- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:8.28-8.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼重新阐释了赫拉克勒斯的伟业,将其塑造为一位远离安逸、与欲望及虚名抗争的真正勇士;随后,他以在众人面前做出鄙俗行为的举动亲自践行对名声的鄙弃,引发了民众与智者们的嘲弄与骚动。
περὶ δὲ τοῦ Πέλοπος ἔλεγον ὅτι καὶ τὸν ὦμον ἐλεφάντινον ἔχοι, ὥσπερ τι ὄφελος ἀνθρώπου χρυσῆν χεῖρα ἢ ἐλεφαντίνην ἔχοντος ἢ ὀφθαλμοὺς ἀδάμαντος ἢ σμαράγδου· τὴν δὲ ψυχὴν οὐκ ἐγίγνωσκον αὐτοῦ ὁποίαν τινὰ εἶχεν. τὸν δὲ Ἡρακλέα πονοῦντα μὲν καὶ ἀγωνιζόμενον ἠλέουν, καὶ ἔφασαν αὐτὸν ἀνθρώπων ἀθλιώτατον· καὶ διὰ τοῦτο ἄθλους ἐκάλουν τοὺς πόνους αὐτοῦ καὶ τὰ ἔργα, ὡς τὸν ἐπίπονον βίον ἄθλιον ὄντα·1 ἀποθανόντα δὲ πάντων μάλιστα τιμῶσι καὶ θεὸν νομίζουσι καί φασιν Ἥβῃ συνοικεῖν, καὶ τούτῳ πάντες εὔχονται, ὅπως αὐτοὶ μὴ ἔσονται ἄθλιοι, τῷ πλεῖστα ἀθλήσαντι.
关于珀罗普斯,人们曾说他甚至有一副象牙的肩膀——仿佛一个人拥有一只金手或象牙手,或者金刚石或翡翠的眼睛,能有什么益处似的;然而对于他拥有怎样的灵魂,他们却一无所知。另一方面,当赫拉克勒斯经受劳苦与竞赛时,他们怜悯他,称他是人类中最悲惨的人;正因如此,他们把他的劳苦与伟业称为“苦难之役”,认为充满劳苦的生活便是悲惨的。然而在他死后,人们却比对所有人更崇敬他,视他为神明,并说他与赫柏结合;所有人甚至向这位承受过最多苦难的人祈祷,祈求自己不要陷入悲惨。
τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐδὲ εὔξατο οὐδὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν ὅ γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς —
人们以为欧律斯透斯支配着他并向他发号施令——但人们却将这位欧律斯透斯视若无物,从未有人向欧律斯透斯祈祷或献祭过。无论如何,赫拉克勒斯走遍了整个欧洲与亚洲,绝无一丝与这些运动员相仿之处——
ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων ἢ τοσούτων κρεῶν δεόμενος ἢ βαθὺν οὕτως ὕπνον καθεύδων; — ἀλλʼ ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων ἢ χλανίδων ἢ ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων.
因为带着这许多肌肉赘肉,需要这许多肉食,沉睡于如此深沉的睡眠中,他究竟能走到哪里去呢?——相反,他如雄狮般警醒敏捷,目光锐利,听觉敏锐,不避严寒与酷暑,全然不需要垫褥、华袍或地毯,而是裹着粗脏的皮毛,呼出饥饿之气,扶助善人,惩治恶人。
καὶ Διομήδην δὲ τὸν Θρᾷκα, ὅτι ποικίλην εἶχεν ἐσθῆτα καὶ καθῆστο ἐπὶ θρόνου πίνων διʼ ἡμέρας καὶ τρυφῶν, καὶ τοὺς ξένους ἠδίκει καὶ τοὺς ὑφʼ αὑτῷ, πολλὴν ἵππον τρέφων, τῷ ῥοπάλῳ παίων διήραξεν ὥσπερ πίθον παλαιόν. καὶ τὸν Γηρυόνην, πλείστους βοῦς ἔχοντα καὶ τῶν πρὸς ἑσπέρας ἁπάντων πλουσιώτατον ὄντα καὶ ὑπερηφανώτατον, αὐτόν τε ἀπέκτεινε καὶ τοὺς ἀδελφοὺς καὶ τὰς βοῦς ἀπήλασε.
至于色雷斯人狄俄墨得斯,因为他身着华丽衣裳,整日坐在王座上饮酒享乐,欺凌外乡人与治下之民,饲养庞大的马群,赫拉克勒斯便用木棒击打他,将其如同旧陶罐一般粉碎。至于革律翁,他拥有极多的牛群,是西方所有人中最富有、最狂妄的,赫拉克勒斯将他本人及其兄弟尽皆斩杀,并驱赶走了牛群。
τὸν δὲ Βούσιριν εὑρὼν πάνυ ἐπιμελῶς ἀθλοῦντα καὶ διʼ ὅλης ἡμέρας ἐσθίοντα καὶ φρονοῦντα μέγιστον ἐπὶ πάλῃ, διέρρηξεν ἐπὶ τὴν γῆν καταβαλὼν ὥσπερ τοὺς θυλάκους τοὺς σφόδρα γέμοντας. καὶ τῆς Ἀμαζόνος ἔλυσε τὴν ζώνην, θρυπτομένης αὐτῷ καὶ νομιζούσης ὅτι τῷ κάλλει κρατήσει, συγγενόμενος δʼ ἀπῄει δείξας ὅτι οὐκ ἄν ποτε ἡττηθείη κάλλους οὐδʼ ἂν μείνειε χάριν γυναικὸς πόρρω τῶν αὑτοῦ κτημάτων οὐδέποτε.
当他发现布西里斯极其刻苦地从事竞技锻炼,终日进食并在摔跤上极度自负时,便将其击倒在地,使其如过度充塞的皮袋般破裂。他还解开了亚马孙女战士的腰带,因她向他卖弄风情,以为凭借美貌便能取胜;但赫拉克勒斯在与她交合之后便径自离去,表明自己绝不会屈服于美色,也绝不会为了一介女子而在远离自身财产之处久留。
τὸν δὲ Προμηθέα, σοφιστήν τινα, ἐμοὶ δοκεῖν, καταλαβὼν ὑπὸ δόξης ἀπολλύμενον, νῦν μὲν οἰδοῦντος αὐτῷ καὶ αὔξοντος τοῦ ἥπατος, ὁπότε ἐπαινοῖτο, πάλιν δὲ φθίνοντος, ὁπότε ψέγοιεν αὐτόν, ἐλεήσας καὶ φοβήσας ἔπαυσε τοῦ τύφου καὶ τῆς φιλονικίας· καὶ οὕτως ᾤχετο ὑγιᾶ ποιήσας. ταῦτα μὲν οὖν ἔπραττεν οὐδὲν Εὐρυσθεῖ χαριζόμενος.
至于普罗米修斯——在我看来大约是个智者——当赫拉克勒斯发现他正被虚名所毁,每当受到赞美时肝脏便肿胀扩大,而每当受到责难时肝脏又复萎缩,赫拉克勒斯怜悯他,令其心生畏惧,除去了他的浮夸与争胜之心;使他恢复健康后,便这般离去。因此,他做这些事绝非为了讨好欧律斯透斯。
τὰ δὲ μῆλα τὰ χρυσᾶ ἃ ἐκόμισε λαβὼν ἔδωκεν ἐκείνῳ, τὰ τῶν Ἑσπερίδων· οὐδὲν γὰρ αὐτῶν ἐδεῖτο, ἀλλʼ ἐκέλευσε κλάειν ἔχοντα.2 μηδὲν γὰρ ὄφελος εἶναι ἀνθρώπῳ χρυσῶν μήλων· μηδὲ γὰρ ταῖς Ἑσπερίσι γενέσθαι. πέρας δέ, ἐπεὶ βραδύτερος ἐγίγνετο καὶ ἀσθενέστερος αὑτοῦ,3 φοβούμενος μὴ οὐ δύνηται4 ζῆν ὁμοίως, ἔπειτα οἶμαι νόσου τινὸς καταλαβούσης κάλλιστα ἀνθρώπων ἐθεράπευσεν αὑτόν, πυρὰν νήσας ἐν τῇ αὐλῇ ξύλων ὡς ξηροτάτων καὶ δείξας ὅτι οὐδὲν ἄξιον ἐφρόντιζε τοῦ πυρετοῦ.
相反,他取得并带回的金苹果——那些赫斯珀里得斯姊妹的苹果——他却交给了欧律斯透斯;因为他对这些毫无需求,反而叫欧律斯透斯拿着它们去哭号。因为对人而言金苹果毫无益处,甚至对赫斯珀里得斯姊妹也未曾带来益处。最后,当赫拉克勒斯感到自己比以往更加迟缓、更为衰弱,唯恐自己无法照常生活,随之我料想有某种疾病袭来时,他以人类中最出色的方式医治了自己:他在庭院中用尽可能干燥的木柴堆起柴堆,表明自己对高热的灼痛根本不屑一顾。
πρότερον δέ, ἵνα μὴ δοκῇ σεμνὰ μόνον καὶ μεγάλα ἔργα διαπράττεσθαι, τὴν κόπρον ἀπελθὼν τὴν κειμένην παρʼ Αὐγέᾳ, πολύ τι χρῆμα πολλῶν ἐτῶν, ἐκείνην ἐξεφόρει καὶ ἐκάθαιρεν. ἡγεῖτο γὰρ οὐχ ἧττον αὑτῷ διαμαχητέον εἶναι καὶ πολεμητέον πρὸς τὴν δόξαν ἢ τὰ θηρία καὶ τῶν ἀνθρώπων τοὺς κακούργους.
而在此之前,为了不让人以为他只从事尊贵显赫的大业,他前去清运并打扫了奥革阿斯那里积存的粪便——那是积攒了多年的巨量秽物。因为他认为,自己与声名搏斗征战的必要性,绝不下于对抗野兽与人间的恶徒。
ταῦτα δὲ λέγοντος τοῦ Διογένους, περιίσταντο πολλοὶ καὶ πάνυ ἡδέως ἠκροῶντο τῶν λόγων. ἐννοήσας δὲ οἶμαι τὸ τοῦ Ἡρακλέους, τοὺς μὲν λόγους ἀφῆκε, χαμαὶ δὲ καθεζόμενος ἐποίει τι τῶν ἀδόξων. εὐθὺς οὖν οἱ πολλοὶ κατεφρόνουν αὐτοῦ καὶ μαίνεσθαι ἔφασαν, καὶ πάλιν ἐθορύβουν σοφισταί, καθάπερ ἐν τέλματι βάτραχοι τὸν ὕδρον οὐχ ὁρῶντες.
当狄奥根尼讲述这些时,许多人围聚在四周,极其愉悦地倾听他的言论。然而,我料想他是想到了赫拉克勒斯的行事,便止住了话语,蹲坐在地上做了一件为人所不齿之事。于是众人立刻鄙弃他,宣称他疯了,而那些智者们又重新喧嚷起来,正如池沼中的青蛙在看不见水蛇时那样。
- 8.28ὡς τὸν ἐπίπονον βίον ἄθλιον ὄντα
连词 ὡς 与分词宾格短语 τὸν ἐπίπονον βίον ἄθλιον ὄντα 连用,表示主观理由(“世人认为辛劳的生活即是悲惨的”)。此结构在语法上为带 ὡς 的绝对宾格,用以揭示世人基于字面联想(ἆθλος 与 ἄθλιος)而产生的肤浅见解。
- 8.34ἐκέλευσε κλάειν ἔχοντα
短语 κλάειν κελεύω 是古希腊语中的俗语惯用表达,意为“叫某人去痛哭”或“叫某人滚蛋/去遭殃”。现在分词 ἔχοντα 与不定式的逻辑主语(欧律斯透斯)保持性数格一致,带有“叫他揣着那些东西去哭吧”的蔑视语气。
- 8.34ἀσθενέστερος αὑτοῦ
比较级 ἀσθενέστερος 与反身代词属格 αὑτοῦ 搭配,作比较属格使用。这是一种惯用结构,意为“弱于他自己原先的状态”,即“比以前的自己更为衰弱”。
- 8.34φοβούμενος μὴ οὐ δύνηται
表恐惧意义的分词 φοβούμενος 引导带双重否定词 μὴ οὐ 的从句,后接虚拟式 δύνηται,这是表达“担心某事不能发生”(“唯恐自己无法……”)的标准从属从句句型。
