- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:9.8-9.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼惩治傲慢之徒,在遭受民众侮辱与畏惧的同时自行戴上松树花冠;面对科林斯差役的制止,他辩称自己战胜了诸般恶德与快楽,因而当之无愧,随后遇见了喧闹拥簇优胜者的狂热人群。
ἀλλὰ τῶν μὲν τοιούτων ληρούντων ἐνίοτε κατεφρόνει, τοὺς δὲ σεμνοὺς εἶναι βουλομένους καὶ μέγα φρονοῦντας ἐφʼ αὑτοῖς διὰ πλοῦτον ἢ γένος ἢ ἄλλην τινὰ δύναμιν, τούτους μάλιστα ἐπίεζε καὶ ἐκόλαζε πάντα τρόπον. τινὲς μὲν οὖν αὐτὸν ἐθαύμαζον ὡς σοφώτατον πάντων, τισὶ δὲ μαίνεσθαι ἐδόκει, πολλοὶ δὲ κατεφρόνουν ὡς πτωχοῦ τε καὶ οὐδενὸς ἀξίου, τινὲς δʼ ἐλοιδόρουν, οἱ δὲ προπηλακίζειν ἐπεχείρουν, ὀστᾶ ῥιπτοῦντες πρὸ τῶν ποδῶν, ὥσπερ τοῖς κυσίν, οἱ δὲ καὶ τοῦ τρίβωνος ἥπτοντο προσιόντες, πολλοὶ δὲ οὐκ εἴων, ἀλλʼ ἠγανάκτουν, καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας,1 κἀκεῖνον πρὸς ὀλίγας ἡμέρας ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν καὶ τὴν ὕβριν· ὁ δὲ ὅμοιος ἦν ἐν ἅπαντι· τῷ ὄντι γὰρ ἐῴκει βασιλεῖ καὶ δεσπότῃ, πτωχοῦ στολὴν ἔχοντι, κἄπειτα ἐν ἀνδραπόδοις τε καὶ δούλοις αὑτοῦ στρεφομένῳ τρυφῶσι καὶ ἀγνοοῦσιν ὅστις ἐστί, καὶ ῥᾳδίως φέροντι μεθύοντας ἀνθρώπους καὶ μαινομένους ὑπὸ ἀγνοίας καὶ ἀμαθίας.
然而,当这样的人说蠢话时,他有时会予以轻蔑,但对于那些自命不凡、因财富、出身或其他某种权势而自负的人,他则格外予以打击,并用各种方式惩治他们。因此,有些人赞赏他是众人中最聪明的人,有些人认为他发了疯,许多人鄙视他如同一个毫无价值的乞丐;有些人辱骂他,另一些人试图侮辱他,把骨头扔到他的脚前,就像扔给狗一样,甚至还有人走上前来拉扯他的粗袍。但许多人并不容许这般行径,反而十分愤怒,正如荷马所说,求婚者们戏弄奥德修斯,而后者忍受了他们几天的放纵与狂妄。狄奥根尼在一切方面都与他相似:因为事实上,他就像一个身着乞丐服装的君王与主人,走动在自己那些过着骄奢生活、且不知他是谁的奴隶与仆人中间,泰然忍受着那些因无知与缺乏教养而醉酒发狂的人们。
ὅμως δὲ οἵ τε ἀθλοθέται τῶν Ἰσθμίων καὶ τῶν ἄλλων ὅσοι ἔντιμοι καὶ δυνατοὶ σφόδρα ἠποροῦντο καὶ συνεστέλλοντο, κατʼ ἐκεῖνον ὁπότε γένοιντο, καὶ πάντες οὗτοι σιγῇ παρῄεσαν ὑποβλέποντες αὐτόν. ἐπεὶ δὲ καὶ ἐστεφανώσατο τῆς πίτυος,2 πέμψαντες οἱ Κορίνθιοι τῶν ὑπηρετῶν τινας ἐκέλευον ἀποθέσθαι τὸν στέφανον καὶ μηδὲν παράνομον ποιεῖν.
尽管如此,地峡运动会的裁判员以及其余一切有声望和权势的人,每当来到他面前时,都感到极度困窘并畏缩不前,所有这些人全都默不作声地走过,斜眼打量着他。当他甚至为自己戴上松树花冠时,科林斯人派来一些差役,命令他取下花冠,不可做出违法之事。
ὁ δὲ ἤρετο αὐτοὺς διὰ τί παράνομόν ἐστιν αὐτὸν ἐστεφανῶσθαι τῆς πίτυος, ἄλλους δὲ οὐ παράνομον. εἶπεν οὖν τις αὐτῶν, Ὅτι οὐ νενίκηκας, ὦ Διόγενες. ὁ δέ, Πολλούς γε, εἶπεν, ἀνταγωνιστὰς καὶ μεγάλους, οὐχ οἷα ταῦτά ἐστι τὰ ἀνδράποδα τὰ νῦν ἐνταῦθα παλαίοντα καὶ δισκεύοντα καὶ τρέχοντα, τῷ παντὶ δὲ χαλεπωτέρους, πενίαν καὶ φυγὴν καὶ ἀδοξίαν, ἔτι δὲ ὀργήν τε καὶ λύπην καὶ ἐπιθυμίαν καὶ φόβον καὶ τὸ πάντων ἀμαχώτατον θηρίον, ὕπουλον καὶ μαλθακόν, ἡδονήν· ᾗ οὐδεὶς οὔτε τῶν Ἑλλήνων οὔτε τῶν βαρβάρων ἀξιοῖ μάχεσθαι καὶ περιεῖναι τῇ ψυχῇ κρατήσας, ἀλλὰ πάντες ἥττηνται καὶ ἀπειρήκασι πρὸς τὸν ἀγῶνα τοῦτον, Πέρσαι καὶ Μῆδοι καὶ Σύροι καὶ Μακεδόνες καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πλὴν ἐμοῦ.
他反问他们,为什么自己戴松树花冠是违法的,而其他人戴就不是违法的。其中一人说:“因为你没有获胜,狄奥根尼。”他回答道:“其实我战胜了许多强敌,并非如眼下在这里摔跤、掷铁饼、奔跑的这些奴隶之辈,而是战胜了全然更为艰巨的对手,即贫困、流放、污名,更有愤怒、悲伤、欲望、恐惧,以及一切中最难匹敌、阴险而柔弱的猛兽——‘快乐’。对此,希腊人和异族人中没有谁敢于奋战并以心灵的力量去战胜它,反而所有人都在这场较量中溃败屈服——波斯人、米底人、叙利亚人、马其顿人、雅典人、斯巴达人,无一例外,除了我之外。
πότερον ὑμῖν ἄξιος δοκῶ τῆς πίτυος, ἢ λαβόντες αὐτὴν δώσετε τῷ πλείστων κρεῶν γέμοντι;3 ταῦτα οὖν ἀπαγγέλλετε τοῖς πέμψασι καὶ ὅτι αὐτοὶ παρανομοῦσιν· οὐ γὰρ νικήσαντες οὐδένα ἀγῶνα περιέρχονται στεφάνους ἔχοντες·
在你们看来,我是配得上这松树花冠,还是你们要夺去它,献给那填满了最多肉块的人?那么,就把这些话回复给派遣你们的人吧,并告诉他们,违法乱纪的正是他们自己;因为他们没有在任何竞赛中获胜,却戴着花冠到处走动。”
μετὰ δὲ τοῦτο ἰδών τινα ἐκ τοῦ σταδίου βαδίζοντα μετὰ πολλοῦ πλήθους καὶ μηδὲ ἐπιβαίνοντα τῆς γῆς, ἀλλὰ ὑψηλὸν φερόμενον ὑπὸ τοῦ ὄχλου, τοὺς δέ τινας ἐπακολουθοῦντας καὶ βοῶντας, ἄλλους δὲ πηδῶντας ὑπὸ χαρᾶς καὶ τὰς χεῖρας αἴροντας πρὸς τὸν οὐρανόν, τοὺς δὲ ἐπιβάλλοντας αὐτῷ στεφάνους καὶ ταινίας, ὅτε ἐδυνήθη προσελθεῖν ἤρετο τίς ἐστιν ὁ θόρυβος ὁ περὶ αὐτὸν καὶ τί συνέβη.
在这之后,他看见一个人在人群的簇拥下从运动场走出来,甚至脚不沾地,被众人高高抬起;有人跟随在后大声呼喊,有人欢喜雀跃地向天举手,还有人向他投掷花冠和饰带。当狄奥根尼能够走上前时,便询问围绕着他的喧闹究竟是为了什么,发生了什么事。
- 9.9καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας
在带不定式的宾格结构中,不定式 προσπαίζειν(戏弄、嘲弄)的逻辑主语根据上下文以及荷马史诗《奥德赛》的原型,应为 τοὺς μνηστῆρας(求婚者们),而 τὸν Ὀδυσσέα 则是其宾语。尽管词序上 τὸν Ὀδυσσέα 在前,但后半句“而后者忍受了他们的放纵”(κἀκεῖνον... ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν)明确表明承受侮辱者是奥德修斯,施加戏弄者是求婚者。
- 9.10ἐστεφανώσατο τῆς πίτυος
动词 στεφανόω(戴冠)的中动语态(为自己戴冠)所带的属格 τῆς πίτυος 是表示“材料或质料”的属格(genitive of material),指代地峡运动会优胜者所获的传统松枝花冠。
- 9.13τῷ πλείστων κρεῶν γέμοντι
γέμοντι(充满……的人)为与格分词,支配表示充盈内容的属格 πλείστων κρεῶν(最多的肉),作为 δώσετε 的间接宾语。这是狄奥根尼典型的辛辣讽刺,将依靠庞大身躯和肌肉的竞技者(如摔跤手)贬斥为仅仅“填满肉块之躯”。
