- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:1.1-1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了散文中古罗马/希腊修辞学中分句(colon)的定义与功用,说明其表达完整思想或其组成部分,提出分句长短应适度,并结合例证阐明其在崇高或细小语境中的变通运用。
Ὥσπερ ἡ ποίησις διαιρεῖται τοῖς μέτροις, οἷον ἡμιμέτροις ἢ ἑξαμέτροις ἢ τοῖς ἄλλοις, οὕτω καὶ τὴν ἑρμηνείαν τὴν λογικὴν διαιρεῖ καὶ διακρίνει τὰ καλούμενα κῶλα, καθάπερ ἀναπαύοντα τὸν λέγοντά τε καὶ τὰ λεγόμενα αὐτά,1 καὶ ἐν πολλοῖς ὅροις ὁρίζοντα τὸν λόγον, ἐπεί τοι μακρὸς ἂν εἴη καὶ ἄπειρος καὶ ἀτεχνῶς πνίγων τὸν λέγοντα.
正如诗歌被音步划分——例如半音步、六音步或其他格律——散文的表达也同样被所谓的分句(cola)所划分和区别。这些分句好比给予言说者和所说内容本身以休止,并用许多界限来标定言论;否则,言论就会冗长无边,简直让言说者窒息。
Βούλεται μέντοι διάνοιαν ἀπαρτίζειν τὰ κῶλα ταῦτα, ποτὲ μὲν ὅλην διάνοιαν, οἷον ὡς Ἑκαταῖός φησιν ἐν τῇ ἀρχῇ τῆς ἱστορίας, Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· συνείληπται γὰρ διάνοια τῷ κώλῳ ὅλῳ ὅλη, καὶ ἄμφω συγκαταλήγουσιν. ἐνίοτε μέντοι τὸ κῶλον ὅλην μὲν οὐ συμπεραιοῖ διάνοιαν, μέρος δὲ ὅλης ὅλον· ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν,2 οἷον δάκτυλοι καὶ πῆχυς· ἰδίαν γὰρ περιγραφὴν ἔχει τούτων τῶν μερῶν ἕκαστον, καὶ ἴδια μέρη· οὕτω καὶ διανοίας τινὸς ὅλης οὔσης μεγάλης ἐμπεριλαμβάνοιτ’ ἂν μέρη τινὰ αὐτῆς ὁλόκληρα ὄντα καὶ αὐτά.
然而,这些分句旨在表达一个完整的思想。有时是整个思想,例如赫卡泰奥斯在《历史》开篇所言: “米利都的赫卡泰奥斯如是说:” 因为整个思想与整个分句被一同囊括,二者同时终结。然而有时,分句并不完成一个整体的思想,而是完成整体中一个完整的部分。正如手是一个整体时,其各个部分乃是整体的完整部分——例如手指和前臂;因为这些部分中的每一个都有其独自的轮廓和独自的部分——同样地,当某个整体思想宏大时,其中亦可包含其自身某些同样完备的部分。
Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς Ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦτον, Δαρείου καὶ Παρυσάτιδος μέχρι τοῦ νεώτερος δὲ Κῦρος, συντετελεσμένη πᾶσα διάνοιά ἐστιν· τὰ δ’ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις, ἴδιον ἔχουσα πέρας, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες. ἔχει γάρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ’ αὑτήν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος. ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως, ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον.
例如在色诺芬《长征记》的开篇: 从“大流士与帕鲁萨蒂丝的”直到 “幼子是居鲁士,”这是一个完全终结的完整思想;但包含在其中的两个分句各自是其一部分,并且在每个分句中都充实着某种具有自身界限的思想,例如: “大流士与帕鲁萨蒂丝生了儿子。” 因为这思想本身就具有某种完整性,即大流士与帕鲁萨蒂丝有了儿子;另一分句亦是如此,即: “长子是阿尔塔薛西斯,幼子是居鲁士。” 因此,正如我所言,分句在任何情况下都必定包含某种思想,或者是一个整体思想,或者是整体中一个完整的部分。
Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ κῶλα, ἐπεί τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος· οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἑξάμετρον ἦλθεν, εἰ μή που ἐν ὀλίγοις· γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι, καὶ καταλήγοντος τοῦ μέτρου ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο.3 οὔτε δὴ τὸ μῆκος τῶν κώλων πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεί τοι γίνοιτ’ ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε ὁ βίος βραχύς, ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς. κατακεκομμένη γὰρ ἔοικεν ἡ σύνθεσις καὶ κεκερματισμένη, καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμπαντα ἔχειν.
但是,分句不可造得过长,否则组合就会失去节度,或者难以跟进;因为诗歌除极少数情况外,亦未曾超越六音步,若格律失去尺度,乃至当格律终结时我们已然遗忘它是何时开始的,那便是可笑的了。因此,过长的分句因缺乏节度而不合宜于言论,过短的分句亦然,否则就会产生所谓的干瘪风格,例如: “生命短暂,艺术漫长,机会瞬息。” 因为这种组合显得支离破碎、琐碎不堪,并因其全由细小之物构成而易遭轻视。
Γίνεται μὲν οὖν ποτε καὶ μακροῦ κώλου καιρός, οἷον ἐν τοῖς μεγέθεσιν, ὡς ὁ Πλάτων φησί, τὸ γὰρ δὴ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς πορευόμενον συμποδηγεῖ καὶ συγκυκλεῖ. σχεδὸν γὰρ τῷ μεγέθει τοῦ κώλου συνεξῆρται καὶ ὁ λόγος. διὰ τοῦτο καὶ ἑξάμετρον ἡρῷόν τε ὀνομάζεται ὑπὸ τοῦ μήκους καὶ πρέπον ἥρωσιν, καὶ οὐκ ἂν τὴν Ὁμήρου Ἰλιάδα πρεπόντως τις γράψειεν τοῖς Ἀρχιλόχου βραχέσιν, οἷον "ἀχνυμένη σκυτάλη" καὶ "τίς σὰς παρήειρε φρένας;" οὐδὲ τοῖς Ἀνακρέοντος, ὡς τὸ "φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ·" μεθύοντος γὰρ ὁ ῥυθμὸς ἀτεχνῶς γέροντος, οὐ μαχομένου ἥρωος.
不过,有时也会有使用长分句的适当时机,例如在表现崇高事物时,正如柏拉图所言: “因为这整个宇宙,有时神亲自伴随其行进并运转之。” 因为言论的高度几乎随着分句的宏大而一同被提升。正因如此,六音步因其长度亦被称为英雄格,且合宜于英雄;谁也不能用阿耳基洛科斯的短促格律合宜地写出荷马的《伊利亚特》,例如: “忧伤的传信杖”以及 “谁夺走了你的神智?” 也不能用阿那克里翁的格律,例如: “拿水来,拿酒来,僮仆;”因为那节奏完全属于醉酒的老汉,而非战斗的英雄。
Μακροῦ μὲν δὴ κώλου καιρὸς γίνοιτ’ ἄν ποτε διὰ ταῦτα· γίνοιτο δ’ ἄν ποτε καὶ βραχέος, οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων,4 ὡς ὁ Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποταμόν· οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δέ. τῇ γὰρ μικρότητι καὶ ἀποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ καὶ χάρις· εἰ δὲ οὕτως ἐκτείνας αὐτὸ εἶπεν, οὗτος δὲ μεγέθει μὲν ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας, τοῦ πρέποντος ἀπετύγχανεν ἄν, καὶ ἐγίγνετο ὁ λεγόμενος ψυχρός· ἀλλὰ περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον.
因这些缘故,有时会有使用长分句的时机;但有时也会有使用短分句的时机,例如当我们谈论某种细小的事物时,正如色诺芬谈及希腊人抵达忒勒博阿斯河时所言: “这条河不大,但很美丽。” 因为借着节奏的短小与断截,河流的细小与优美同时显现出来。如果他将其拉长而说: “这条河在规模上次于多数河流,但在美丽上却超越一切,”他就会失去合宜性,而变成所谓的“冷僻生硬”;但关于冷僻生硬,我们留待后文再论。
- 1.1ἀναπαύοντα τὸν λέγοντά τε καὶ τὰ λεγόμενα αὐτά
分词 ἀναπαύοντα 为中性复数主格,修饰先行主语 τὰ καλούμενα κῶλα,表示其功能或伴随状态。τὸν λέγοντα(言说者)与 τὰ λεγόμενα αὐτά(所说内容本身)作为并列的宾格宾语。
- 1.2ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν
τῆς χειρὸς οὔσης 为属格绝对结构,引出比喻/条件。主句中 μέρη 为主语,ἐστίν 为系动词。ὅλα ὅλης 形成同源多格配置,强调手的部分(μέρη)相对于整体(ὅλης)而言自身也是完整的(ὅλα)。
- 1.4καταλήγοντος τοῦ μέτρου ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο
καταλήγοντος τοῦ μέτρου 为表示时间的属格绝对结构。整个句式是由前面的无人称谓语 γελοῖον [ἐστίν] 引出的“宾格加不定词”结构,ἡμᾶς 是不定词 ἐπιλελῆσθαι 的逻辑主语,间接疑问从句 πότε ἤρξατο 作其宾语。
- 1.6οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων
ἡμῶν λεγόντων 是表示条件或情境的属格绝对结构,用以具体例示(οἷον)前文提及的短分句适用的时机。μικρόν τι 为分词 λεγόντων 的直接宾格宾语。
