← 金嘴狄翁

演说集

§10.1-10.7

狄奥根尼对追捕逃奴者的劝诫

狄奥根尼在前往雅典的路上遇见一位熟人,后者因仆人逃跑而改变前往德尔斐的行程折返寻仆;狄奥根尼指出摆脱恶人实为幸事而非受损,并斥责该主人蓄养奴仆使其游手好闲、败坏心智,本身就是一种极大的伤害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἀπιών ποτε Διογένης ἐκ Κορίνθου Ἀθήναζε συνέβαλε κατὰ τὴν ὁδὸν ἑνὶ τῶν γνωρίμων, καὶ ἤρετο ποῖ ἄπεισιν, οὐχ ὥσπερ οἱ πολλοὶ τὰ τοιαῦτα ἐπερωτῶσιν, ἐπιδεικνύμενοι ὅτι οὐκ ἀμελὲς εἰδέναι αὐτοῖς τὰ περὶ τῶν φίλων, ἔπειτα ἀκούσαντες μόνον ἀπηλλάγησαν·1 ἀλλʼ ὥσπερ οἱ ἰατροὶ ἀνακρίνουσι τοὺς ἀσθενοῦντας ὅ τι μέλλουσι ποιεῖν ἕνεκα τοῦ συμβουλεῦσαι, καὶ τὰ μὲν κελεύουσι, τὰ δὲ ἀπαγορεύουσιν, οὕτως ἀνέκρινεν ὁ Διογένης τὸν ἄνθρωπον ὅ,τι πράττοι;

有一次,狄奥根尼从科林斯前往雅典,在路上遇到了一位熟人,便问他要去哪里。他并不像多数人询问此类事情那样——表面上显得并非不关心朋友的境况,随后仅仅听了一听便走开——而是像医生为了提出建议而盘问病人打算做些什么,吩咐某些事而禁止另一些事那样,狄奥根尼正是如此盘问那个人究竟在做什么。

§10.2

καὶ ὃς ἔφη, ὦ Διόγενες, πορεύομαι εἰς Δελφοὺς τῷ θεῷ χρησόμενος. μέλλων δὲ διὰ Βοιωτῶν ἰέναι, ὁ γὰρ παῖς με ὁ μετʼ ἐμοῦ πορευόμενος ἀπέδρα, νῦν ἐπὶ Κορίνθου ἄπειμι· ἴσως γὰρ ἂν εὕροιμι καὶ τὸν παῖδα. καὶ ὁ Διογένης εἶπεν, ὥσπερ εἰώθει, σπουδάσας, Ἔπειτα, καταγέλαστε, ἐπιχειρεῖς θεῷ χρῆσθαι, οὐ δυνάμενος ἀνδραπόδῳ χρήσασθαι;2 ἢ οὐ δοκεῖ σοι τοῦτο ἐκείνου ἧττον χαλεπὸν καὶ ἐλάττονα ἔχειν κίνδυνον τοῖς οὐ δυναμένοις χρήσασθαι ὀρθῶς; τί δὲ καὶ βουλόμενος, εἶπε, ζητεῖς τὸν παῖδα; ἢ οὐκ ἦν πονηρός; πάντων γε, ἔφη, μάλιστα·

那人说:“狄奥根尼啊,我正要前往德尔斐去求问神明。我原本打算取道维奥蒂亚,但由于同我一起出行的奴仆逃跑了,我现在正返回科林斯;因为我也许能找到那个奴仆。”狄奥根尼便一如既往地严肃起来,说道:“那么,可笑的人啊,你连一个奴隶都无法驾驭,居然还企图去求问神明吗?难道你不认为对于无法正确对待者而言,前者比后者更不艰难,带来的危险也更小吗?而且你究竟是出于什么企图,”他说,“要去寻找那个奴仆呢?难道他不是个恶劣之徒吗?”“在所有人中是最恶劣的了,”那人说。

§10.3

μηδὲν γὰρ ὑπʼ ἐμοῦ ἀδικούμενος, πρὸς δὲ καὶ γενόμενος ἡγεῖτο πονηρόν· εἰ γὰρ ἀγαθὸν ἡγεῖτο, οὐκ ἄν ποτε ἀπέλιπεν. ἴσως, ὦ Διόγενες, κακὸς αὐτὸς ὢν. ἔπειτα ἐκεῖνος μέν, ἔφη, σὲ πονηρὸν ἡγούμενος ἔφυγεν, ἵνα μὴ βλάπτηται ὑπὸ σοῦ, σὺ δὲ ἐκεῖνον πονηρὸν εἶναι λέγων ζητεῖς, δῆλον ὅτι βλάπτεσθαι ὑπʼ αὐτοῦ βουλόμενος;

“因为他并未受到我丝毫亏待,而且……”〔狄奥根尼说:〕“他认为〔你〕是恶劣的;因为如果他认为〔你〕是好人,就决不会离〔你〕而去。”“或许,狄奥根尼啊,是因为他自己本身就是恶劣的。”“那么,”狄奥根尼说,“他认为你是恶人而逃跑,是为了不受你的伤害;而你口口声声说他是恶人,却去寻找他,显然是想要受到他的伤害吗?

§10.4

ἢ οὐχ οἱ κακοὶ ἄνθρωποι βλαβεροί εἰσι τοῖς ἔχουσι καὶ τοῖς χρωμένοις, ἐάν τε Φρύγες ὦσιν ἐάν τε Ἀθηναῖοι, ἐάν τε ἐλεύθεροι ἐάν τε δοῦλοι; καίτοι κύνα μὲν οὐδεὶς κακὸν ἡγούμενος ζητεῖ ἀποδράντα, οἱ δὲ καὶ ἐκβάλλουσιν, ἐὰν ἐπανέλθῃ· ἀνθρώπου δὲ πονηροῦ ἀπαλλαγέντες οὐκ ἀγαπῶσιν, ἀλλὰ πολλὰ πράγματα ἔχουσι καὶ τοῖς ξένοις ἐπιστέλλοντες καὶ αὐτοὶ ἀποδημοῦντες καὶ χρήματα ἀναλίσκοντες, ὅπως λάβωσιν αὐτόν.

难道恶人对于拥有他们和对待他们的人来说不是有害的吗,不论他们是弗里吉亚人还是雅典人,是自由人还是奴隶?然而,如果有人认为一条狗很恶劣,当它跑掉时决不会去寻找,甚至当它跑回来时人们还会把它赶走;可是一旦摆脱了一个恶人,人们却不知足,反而大费周折,既给外邦朋友写信托付,又亲自出门远行,耗费钱财,以便把他抓获。

§10.5

καὶ πότερον οἴει πλείους ὑπὸ κυνῶν βλαβῆναι πονηρῶν ἢ ὑπʼ ἀνθρώπων; ὑπὸ μένγε κυνῶν φαύλων ἕνα τὸν Ἀκταίωνά φασιν ἀπολέσθαι, καὶ τούτων μανέντων· ὑπὸ δὲ ἀνθρώπων φαύλων οὐδὲ εἰπεῖν ἔστιν ὅσοι ἀπολώλασι καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ πόλεις ὅλαι, οἱ μὲν ὑπὸ οἰκετῶν, οἱ δὲ ὑπὸ στρατιωτῶν καὶ δορυφόρων, οἱ δὲ ὑπὸ φίλων τινῶν καλουμένων, οἱ δέ τινες καὶ ὑπὸ υἱέων καὶ ἀδελφῶν καὶ γυναικῶν.

那么你认为,受到恶狗伤害的人多,还是受到恶人伤害的人多呢?因恶狗而丧命的,人们说只有阿克泰翁一人,而且那还是在狗发了疯的时候;而因恶人丧命的,平民也好,君王也好,乃至整个城邦,根本数不胜数;有的死于家仆之手,有的死于士兵和卫兵之手,有的死于所谓的密友之手,还有的甚至死于儿子、兄弟和妻子之手。

§10.6

ἆρα οὖν οὐ μέγα κέρδος, ὅτῳ ἂν συμβῇ ἀπαλλαγῆναι κακοῦ ἀνδρός, ἀλλὰ δεῖ τοῦτον ζητεῖν τε καὶ ἐπιδιώκειν; ὥσπερ εἴ τις ἀπαλλαγὲν νόσημα ἐζήτει καὶ ἐβούλετο ἀναλαβεῖν εἰς τὸ σῶμα; καὶ ὁ ἄνθρωπος εἶπεν, Ταῦτα μὲν ὀρθῶς εἶπας, ὦ Διόγενες· ἀλλὰ χαλεπόν ἐστιν ἀδικηθέντα μὴ τιμωρήσασθαι. ἐκεῖνος γὰρ οὐδὲν ὑπʼ ἐμοῦ παθών, ὡς ὁρᾷς, ἐτόλμησεν ἀπολιπεῖν με· ὃς ἔργον μὲν παρʼ ἐμοὶ οὐδὲν ἔπραττεν ὅσα δοῦλοι ἐργάζονται, ἀργὸς δὲ ὢν ἔνδον ἐτρέφετο, οὐδὲν ποιῶν ἢ ἐμοὶ ἀκολουθῶν.

那么,凡是有幸摆脱了一个恶人的人,难道不是获得了莫大的好处,反而应当去搜寻并追捕他吗?这岂不就像一个人摆脱了疾病,却还要去搜寻它,并巴不得重新把它迎回体内一样吗?”那人说道:“狄奥根尼,这些话你说得都对;但是,遭受了不公却不加以惩罚,是很难忍受的。因为那个家伙如你所见,丝毫未受我的委屈,却胆敢背弃我——他在我那里根本不做奴隶所做的劳作,而是游手好闲地在家里被供养着,除了跟随我之外什么事也不做。”

§10.7

ἔπειτα, ἔφη, οὐδὲν ἠδίκεις αὐτὸν ἀργὸν ὄντα καὶ ἀμαθῆ τρέφων καὶ ποιῶν ὅτι κάκιστον; ἡ γὰρ ἀργία καὶ τὸ σχολὴν ἄγειν ἀπόλλυσι πάντων μάλιστα τοὺς ἀνοήτους ἀνθρώπους. οὐκοῦν ὀρθῶς συνῆκεν ὑπὸ σοῦ διαφθειρόμενος, καὶ ἀπέδρα δικαίως, ἵνʼ ἐργάζηται δῆλον ὅτι καὶ μὴ σχολάζων τε καὶ καθεύδων καὶ ἐσθίων χείρων ἀεὶ γίγνηται. σὺ δὲ ἴσως οἴει μικρὸν ἀδίκημα εἶναι, ὃς ἄνθρωπον ποιεῖ πονηρότερον,3 ἀλλʼ οὐχὶ τοῦτον δεῖν πάντων μάλιστα φεύγειν ὡς ἔχθιστον καὶ ἐπιβουλότατον; καὶ ὅς, τί οὖν, ἔφη, ποιήσω; οὐ γὰρ ἔστι μοι ἄλλος οἰκέτης.

“那么,”狄奥根尼说,“你供养他使他懒散无知,让他变得尽可能最糟糕,难道你没有丝毫亏待他吗?因为闲散和无所事事最会毁掉没有头脑的人。因此,他敏锐地察觉到自己正在被你败坏,并且正当地逃跑了,显然是为了能够去劳作,而不至于通过闲荡、睡觉和吃喝而变得越来越坏。然而你大概以为,使一个人变得更加邪恶只是微不足道的过错,而不是应当把这样的人视为最可恨、最具图谋的仇敌而极力躲避吗?”那人说:“那么我该怎么办呢?因为我没有别的仆人了。”

语法注3 条
  1. 10.1ἐπιδεικνύμενοι ὅτι οὐκ ἀμελὲς εἰδέναι αὐτοῖς τὰ περὶ τῶν φίλων, ἔπειτα ἀκούσαντες μόνον ἀπηλλάγησαν

    在 ὥσπερ 从句中,紧随现在分词 ἐπιδεικνύμενοι 之后,动词打破常规转向了不定过去时直陈语气(ἔπειτα ἀκούσαντες μόνον ἀπηλλάγησαν)。虽然可以视为与前文一般现在时 ἐπερωτῶσιν 并列的格言性不定过去时,但更自然的是理解为一种变格现象(破格句),生动突出了世人随口打听后便径自离去的轻率举止。

  2. 10.2θεῷ χρῆσθαι, οὐ δυνάμενος ἀνδραπόδῳ χρήσασθαι

    利用动词 χράομαι 根据搭配的与格名词不同而具有的双重含义构成的双关和对仗:θεῷ χρῆσθαι 意为“求问神明/神谕”,而 ἀνδραπόδῳ χρήσασθαι 则意为“役使/对待奴隶”。狄奥根尼通过“使用/打交道”这一共同核心概念,突显了一个连仆人都应付不了的人却妄图去求问神明的荒谬。

  3. 10.7ὃς ἄνθρωπον ποιεῖ πονηρότερον

    关系代词 ὅς 包含了被省略的不定先行词(如 τινά),引出指代某类人的从句:“使一个人变得更恶劣的那种人”。此处并非指代某一特定个体,而是具有定性(qualitative)含义,表示“凡是……样的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:10.1-10.7