- 底本
- Demetrius of Phaleron (attributed). Demetrius On Style. Robert, William Rhys Roberts, editor. Cambridge, UK: Cambridge University Press, 1902
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0613.tlg001.humanitext-grc2:1.20-1.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了修辞周期句与对话周期句的特征,随后论述了对偶、等节与同尾等修辞技巧,并告诫在表达强烈义愤时不宜过度雕琢。
Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλικὸν1 καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης τῷ ῥυθμῷ, οἷον τῆς μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν. σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε συνεστραμμένον τι ἔχει καὶ ἐμφαῖνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς ἁπλοῦν τέλος.
修辞周期句的形式紧凑而呈循环状,需要圆润的口吻以及顺应节律挥动的手势,例如: “主要是因为确信废除该法律对城邦有利,其次也是为了哈布里阿斯的儿子,我才答应他们尽可能出庭协助申辩。” 因为从一开始,这样的周期句几乎就具有某种紧凑性,并表明它不会在一个简单的结尾处停歇。
Διαλογικὴ δέ ἐστι περίοδος ἡ ἔτι ἀνειμένη καὶ ἁπλουστέρα τῆς ἱστορικῆς, καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ τοιάδε, κατέβην χθὲς εἰς τὸν Πειραιᾶ μέχρι τοῦ ἅτε νῦν πρῶτον ἄγοντες. ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ’ ἑτέρῳ ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν.2 δεῖ γὰρ μεταξὺ διῃρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογικὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην ὁμοίαν ἀμφοτέροις. περιόδων μὲν εἴδη τοσάδε.
对话周期句比历史周期句更为松散、更显单纯,几乎勉强才显露出它是周期句,例如: 从“我昨天下到比雷埃夫斯”直至 “因为他们现在是首次举行”。 因为其中的分句一个加在另一个之上彼此堆叠,正如在散解的演说中一样;而在讲完之后,我们直到最后才勉强意识到所说的是一个周期句。因为对话周期句必须写在散解文体与紧凑文体之间,混合而成并类似于两者。周期句的类别就是这些。
Γίνονται δὲ καὶ ἐξ ἀντικειμένων κώλων περίοδοι, ἀντικειμένων δὲ ἤτοι τοῖς πράγμασιν, οἷον πλέων μὲν διὰ τῆς ἠπείρου, πεζεύων δὲ διὰ τῆς θαλάσσης, ἤ ἀμφοτέροις, τῇ τε λέξει καὶ τοῖς πράγμασιν, ὥσπερ ἡ αὐτὴ περίοδος ὧδε ἔχει.
周期句也有由对立分句构成的,这种对立或是在于事物本身,例如: “在陆地上乘船航行,在海洋中徒步行军”,或是兼在措辞与事物两者之中,正如这同一个周期句所表现的那样。
Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν, οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι τῷ μὲν ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. ἀντίκειται γὰρ καὶ ἄρθρον ἄρθρῳ, καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ τἄλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ἐποίησεν τὸ κατέστησεν, τῷ δὲ ἐπίπονον τὸ περίβλεπτον, τῷ δὲ πολυκίνδυνον τὸ περιμάχητον, καὶ ὅλως ἓν πρὸς ἕν, ὅμοιον παρ’ ὅμοιον, ἡ ἀνταπόδοσις.
仅在词语上对立的分句,例如将海伦与赫拉克勒斯相比较的那位作者所言: “他使他的生活充满劳苦与危险,却将她的天性造就为受人瞻仰与争夺。” 因为冠词对应冠词,连词对应连词,同类对同类,其余词语亦以相同方式对应:“使”对应“造就”,“充满劳苦”对应“受人瞻仰”,“充满危险”对应“受人争夺”,总体而言是一对一、同类挨着同类的呼应。
Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παρ’ Ἐπιχάρμῳ τῷ ποιητῇ πεπαιγμένον, ὅτι τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. τὸ αὐτὸ μὲν γὰρ εἴρηται, καὶ οὐδὲν ἐναντίον· ὁ δὲ τρόπος τῆς ἑρμηνείας μεμιμημένος ἀντίθεσίν τινα πλανῶντι ἔοικεν. ἀλλ’ οὗτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν, καὶ ἅμα σκώπτων τοὺς ῥήτορας.
还有一些分句本身并不对立,但由于以对偶修辞的形式写成,因而显出某种对立,正如诗人埃庇卡尔摩斯戏谑所作的那样: “那时我正在他们之中,那时我又在他们身旁。” 因为所说的是同一件事,并无相反之处;但这种模仿对偶的表达方式却似乎在迷惑听者。不过他如此对置,大概是为了逗乐,并同时嘲讽那些修辞学家。
Ἔστι δὲ καὶ παρόμοια κῶλα, ἅτινα παρόμοια δὴ τοῖς ἐπ’ ἀρχῆς, οἷον "δωρητοί τε πέλοντο, παράρητοί τ’ ἐπέεσσιν·" ἢ ὡς ἐπὶ τέλους, ὡς ἡ τοῦ Πανηγυρικοῦ ἀρχή, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων. εἶδος δὲ τοῦ παρομοίου τὸ ἰσόκωλον, ἐπὰν ἴσας ἔχῃ τὰ κῶλα τὰς συλλαβάς, ὥσπερ Θουκυδίδῃ, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων·3 ἰσόκωλον μὲν δὴ τοῦτο.
此外还有相谐分句,它们在开头处相谐,例如: “他们既可被礼物所打动,又可被言辞所劝解;”或者在末尾处相谐,正如《泛希腊集会词》的开篇: “我常常赞赏那些召集泛希腊集会并设立体育竞技的人。” 相谐分句的一种形式是等节分句,即分句拥有相同的音节数时,正如修昔底德所写: “被询问的人既不认为此行为有损体面,而有心探知的人亦不对此加以责备;” ——这便是等节分句。
Ὁμοιοτέλευτα δέ ἐστι τὰ εἰς ὅμοια καταλήγοντα, ἤτοι εἰς ὀνόματα ταὐτά, ὥσπερ ἔχει ἐπὶ τοῦ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν θανόντα γράφεις κακῶς· ἢ ὅταν εἰς συλλαβὴν καταλήγῃ τὴν αὐτήν, ὥσπερ τὰ ἐκ τοῦ Πανηγυρικοῦ προειρημένα.
同尾分句则是以相似成分结尾的分句,或以相同的词语结尾,如: “他在世时你就说他坏话,如今他死了你又写文字毁谤他”;或者如前文引自《泛希腊集会词》那样,以相同的音节结尾。
Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια·4 ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία καὶ φροντίς. δῆλον δ’ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν, ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν· καὶ ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι. ἡ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ ἀντίθεσις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυᾶ εἶναι ἐπὶ τῶν τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα.
然而,使用此类分句是极具风险的。因为它们对于具有沉雄力量的演说者而言并不适宜;对它们的雕琢推敲与过度思虑会消解那种力量。泰奥彭波斯为我们清楚地展现了这一点。他在控告腓力的友人时说道: “他们天性是嗜杀之徒,行径上却是男娼;名义上被称为伴侣,实质上却是娼妓。” 因为围绕分句的相似与对偶,由于弄巧成拙而消解了力量。义愤并不需要技巧;在这类控告中,所言之辞应当在某种程度上出自天然且质朴直接。
- 1.20Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλικὸν
Τῆς ῥητορικῆς περιόδου 作领属属格或表示主题的属格,修饰主语 τὸ εἶδος。系动词 ἐστί 被省略,谓语为形容词 συνεστραμμένον 与 κυκλικὸν。
- 1.21ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν
分词 ἀπολήξαντες 作时间状语(“当……结束时”),与主句潜在希求法 ἂν ἐννοηθεῖμεν 的第一人称复数主语一致。ὅτι 引导的名词性从句中,未完成过去时 ἦν 表达对既成事实的恍然领悟(“所说的话原来是个周期句”)。
- 1.25ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων
引自修昔底德(1.5.2)。此为由 ὡς 引导的属格独立结构,分词 ἀπαξιούντων 与 ὀνειδιζόντων 的逻辑主语(即先行词 ἐκείνων)被省略,融入关系从句中:ὧν 是受 πυνθάνονται 支配的属格,οἷς 为与 ἐπιμελὲς εἴη 搭配的与格。
- 1.27οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια
系动词 ἐστί 省略。形容词 ἐπιτήδεια 为中性复数谓语,与承前省略的主语一致。δεινῶς λέγοντι 为表示关涉或评判的与格(“对强有力地演说的人而言”)。
