← 法勒鲁姆的德米特里

论文体

§1.7-1.11

短分句的功用与周期句的定义

德摩特里乌斯阐述了短分句与短语在营造威势与格言警句中的功用与效果,并进而探讨了由它们组合而成的周期句的定义及其结构本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

Τῶν δὲ μικρῶν κώλων κἀν δεινότητι χρῆσίς ἐστι· δεινότερον γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος· καὶ τὸ μὲν ἐπιτάσσειν σύντομον καὶ βραχύ, καὶ πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκετεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι. αἱ Λιταὶ καθ’ Ὅμηρον καὶ χωλαὶ καὶ ῥυσαὶ ὑπὸ βραδυτῆτος, τουτέστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν.

短分句在表现力量与威势时亦有用处;因为在短小中显现宏大者更为有力且更为激烈,这正是斯巴达人因追求威势而寡言的原因。发号施令是简短干脆的,主人对奴隶说话皆用单音节,而祈求与哀叹则是冗长的。荷马笔下的“祈求女神”因迟缓而跛足并满脸皱纹,亦即因其冗长多言,而老年人亦因软弱而喋喋不休。

§1.8

Παράδειγμα δὲ βραχείας συνθέσεως τὸ Λακεδαιμόνιοι Φιλίππῳ· Διονύσιος ἐν Κορίνθῳ. πολὺ γὰρ δεινότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι διδάσκοντι, οὐκ ἐκφοβοῦντι·1 οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μάχεται, τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειραμένου πρὸς δεινότητα.

简短组合的例子如: “拉刻代蒙人致腓力:狄奥尼修斯在科林斯。” 因为如此简短地说出,显得比他们长篇大论地说“狄奥尼修斯曾如你一般为伟大的僭主,如今却作为一介平民居住在科林斯”要有力得多。因为若用诸多言辞说出,它就不再像责备,而像叙事,像是在施教而非震慑了。言论若如此拉长,其锐气与激烈便会涣散。正如野兽蜷缩身躯进行搏斗,为了力量而仿佛盘绕起来的话语亦会有某种同样的蜷聚与收缩。

§1.9

Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται. ὁρίζονται δ’ αὐτὸ ὧδε, κόμμα ἐστὶν τὸ κώλου ἔλαττον, οἷον τὸ προειρημένον, τό τε Διονύσιος ἐν Κορίνθῳ, καὶ τὸ γνῶθι σεαυτόν, καὶ τὸ ἕπου θεῷ, τὰ τῶν σοφῶν. ἔστι γὰρ καὶ ἀποφθεγματικὸν ἡ βραχύτης καὶ γνωμολογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ πολλὴν διάνοιαν ἠθροῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασιν δένδρων ὅλων δυνάμεις· εἰ δ’ ἐκτείνοιτό τις τὴν γνώμην ἐν μακροῖς, διδασκαλία γίνεταί τις καὶ ῥητορεία ἀντὶ γνώμης.

组合中的这种短小被称为短语(comma)。人们如此定义它:短语是小于分句(colon)的单位,例如前述的: “狄奥尼修斯在科林斯,”以及智者的格言: “认识你自己,”与“遵从神意。” 因为短小兼具格言性与警句性,正如整棵树木的力量蕴含于种子之中,将大量思想聚集于少数言辞中更为智慧。若有人将格言拉长,它便不再是格言,而成了某种说教与修辞。

§1.10

Τῶν μέντοι κώλων καὶ κομμάτων τοιούτων συντιθεμένων πρὸς ἄλληλα συνίστανται αἱ περίοδοι ὀνομαζόμεναι. ἔστιν γὰρ ἡ περίοδος σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην ἀπηρτισμένον,2 οἷον μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν· αὕτη γὰρ ἡ περίοδος ἐκ τριῶν κώλων οὖσα καμπήν τέ τινα καὶ συστροφὴν ἔχει κατὰ τὸ τέλος.

然而,当此类分句与短语相互组合时,便构成了所谓的周期句(periodos)。周期句乃是由分句或短语组成的复合体,巧妙转向并完满表达既定的思想,例如: “主要是由于我认为废除该法律对城邦有利,其次亦为了卡布利亚斯之子,我答应在力所能及的范围内为他们辩护。” 因为这一由三个分句构成的周期句,在结尾处具有某种回环与蜷聚。

§1.11

Ἀριστοτέλης δὲ ὁρίζεται τὴν περίοδον οὕτως, περίοδός ἐστι λέξις ἀρχὴν ἔχουσα καὶ τελευτήν, μάλα καλῶς καὶ πρεπόντως ὁρισάμενος· εὐθὺς γὰρ ὁ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἦρκταί ποθεν καὶ ἀποτελευτήσει ποι καὶ ἐπείγεται εἴς τι τέλος, ὥσπερ οἱ δρομεῖς ἀφεθέντες· καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. καθόλου οὐδὲν ἡ περίοδός ἐστι πλὴν ποιὰ σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιωδευμένον καὶ μετασυντεθείη,3 τὰ μὲν πράγματα μένει τὰ αὐτά, περίοδος δὲ οὐκ ἔσται, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους περίοδον ἀναστρέψας εἴποι ὧδέ πως, συνερῶ τούτοις, ὦ ἄνδρες Ἀθηναῖοι· φίλος γάρ μοί ἐστιν ὁ υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον τούτου ἡ πόλις, ᾗ συνειπεῖν με δίκαιόν ἐστιν. οὐ γὰρ ἔτι οὐδαμοῦ ἡ περίοδος εὑρίσκεται.

亚里士多德对周期句作了如下定义: “周期句乃是具有起点和终点的言语,”这一下定义极为出色且恰当。因为说出周期句的人立刻显明,它始于某处,必将终于某处,并正向着某个终点疾驰,恰如起跑的竞走者;因为对他们而言,终点在赛跑开始时便已一同显现。它亦因此得名为周期句(环行),好比环形而周转的道路。总的说来,周期句无非是某种特定的组合。倘若其周转的结构被拆散并重新组合,内容虽保持不变,却不再成其为周期句;例如,若有人将前述德摩斯梯尼的周期句颠倒过来,说成这样: “雅典人啊,我将为他们辩护;因为卡布利亚斯之子是我的朋友,而城邦远比他更是如此,我为城邦辩护乃是正当的。” 因为周期句已荡然无存。

语法注3 条
  1. 1.8μᾶλλόν τινι διδάσκοντι, οὐκ ἐκφοβοῦντι

    承前文 ἐπιπλήξει ἐῴκει(似责备)中的动词 ἐῴκει 所支配的与格成分。句式从表示事物的名词 διηγήματι(叙事)转为指人的阳性与格分词(διδάσκοντι... ἐκφοβοῦντι),形象地表示“更像是在教导而非震慑的人”。

  2. 1.10σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην ἀπηρτισμένον

    主语 ἡ περίοδος 的表语名词短语结构。中性主格名词 σύστημα 受介词短语 ἐκ κώλων ἢ κομμάτων 和完成时被动分词 ἀπηρτισμένον 修饰;副词 εὐκαταστρόφως(巧妙转折地)与介词短语 εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην(向着既定的思想)均修饰分词 ἀπηρτισμένον。

  3. 1.11εἰ γοῦν λυθείη αὐτῆς τὸ περιωδευμένον καὶ μετασυντεθείη

    由希求法(λυθείη, μετασυντεθείη)构成的假设条件从句。主语为中性完成时被动分词的名词化形式 τὸ περιωδευμένον(环行的结构/特质),受属格代词 αὐτῆς(它的)修饰。主句则使用直陈式(μένει, οὐκ ἔσται),断定这种拆解所带来的必然结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:1.7-1.11