- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:9.15-9.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼通过指出跑得快不仅逊于禽兽且无益于美德,驳倒了跑道赛跑的优胜者并使其谦卑,随后又将花冠授予踢退对手的留存马匹,借此嘲弄了运动竞赛。
ὁ δὲ ἔφη, Νικῶμεν, βέλτιστε ἀνδρῶν, τὸ στάδιον.1 τοῦτο δὲ τί ἐστιν; εἶπεν· οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐδὲ μικρὸν, ὅτι ἔφθασας τοὺς συντρέχοντας,2 οὐδὲ σωφρονέστερος νῦν ἢ πρότερον οὐδὲ δειλὸς ἧττον, οὐδʼ ἔλαττον ἀλγεῖς οὐδʼ ἐλαττόνων δεήσῃ τὸ λοιπὸν οὐδὲ ἀλυπότερον βιώσῃ.
那人说:“最优秀的人啊,我们在跑道赛跑中获胜了。”“但这又算什么呢?”狄奥根尼说,“因为你并不会由于跑得比同赛者快而变得更加聪明,哪怕一点点也没有;你现在也不会比以前更有节制,或者不那么懦弱;你的痛苦不会减少,今后所需的东西也不会变少,生活也不会因此少受煎熬。”
μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. ἀλλʼ οὐ τῶν λαγῶν, ἔφη ὁ Διογένης, οὐδὲ τῶν ἐλάφων· καίτοι ταῦτα τὰ θηρία πάντων ἐστὶ δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖς γὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοις τε εἶναι καὶ ἀνανδροτάτοις.
“凭宙斯起誓,”那人说,“我是所有希腊人中跑得最快的。”“但你比不上野兔,”狄奥根尼说,“也比不上鹿;然而这些兽类在一切动物中是最怯懦的,它们害怕人,害怕狗,害怕鹰,过着悲惨的生活。难道你不知道,”他说,“速度正是怯懦的标志吗?因为正是同一些动物,既最为迅速,又最为懦弱。
ὁ γοῦν Ἡρακλῆς διὰ τὸ βραδύτερος εἶναι πολλῶν καὶ μὴ δύνασθαι κατὰ πόδας αἱρεῖν τοὺς κακούργους, διὰ τοῦτο ἐφόρει τόξα καὶ τούτοις ἐχρῆτο ἐπὶ τοὺς φεύγοντας. καὶ ὅς, Ἀλλὰ τὸν Ἀχιλλέα, ἔφη, ταχὺν ὄντα, φησὶν ὁ ποιητὴς ἀνδρειότατον εἶναι. καὶ πῶς,ἔφη, οἶσθα ὅτι ταχὺς ἦν ὁ Ἀχιλλεύς; τὸν μὲν γὰρ Ἕκτορα ἑλεῖν οὐκ ἐδύνατο κατὰ τὴν ἡμέραν ὅλην διώκων.
至少赫拉克勒斯因为比许多人慢,无法徒步追上恶人,因此才携带着弓箭,用它来对付逃跑的人。”那人反驳道:“可是诗人说,阿喀琉斯身形敏捷,却也是最勇敢的。”“你又怎么知道阿喀琉斯敏捷呢?”狄奥根尼说,“因为他追逐了整整一天,也未能抓获赫克托耳。
οὐκ αἰσχύνῃ, ἔφη, ἐπὶ πράγματι σεμνυνόμενος, ἐν ᾧ τῶν φαυλοτάτων θηρίων χείρων πέφυκας; οἶμαι γάρ σε μηδὲ ἀλώπεκα δύνασθαι φθάσαι. πόσον δέ τι καὶ ἔφθασας; παρʼ ὀλίγον, εἶπεν, ὦ Διόγενες. τοῦτο γάρτοι καὶ τὸ θαυμαστὸν ἐγένετο τῆς νίκης. ὥστε, ἔφη, παρʼ ἓν βῆμα3 εὐδαίμων γέγονας. ἅπαντες γὰρ οἱ κράτιστοι ἦμεν οἱ τρέχοντες. οἱ δὲ κόρυδοι οὐ πολλῷ τινι θᾶττον ὑμῶν διέρχονται τὸ στάδιον; πτηνοὶ γάρ εἰσιν, εἶπεν.
你以一件自己天生不如最微不足道的野兽的事情自矜,难道不觉得可耻吗?”他说,“因为我认为你连一只狐狸也跑不过。而且你究竟领先了多少才先到的呢?”“只差一点点,狄奥根尼,”他说,“这也正是这场胜利令人惊奇之处。”“这么说来,”狄奥根尼说,“你仅仅凭着一步之差就成了幸运儿!”“因为我们奔跑的人全都是最强健的。”“那么云雀穿过跑道不比你们快得多吗?”“因为它们有翅膀,”他说。
οὐκοῦν, ἔφη ὁ Διογένης, εἴπερ τὸ ταχύτατον εἶναι κράτιστόν ἐστι, πολὺ βέλτιον κόρυδον εἶναι σχεδὸν ἢ ἄνθρωπον· ὥστε τὰς ἀηδόνας οὐδέν τι δεῖ οἰκτίρειν οὐδὲ τοὺς ἔποπας, ὅτι ὄρνιθες ἐγένοντο ἐξ ἀνθρώπων, ὡς ὑπὸ τοῦ μύθου λέλεκται. ἀλλʼ ἐγώ, ἔφη, ἄνθρωπος ὢν ἀνθρώπων ταχύτατός εἰμι. τί δέ; οὐχὶ καὶ ἐν τοῖς μύρμηξιν, εἶπεν, εἰκὸς ἄλλον ἄλλου ταχύτερον εἶναι; μὴ οὖν θαυμάζουσιν αὐτόν; ἢ οὐ δοκεῖ σοι γελοῖον εἶναι, εἴ τις ἐθαύμαζε μύρμηκα ἐπὶ τάχει; τί δέ; εἰ χωλοὶ πάντες ἦσαν οἱ τρέχοντες, ἐχρῆν σε μέγα φρονεῖν, ὅτι χωλοὺς χωλὸς ἔφθης; τοιαῦτα δὲ πρὸς τὸν ἄνθρωπον διαλεγόμενος πολλοὺς ἐποίησε τῶν παρόντων καταφρονῆσαι τοῦ πράγματος, κἀκεῖνον αὐτὸν λυπούμενον ἀπελθεῖν καὶ πολὺ ταπεινότερον.
“因此,”狄奥根尼说,“如果速度最快便是最优秀的,那么做一只云雀几乎远胜于做人;这样一来,人们就全然不必因为夜莺和戴胜从人变成了鸟而怜悯它们,正如神话中所说的那样。”“但我,”那人说,“作为一个人,在人类中是最快的。”“那又怎样?”狄奥根尼说,“难道在蚂蚁之中,不也很可能一只比另一只更快吗?难道它们会赞叹它吗?或者,如果有人因速度而赞叹一只蚂蚁,你难道不觉得可笑吗?又如何呢?如果所有赛跑的人都是瘸子,你这个瘸子跑在瘸子前面,就应当傲慢自大吗?”他通过同这个人这般交谈,使在场的许多人鄙视了这件事,并让那人自己满怀懊丧、谦逊得多地离去了。
τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις,4 ὁπότε ἴδοι τινὰ μάτην ἐπαιρόμενον καὶ διὰ πρᾶγμα οὐδενὸς ἄξιον ἔξω τοῦ φρονεῖν, συστείλας ἐπὶ βραχὺ καὶ ἀφελὼν μικρόν τι τῆς ἀνοίας, ὥσπερ οἱ τὰ πεφυσημένα καὶ οἰδοῦντα νύξαντες ἢ σείσαντες.
每当狄奥根尼看到有人毫无缘由地自命不凡,并因毫无价值之事而失去理智时,他便会让其稍作收敛,消除其少许愚妄,这给人们带来了不小的益处,正如同那些刺破或摇晃膨胀肿大之物的人一样。
ἐν δὲ τούτῳ θεασάμενος ἵππους ἐν τῷ αὐτῷ δεδεμένους, ἔπειτα μαχομένους τε καὶ λακτίζοντας αὑτούς, καὶ πολὺν ὄχλον περιεστῶτας καὶ θεωμένους, ἕως καμὼν ὁ ἕτερος ἔφυγεν ἀπορρήξας5 προσελθὼν ἐστεφάνωσε τὸν μένοντα καὶ ἀνεκήρυττεν ὡς Ἰσθμιονίκην, ὅτι λακτίζων ἐνίκησεν. ἐπὶ τούτῳ γέλως καὶ θόρυβος ἦν ἁπάντων, καὶ τὸν Διογένην πολλοὶ ἐθαύμαζον καὶ τῶν ἀθλητῶν κατεγέλων, καί τινας ἀπελθεῖν φασιν οὐκ ἰδόντας αὐτούς — ὅσοι κακῶς ἐσκήνουν ἢ καὶ τούτου ἠπόρουν.
与此同时,他看到系在同一处的马匹互相争斗踢踹,一大群人围站在四周观看,直到其中一匹疲惫不堪挣脱绳索逃跑,狄奥根尼走上前去,给留下的那匹戴上花冠,并宣布它为地峡胜利者,因为它是靠踢踹获胜的。众人对此爆发出一阵笑声和喧哗,许多人赞赏狄奥根尼并嘲笑运动员们;据说有些人甚至没有观看那些运动员就离开了——那些宿营条件很差或甚至连住所都成问题的人。
- 9.15Νικῶμεν, βέλτιστε ἀνδρῶν, τὸ στάδιον
宾格 τὸ στάδιον 作为与动词 νικάω 连用的内含/竞技宾格(cognate/contest accusative),意为“我们在跑道赛跑中获胜”。第一人称复数 νικῶμεν 表现出运动员自负的口吻。
- 9.15οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐδὲ μικρὸν, ὅτι ἔφθασας τοὺς συντρέχοντας
动词 φθάνω 支配宾格 τοὺς συντρέχοντας,意为“先于……”、“跑在……前面”。ὅτι 引出原因从句,表示否定因果关系:“并没有因为你跑在同赛者前面而变得更聪明”。
- 9.18παρʼ ὀλίγον ... παρʼ ἓν βῆμα
介词 παρά 后接度量或差额的宾格,构成习语。παρʼ ὀλίγον 意为“差一点点”、“微弱差距”,狄奥根尼紧接着以 παρʼ ἓν βῆμα(“一步之差”)作讽刺性的对应。
- 9.21τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις
中性短语 οὐ μικρόν 直接充当 παρεῖχε 的宾语,意为“这给人们带来了不小(的益处)”。
- 9.22ἕως καμὼν ὁ ἕτερος ἔφυγεν ἀπορρήξας
时间连词 ἕως 引出限度从句(“直到另一匹马力竭并挣脱逃跑”)。主句的核心动词为后文的 ἐστεφάνωσε,分词 ἀπορρήξας 表示方式或伴随(“挣断缰绳”)。
