← 法勒鲁姆的德米特里

论文体

§1.12-1.19

紧凑体与散解体的对比及周期句结构

作者对比了紧凑体(周期文体)与散解体两种风格,提倡将二者适度混合。随后讨论了周期句的长度、分句数量(从单一分句至四个分句)及构造原则,并阐释了历史周期句这一首要类型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

Γένεσις δ’ αὐτῆς ἥδε. τῆς ἑρμηνείας ἡ μὲν ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους ἔχουσα, ὡς ἡ τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδέν τι ἔλαττον ἤπερ ἡ Ὁμήρου ποίησις δι’ ἑξαμέτρων· ἡ δέ τις διῃρημένη ἑρμηνεία καλεῖται, ἡ εἰς κῶλα λελυμένη οὐ μάλα ἀλλήλοις συνηρτημένα, ὡς ἡ Ἑκαταίου, καὶ τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα αὐτῆς, Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὥς μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοί τε καὶ γελοῖοι, ὡς ἐμοὶ φαίνονται, εἰσίν. ὥσπερ γὰρ σεσωρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσιν σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν ταῖς περιόδοις.1

周期的起源如下。在表达方式中,一种被称为紧凑体,即依周期句构建的文体,如伊索克拉底、高尔吉亚与阿尔基达马斯的演说;因为它们通篇皆由连续不断的周期句构成,丝毫不逊于荷马诗歌全由六音步诗行组成。另一种被称为散解的表达方式,分解为彼此并不紧密相连的断片分句,如赫卡泰乌斯、希罗多德的大部分篇章,以及总体上所有的古体作品。其例如下: “米利都的赫卡泰乌斯如此述说:我将自以为真实之事书写如下;因为在我看来,希腊人的传闻既繁多又荒诞。” 因为其中的分句宛如彼此堆叠、胡乱抛置的〔石块〕,既无结合亦无相互支撑,也不像周期句中那样彼此互为扶持。

§1.13

Ἔοικε γοῦν τὰ μὲν περιοδικὰ κῶλα τοῖς λίθοις τοῖς ἀντερείδουσι τὰς περιφερεῖς στέγας καὶ συνέχουσι,  τὰ δὲ τῆς διαλελυμένης ἑρμηνείας διερριμμένοις πλησίον λίθοις μόνον καὶ οὐ συγκειμένοις.

周期句中的分句确实犹如相互支撑并稳固圆顶穹隆的石块,而散解文体中的分句则犹如仅散落在旁、未曾嵌合在一起的石块。

§1.14

Διὸ καὶ περιεξεσμένον ἔχει τι ἡ ἑρμηνεία ἡ πρὶν καὶ εὐσταλές, ὥσπερ καὶ τὰ ἀρχαῖα ἀγάλματα, ὧν τέχνη ἐδόκει ἡ συστολὴ καὶ ἰσχνότης, ἡ δὲ τῶν μετὰ ταῦτα ἑρμηνεία τοῖς Φειδίου ἔργοις ἤδη ἔοικεν ἔχουσά τι καὶ μεγαλεῖον καὶ ἀκριβὲς ἅμα.

因此,早期的表达方式具有某种洗练与轻巧的特质,正如古代雕像一般,人们认为其艺术就在于收缩与简瘦;而此后各家的文风则已类似于菲迪亚斯的作品,同时兼具雄浑与精妙。

§1.15

Δοκιμάζω γὰρ δὴ ἔγωγε μήτε περιόδοις ὅλον τὸν λόγον συνείρεσθαι, ὡς ὁ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα, ἀλλὰ μεμῖχθαι μᾶλλον δι’ ἀμφοτέρων· οὕτω γὰρ καὶ ἐγκατάσκευος ἔσται καὶ ἁπλοῦς ἅμα, καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μάλα ἰδιωτικός, οὔτε μάλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόντων οὐδ᾽ αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν,2 ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφωνοῦσι τὰ τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι.

就我而言,我既不赞成整篇言论如高尔吉亚那样完全由周期句串联,亦不赞成如古人那样全然散解,而是认为更应当将二者混合;因为如此一来,言辞便兼具修饰与纯朴,集二者之美而令人愉悦,既不会过于外行,亦不会过于诡辩。至于那些周期句密集连发的人,连他们的头颅都无法平稳直立,如同醉汉一般,听众亦因其矫揉造作而感到头晕恶心,有时甚至预先料到周期句的结尾而将其念出声来并提前高喊。

§1.16

Τῶν δὲ περιόδων αἱ μικρότεραι μὲν ἐκ δυοῖν κώλοιν συντίθενται, αἱ μέγισται δὲ ἐκ τεττάρων· τὸ δ᾽ ὑπὲρ τέτταρα οὐκέτ’ ἂν ἐντὸς εἴη περιοδικῆς συμμετρίας.

在周期句中,较小者由两个分句构成,最大者由四个分句构成;超出四个分句者,便不再属于周期句的对称尺度之内了。

§1.17

Γίνονται δὲ καὶ τρίκωλοί τινες· καὶ μονόκωλοι δέ, ἃς καλοῦσιν ἁπλᾶς περιόδους. ὅταν γὰρ τὸ κῶλον μῆκός τε ἔχῃ καὶ καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ ἡ τοιάδε, Ἡροδότου Ἁλικαρνασῆος ἱστορίης ἀπόδεξις ἥδε. καὶ πάλιν, ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς τῶν ἀκουόντων διανοίαις. ὑπ’ ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλῆ περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ τέλος, ὑπὸ δὲ θατέρου οὐδέ ποτε.

亦有由三个分句构成的;乃至单分句的,人们称之为简单周期句。因为当分句既具长度、末尾又具回折时,便构成了单分句周期句,例如: “这是哈利卡那索斯人希罗多德的研究成果展示。” 又如: “清晰的措辞为听众的心灵提供了充沛的光芒。” 然而,简单周期句乃是由这两者——即长度以及末尾的回折——共同构成的,绝不能仅由其中一者构成。

§1.18

Ἐν δὲ ταῖς συνθέτοις περιόδοις τὸ τελευταῖον κῶλον μακρότερον χρὴ εἶναι, καὶ ὥσπερ περιέχον καὶ περιειληφὸς τἄλλα. οὕτω γὰρ μεγαλοπρεπὴς ἔσται καὶ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν λήγουσα κῶλον· εἰ δὲ μή, ἀποκεκομμένη καὶ χωλῇ ὁμοία. παράδειγμα δ᾽ αὐτῆς τὸ τοιοῦτον, οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν, ἀλλὰ τὸ εἰπόντα δρᾶσαι τὰ εἰρημένα.

在复合周期句中,末尾的分句应当更长,如同笼罩并包容其余分句一般。因为唯有以庄重且长的分句收尾,周期句才会宏伟而庄严;否则便显得短促突兀,如同瘸拐之物。其例如下: “因为把话说得漂亮并非美事,唯有说话之人践行所言之事方为美事。”

§1.19

Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη, μήτ̓ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος,3 οἷον ἡ τοιάδε, Δαρείου καὶ Παρυσάτιδος γίγνονται μέχρι τοῦ νεώτερος δὲ Κῦρος. ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.

周期句有三种类型:历史的、对话的与修辞的。历史周期句既不过分周转回旋,亦不过分松散,而是介于二者之间,以使其不致因回旋过度而显得修辞化且不可信,同时又因其质朴而保有庄重与历史感,例如这一句: 从“大流士与帕鲁萨蒂丝生有……” 直至 “幼子为居鲁士”。 因为它的落脚收束犹如坚固而稳当的停歇。

语法注3 条
  1. 1.12ὥσπερ γὰρ σεσωρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσιν σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν ταῖς περιόδοις.

    动词 ἔοικεν 在前半句中接与格分词(σεσωρευμένοις、ἐπερριμμένοις、οὐκ ἔχουσιν),暗示与所比拟的“石块(λίθοις)”相一致;而在后半句中发生了语法破格(anacoluthon),分词 οὐδὲ βοηθοῦντα 转为主格中性复数,直接与句子的语法主语 τὰ κῶλα 取得一致。

  2. 1.15τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόντων οὐδ᾽ αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν

    属格短语 τῶν ... λεγόντων 置于句首充当话题化成分,在句法上充当修饰 αἱ κεφαλαὶ 的所属属格(“频发周期句者的头颅”)。此种语序倒置旨在与紧随其后的比喻 ὡς ἐπὶ τῶν οἰνωμένων(“如酒醉者身上所见”)形成鲜明对照。

  3. 1.19ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος

    由连词 ὡς 引导的希求法 δόξειεν 构成结果或目的从句(“以使其不至于显得……”)。而其后的主格阴性单数分词 ἔχουσα 并不隶属于该从句内部,而是回指主句的主语(ἡ ἱστορικὴ περίοδος),用于阐述其质朴所带来的积极特质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:1.12-1.19