ἡ δὲ οὔτε ὅλον τι οὔτε ἀτελὲς συλλογίζεται.
总体而言,修辞推论是一种修辞性的三段论,而周期句并不进行任何推论,仅仅是言辞的组合而已;我们会在演说的任何部分安排周期句,例如序言中,但修辞推论则并非安排在每个部分;修辞推论犹如附加的结论,而周期句则是从容顺畅地道出;修辞推论像是一种不完全的三段论,而周期句既不作任何完全的推论,也不作任何不完全的推论。
Συμβέβηκε μὲν οὖν τῷ ἐνθυμήματι καὶ περιόδῳ εἶναι, διότι περιοδικῶς σύγκειται, περίοδος δ’ οὐκ ἔστιν, ὥσπερ τῷ οἰκοδομουμένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομούμενον δ’ οὐκ ἔστι λευκόν.2 περὶ μὲν δὴ διαφορᾶς ἐνθυμήματος καὶ περιόδου εἴρηται.
因此,修辞推论由于以周期句的形式组合,附带具有了周期句的性质,但它本身并不是周期句;正如正在建造的房屋如果碰巧是白色的,也只是附带具备了白色,但正在建造的房屋本身并不等同于白色。关于修辞推论与周期句的区别已经阐明。
Τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται, κῶλόν ἐστι τὸ ἕτερον μέρος περιόδου·3 εἶτα ἐπιφέρει· γίνεται δὲ καὶ ἁπλῆ περίοδος. οὕτως ὁρισάμενος, τὸ ἕτερον μέρος, δίκωλον ἐβούλετο εἶναι τὴν περίοδον δηλονότι. ὁ δ’ Ἀρχέδημος, συλλαβὼν τὸν ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφερόμενον τῷ ὅρῳ, σαφέστερον καὶ τελεώτερον οὕτως ὡρίσατο, κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίοδος, ἢ συνθέτου περιόδου μέρος.
亚里士多德对分句的定义如下: “分句是周期句的两部分之一;”接着他又补充道: “周期句也可以是单纯的。” 他这样定义为“两部分之一”,显然意指周期句是由两节构成的。但阿尔克德莫斯将亚里士多德的定义及随后的补充综合起来,作出了更为清晰而完备的定义: “分句要么是单纯的周期句,要么是复合周期句的一个组成部分。”
Τί μὲν οὖν ἁπλῆ περίοδος, εἴρηται· συνθέτου δὲ φήσας αὐτὸ περιόδου μέρος, οὐ δυσὶ κώλοις τὴν περίοδον ὁρίζειν ἔοικεν, ἀλλὰ καὶ τρισὶ καὶ πλείοσιν· ἡμεῖς δὲ μέτρον μὲν περιόδου ἐκτεθείμεθα, νῦν δὲ περὶ τῶν χαρακτήρων τῆς ἑρμηνείας λέγωμεν.
单纯周期句为何物已作说明;而他指出它是复合周期句的一部分,便显得不再是将周期句限定为两个分句,而是可以包含三个乃至更多分句。关于周期句的尺度我们已作阐述,现在我们来谈谈表达的诸种风格特征。
- 1.28τὸ γὰρ ἐν πενθοῦσι παίζειν, κατὰ τὴν παροιμίαν, τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστι.
该句由系动词 ἐστί 连接两个带冠词的不定式短语。在语序上前置的 τὸ ... παίζειν 作表语,而后置的 τὸ ... κακοτεχνεῖν 才是真正的语法主语(意即“在情感中弄巧,无异于在服丧者面前戏耍”)。虽然反向理解主表关系在语法上亦可成立,但从论述脉络来看,作者旨在用谚语对“在动情之处使用拙劣修辞技巧”这一行为定性,因此后项为主语更为合理。
- 1.33ὥσπερ τῷ οἰκοδομουμένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομούμενον δ’ οὐκ ἔστι λευκόν.
此句采用 συμβέβηκε(无人称完成时)+ 与格 + 不定式(λευκῷ εἶναι)结构,表达亚里士多德哲学中的“偶性”概念。不定式的表语 λευκῷ 受与格 τῷ οἰκοδομουμένῳ 的格吸引而同样采用与格。句末的 οὐκ ἔστι λευκόν 强调“正在建造之物在本质上并不等同于白色”。
- 1.34κῶλόν ἐστι τὸ ἕτερον μέρος περιόδου
由于 ἕτερος 专指“两者之中的一个”,因此短语 τὸ ἕτερον μέρος 意为“(两部分之中的)其中一部分”。这一具体词义构成了作者在后文中推断亚里士多德意图将周期句限定为“由两个分句构成(δίκωλον ἐβούλετο εἶναι)”的直接依据。
