- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:9.1-9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼前往地峡运动会观察并医治人们的愚蠢,将自己的职责比作看家护院的犬。熟视无睹的科林斯人对他漠不关心,远道而来的观光者虽出奇凑上前去,却在他的严厉驳斥与坦诚直言面前惶恐逃散。
Ἰσθμίων ὄντων κατέβη Διογένης εἰς τὸν Ἰσθμόν, ὡς ἔοικεν, ἐν Κορίνθῳ διατρίβων. παρετύγχανε δὲ ταῖς πανηγύρεσιν οὐχ ὧνπερ οἱ πολλοὶ ἕνεκα, βουλόμενοι θεάσασθαι τοὺς ἀθλητὰς καὶ ἵνα ἐμπλησθῶσιν,1 ἀλλʼ ἐπισκοπῶν οἶμαι τοὺς ἀνθρώπους καὶ τὴν ἄνοιαν αὐτῶν. ᾔδει γὰρ ὅτι φανερώτατοί εἰσιν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσιν· ἐν δὲ πολέμῳ καὶ στρατοπέδῳ λανθάνουσι μᾶλλον διὰ τὸ κινδυνεύειν καὶ φοβεῖσθαι.
当举办地峡运动会时,狄奥根尼下到了地峡,因为他似乎正在科林斯逗留。然而他出现在盛会中,并非出于大众的那种缘由——即想要观看竞技者并饱餐一顿——而在我看来,是为了观察人们及其愚蠢。因为他深知,人们在节日与盛会中最为暴露无遗;而在战争与营垒中,由于危险与恐惧,他们倒更能隐藏自身。
καὶ μέντοι ἐνόμιζε τότε εὐιατοτέρους εἶναι· καὶ γὰρ τὰ νοσήματα τοῦ σώματος, ὅταν ἔκδηλα ᾖ, ῥᾷον θεραπεύεσθαι ὑπὸ τῶν ἰατρῶν ἢ μέχρι ὑποστέλλεται· τοὺς μέντοι ἀμελουμένους τῶν ἀνθρώπων ἐν ταῖς τοιαύταις διατριβαῖς τάχιστα ἀπόλλυσθαι.
此外,他认为人们在那时更易医治;因为肉体的疾病也是如此,当显露在外时,比潜伏在内时更容易受到医生的医治;然而在这样的消遣中被忽视的人,却最迅速地走向毁灭。
διὰ ταῦτα παρέβαλλεν εἰς τὰς πανηγύρεις. ἔλεγε δὲ ἐπισκώπτων, ὅτι ἐπιπλήττοι τὸ τοῦ κυνός·2 τοὺς γὰρ κύνας ἕπεσθαι μὲν εἰς τὰς πανηγύρεις, μηδένα δὲ ἀδικεῖν τῶν ἐκεῖ γιγνομένων, ὑλακτεῖν δὲ καὶ μάχεσθαι τοῖς κακούργοις καὶ λῃσταῖς, καὶ ὅταν οἱ ἄνθρωποι μεθυσθέντες καθεύδωσιν, αὐτοὺς ἐγρηγορότας φυλάττειν.
由于这些原因,他前往了盛会。他还讥讽地说道,自己是在履行狗的职分:因为狗虽跟随着去往盛会,却不侵害任何身处那里的人,反倒向恶徒和强盗吠叫搏斗,并在人们醉酒沉睡时,自己保持清醒以作警戒。
ὡς δὲ ἐφάνη ἐν τῇ πανηγύρει, Κορινθίων μὲν οὐδεὶς αὐτῷ προσεῖχε τὸν νοῦν, ὅτι πολλάκις αὐτὸν ἑώρων ἐν τῇ πόλει καὶ περὶ τὸ Κράνειον. οἱ γὰρ ἄνθρωποι οὓς ἂν ἀεὶ βλέπωσι καὶ οἷς νομίζουσιν εἶναι ὁπότε βούλονται προσελθεῖν, τούτων οὐ πάνυ φροντίζουσιν· οὓς δʼ ἂν διὰ χρόνου ἴδωσιν ἢ μηδεπώποτε ἑωρακότες, πρὸς ἐκείνους τρέπονται. ὅθεν ἥκιστα ὠφελοῦντο ὑπὸ τοῦ Διογένους Κορίνθιοι, καθάπερ ἂν εἰ νοσοῦντες ἐπιδημοῦντος ἰατροῦ μὴ προσῄεσαν ἀλλʼ ἐνόμιζον ἱκανὸν εἶναι καὶ τὸ ὁρᾶν αὐτὸν ἐν τῇ πόλει.
当他出现在盛会中时,科林斯人没有一个去注意他,因为他们经常在城里和克兰尼翁一带看见他。原来,人们对于那些常常看见、且自以为随时想去便能前去接近的人,并不十分放在心上;而对于隔了很久才见到、或从未见过的人,才会投以关注。因此,科林斯人从狄奥根尼那里获益最少,正如同患病之人明明有医生客居本城却不前去求诊,反而以为在城里看见他就足够了一样。
τῶν δὲ ἄλλων οἱ μακρόθεν μάλιστα προσῄεσαν πρὸς αὐτόν, ἀπὸ τῆς Ἰωνίας τε καὶ Σικελίας καὶ Ἰταλίας ὅσοι παρῆσαν καὶ τῶν ἐκ Λιβύης τινὲς καὶ τῶν ἐκ Μασσαλίας καὶ ἀπὸ Βορυσθένους, οὗτοι δὴ πάντες ἰδεῖν βουλόμενοι μᾶλλον αὐτὸν καὶ βραχύ τι ἀκοῦσαι λέγοντος, ὡς ἔχοιεν ἀπαγγέλλειν ἑτέροις, ἢ βελτίους γενέσθαι.
然而在其外的人中,尤其是远道而来的人纷纷走向他:从伊奥尼亚、西西里和意大利前来的所有人,以及来自利比亚、马萨利亚和鲍里斯提涅斯的一些人;所有这些人想要看看他、听他说上片刻,以便向别人转述,远胜于想要使自己变得更好。
ἐδόκει γὰρ ἱκανὸς εἶναι λοιδορῆσαι καὶ τοῖς ἐρωτῶσιν ἀποκρίνασθαι πρὸς ἔπος. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύεσθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν3 δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτως καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον.
因为他被认为善于辱骂,且能对提问者一语中的地予以回答。因此,正如没有经验的人试图品尝本都的蜂蜜,刚一尝到便因厌恶其苦涩难咽而立刻吐出一样;人们也是出于好奇想要试探狄奥根尼,可是一旦遭到驳斥便转身逃之夭夭。
καὶ ἄλλων μὲν ἥδοντο λοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτέν τε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶς ἔχαιρον, ἀνατειναμένου δὲ καὶ σπουδάσαντος οὐχ ὑπέμενον τὴν παρρησίαν· καθάπερ οἶμαι τὰ παιδία προσπαίζοντα ἥδεται τοῖς γενναίοις κυσίν, ἐπειδὰν δὲ χαλεπήνῃ καὶ ὑλάξῃ μεῖζον, ἐξεπλάγη καὶ τῷ δέει τέθνηκε. καὶ τότε ἐκεῖνος ἐποίει ταὐτά, οὐδὲν μεταστρεφόμενος οὐδὲ φροντίζων, εἴτε ἐπαινοίη τις αὐτὸν εἴτε καὶ ψέγοι τῶν παρόντων, οὐδὲ εἰ τῶν πλουσίων τε καὶ ἐνδόξων ἢ στρατηγὸς ἢ δυνάστης διαλέγοιτο προσελθὼν ἢ τῶν πάνυ φαύλων τε καὶ πενήτων·
当别人遭受斥责时,他们乐在其中;可轮到自己时,他们便心生恐惧而退缩。假如他像平时有时习惯的那样讥讽打趣,他们便欢喜异常;但当他变得严厉、严肃起来时,他们便无法忍受那直言不讳。我想,正如小孩子们同良种犬嬉戏时十分欢喜,可一旦狗发起怒来大声吠叫,他们便吓得目瞪口呆、恐惧得几乎丧命一样。当时狄奥根尼也正是如此行事,丝毫不为所动,也全然不在乎在场的人是称赞他还是责备他,更不在乎走上前来同他交谈的是富贵显要之人——或是将军或是统治者——还是极为卑贱贫穷之人。
- 9.1οὐχ ὧνπερ οἱ πολλοὶ ἕνεκα, βουλόμενοι θεάσασθαι τοὺς ἀθλητὰς καὶ ἵνα ἐμπλησθῶσιν
短语 οὐχ ὧνπερ ... ἕνεκα 属于先行词被吸收进关系代词的结构(相当于 τούτων ἕνεκα ὧνπερ)。在进一步补充原因与目的时,作者采用了多式并列(variatio),将分词短语(βουλόμενοι...)与目的从句(καὶ ἵνα ἐμπλησθῶσιν)并列相连。
- 9.3ἐπιπλήττοι τὸ τοῦ κυνός
希求法 ἐπιπλήττοι 是间接引语中呼应主句过去时(ἔλεγε)的斜格希求法。动词 ἐπιπλήσσω 通常带与格表示“斥责、责难”,此处则支配中性冠词短语宾格 τὸ τοῦ κυνός(“狗的行事/职分”),作同族宾格或内涵宾格,意为“履行狗的职能”或“以狗的方式斥责”,后文紧接着以 τοὺς γὰρ κύνας... 对此含义进行了展开说明。
- 9.6παραχρῆμα ἐξέπτυσαν
出现在明喻从句中的不定过去时 ἐξέπτυσαν(以及下文的 ἐξεπλάγη)属于格言式不定过去时(gnomic aorist),用以表达普遍规律或习以为常的反应,功能相当于一般现在时。
