← 金嘴狄翁

演说集

§88.8-88.14

从政者的阅读进修指引与对色诺芬的赞扬

作者为从政者提出了阅读进修的具体建议,分别论述了荷马、历史学家(修昔底德、泰奥彭波斯)、便于效法的古代及近代演说家,并特别推崇色诺芬为政治实践中最完备的典范。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§88.8

Ὅμηρος δὲ καὶ πρῶτος καὶ μέσος καὶ ὕστατος παντὶ παιδὶ καὶ ἀνδρὶ καὶ γέροντι, τοσοῦτον ἀφ’ αὑτοῦ διδοὺς ὅσον ἕκαστος δύναται λαβεῖν. μέλη δὲ καὶ ἐλεγεῖα καὶ ἴαμβοι καὶ διθύραμβοι τῷ μὲν σχολὴν ἄγοντι πολλοῦ ἄξια· τῷ δὲ πράττειν τε καὶ ἅμα καὶ τοὺς λόγους αὔξειν διανοουμένῳ οὐκ ἂν εἴη πρὸς αὐτὰ σχολή. τοῖς δ’ ἱστορικοῖς διὰ πολλὰ ἀνάγκη τὸν πολιτικὸν ἄνδρα μετὰ σπουδῆς ἐντυγχάνειν, ὅτι καὶ ἄνευ τῶν λόγων τὸ ἔμπειρον εἶναι πράξεων καὶ εὐτυχιῶν καὶ δυστυχιῶν οὐ κατὰ λόγον μόνον, ἀλλὰ ἐνίοτε καὶ παρὰ λόγον ἀνδράσι τε καὶ πόλεσι συμβαινουσῶν σφόδρα ἀναγκαῖον πολιτικῷ ἀνδρὶ καὶ τὰ κοινὰ πράττειν προαιρουμένῳ. ὁ γὰρ πλεῖστα ἑτέροις συμβάντα ἐπιστάμενος ἄριστα οἷς αὐτὸς ἐγχειρεῖ διαπράξεται καὶ ἐκ τῶν ἐνόντων ἀσφαλῶς διάξει καὶ οὔτε εὖ πράττων παρὰ μέτρον ἐπαρθήσεται, δυσπραγίαν τε πᾶσαν οἴσει γενναίως διὰ τὸ μηδ’ ἐν οἷς εὖ ἔπραττεν ἀνεννόητος εἶναι τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς.

然而,荷马对于每一个孩童、成年人与老年人而言,都是最初的、中间的与最后的,他自自身所赋予的,正合乎每个人所能领受的分量。至于抒情诗、挽歌、抑扬格诗与酒神颂,对于拥有闲暇的人固然大有价值;但对于既决意从事政务、又打算同时增进言论能力的人来说,则不会有用于这些体裁的闲暇。然而,从政者出于诸多原因,必须以认真的态度研读历史学家;因为即便抛开言辞不谈,通晓那些不仅合乎情理、而且有时甚至反乎常理地降临在个人与城邦之上的事迹、顺境与逆境,对于从政者以及立志治理公共事务的人来说,也是极其必要的。因为凡是对他人所经历的最多之事了然于胸的人,就能最妥善地处理自己着手的事宜,在现有的条件下安全度日,身处顺境时不会过分自满,面对一切逆境也能高尚地承受,因为即便在顺境之中,他也绝不会忘却可能转向相反际遇的变故。

§88.10

Ἡροδότῳ μὲν οὖν, εἴ ποτε εὐφροσύνης σοι δεῖ, μετὰ πολλῆς ἡσυχίας ἐντεύξῃ. τὸ γὰρ ἀνειμένον καὶ τὸ γλυκὺ τῆς ἀπαγγελίας ὑπόνοιαν παρέξει μυθῶδες μᾶλλον ἢ ἱστορικὸν τὸ σύγγραμμα εἶναι. τῶν δὲ ἄκρων Θουκυδίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος.1 καὶ γὰρ ῥητορικόν τι περὶ τὴν ἀπαγγελίαν τῶν λόγων ἔχει, καὶ οὐκ ἀδύνατος οὐδὲ ὀλίγωρος περὶ τὴν ἑρμηνείαν, καὶ τὸ περὶ τὰς λέξεις οὐχ οὕτω φαῦλον ὥστε σε λυπῆσαι. Ἔφορος δὲ πολλὴν μὲν ἱστορίαν παραδίδωσι, τὸ δὲ ὕπτιον καὶ ἀνειμένον τῆς ἀπαγγελίας σοι οὐκ ἐπιτήδειον.

因此,若是何时您需要消遣,便可在十分宁静的氛围中研读希罗多德;因为他叙述的舒缓与甜美,会让人觉得这部著作宁可说是神话性的而非历史性的。但在我看来,修昔底德位列翘楚,而泰奥彭波斯则居于次席。因为后者在叙事上带有一种修辞学色彩,在措辞表达上也绝非无能或草率,其用词造句亦不至于粗糙到令您感到不悦。埃福罗斯虽然传递了丰富的历史资料,但他叙事的平淡与松散对您并不适宜。

§88.11

τῶν γε μὴν ῥητόρων τοὺς ἀρίστους τίς οὐκ ἐπίσταται, Δημοσθένην μὲν δυνάμει τε ἀπαγγελίας καὶ δεινότητι διανοίας καὶ πλήθει λόγων πάντας τοὺς ῥήτορας ὑπερβεβληκότα, Λυσίαν δὲ βραχύτητι καὶ ἁπλότητι καὶ συνεχείᾳ διανοίας καὶ τῷ λεληθέναι τὴν δεινότητα; πλὴν οὐκ ἂν ἐγώ σοι συμβουλεύσαιμι τὰ πολλὰ τούτοις ἐντυγχάνειν, ἀλλ’ Ὑπερείδῃ τε μᾶλλον καὶ Αἰσχίνῃ. τούτων γὰρ ἁπλούστεραί τε αἱ δυνάμεις καὶ εὐληπτότεραι αἱ κατασκευαὶ καὶ τὸ κάλλος τῶν ὀνομάτων οὐδὲν ἐκείνων λειπόμενον. ἀλλὰ καὶ Λυκούργῳ συμβουλεύσαιμ̓ ἂν ἐντυγχάνειν σοι, ἐλαφροτέρῳ τούτων ὄντι καὶ ἐμφαίνοντί τινα ἐν τοῖς λόγοις ἁπλότητα καὶ γενναιότητα τοῦ τρόπου.

至于演说家,谁不知道其中最出类拔萃者呢?——德摩斯梯尼在叙述的力量、思想的锋芒以及篇章的浩繁上超越了所有演说家;而吕西亚斯则在简洁、平实、思想的连贯以及不着痕迹的技巧上见长。然而,我不会建议您把大部分时间花在研读这两人上,而更推荐绪珀里得斯与埃斯基涅斯。因为这二人的技艺更为平实,结构更易领悟,词句之美也丝毫不逊于前述二人。不过,我也建议您研读吕枯耳戈斯,他比这二人更为轻松灵动,并在言辞中展现出某种质朴与高贵的气度。

§88.12

ἐνταῦθα δή φημι δεῖν, κἂν εἴ τις ἐντυχὼν τῇ παραινέσει τῶν πάνυ ἀκριβῶν αἰτιάσεται, μηδὲ τῶν νεωτέρων καὶ ὀλίγον πρὸ ἡμῶν ἀπείρως ἔχειν· λέγω δὲ τῶν περὶ Ἀντίπατρον καὶ Θεόδωρον καὶ Πλουτίωνα καὶ Κόνωνα καὶ τὴν τοιαύτην ὕλην. αἱ γὰρ τούτων δυνάμεις καὶ ταύτῃ ἂν εἶεν ἡμῖν ὠφέλιμοι, ᾗ οὐκ ἂν ἐντυγχάνοιμεν αὐτοῖς δεδουλωμένοι τὴν γνώμην, ὥσπερ τοῖς παλαιοῖς. ὑπὸ γὰρ τοῦ δύνασθαί τι τῶν εἰρημένων αἰτιάσασθαι μάλιστα θαρροῦμεν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρεῖν καὶ ἥδιόν τις παραβάλλει αὑτὸν ᾧ πείθεται συγκρινόμενος οὐ καταδεέστερος, ἐνίοτε δὲ καὶ βελτίων ἂν φαίνεσθαι.2

在此我更要指出——哪怕极其严苛之人读到此劝告时会加以责难——我们也绝不该对更近代的演说者以及略早于我们时代的人一无所知;我所说的是安提帕特洛斯、泰奥多洛斯、普卢提翁、科农及其同流之辈。因为这些人的力量在这一方面会对我们有所助益:我们研读他们时,不会像对待古人那样让自己的心智屈从受制。由于能够批评其言论中的某些瑕疵,我们最能鼓起勇气尝试同样的创作,并且人总是更乐意将自己同这样的人相比——深信若是与之对照,自己非但不会显得逊色,有时甚至可能显得更胜一筹。

§88.13

τρέψομαι δὲ ἤδη ἐπὶ τοὺς Σωκρατικούς, οὓς δὴ ἀναγκαιοτάτους εἶναί φημι παντὶ ἀνδρὶ λόγων ἐφιεμένῳ. ὥσπερ γὰρ οὐδὲν ὄψον ἄνευ ἁλῶν γεύσει κεχαρισμένον, οὕτως λόγων οὐδὲν εἶδος ἔμοιγε δοκεῖ ἀκοῇ προσηνὲς ἂν γενέσθαι χάριτος Σωκρατικῆς ἄμοιρον. τοὺς μὲν δὴ ἄλλους μακρὸν ἂν εἴη ἔργον ἐπαινεῖν καὶ ἐντυγχάνειν αὐτοῖς οὐ τὸ τυχόν.

现在我将转而谈论苏格拉底派的学者,我认为对于每一个渴望掌握言语之人来说,他们都是最为不可或缺的。因为正如没有任何菜肴在没有食盐的情况下能使味蕾愉悦一样,在我看来,也没有任何形式的言语在缺乏苏格拉底式的优美风韵时能够悦耳动听。称赞他们当中的其他人将是一桩冗长的差事,研读他们也绝非易事。

§88.14

Ξενοφῶντα δὲ ἔγωγε ἡγοῦμαι ἀνδρὶ πολιτικῷ καὶ μόνον τῶν παλαιῶν ἐξαρκεῖν δύνασθαι·3 εἴτε ἐν πολέμῳ τις στρατηγῶν εἴτε πόλεως ἀφηγούμενος, εἴτε ἐν δήμῳ λέγων εἴτε ἐν βουλευτηρίῳ, εἴτε καὶ ἐν δικαστηρίῳ μὴ ὡς ῥήτωρ ἐθέλοι μόνον, ἀλλὰ καὶ ὡς πολιτικὸς καὶ βασιλικὸς ἀνὴρ τὰ τῷ τοιούτῳ προσήκοντα ἐν δίκῃ εἰπεῖν· πάντων ἄριστος ἐμοὶ δοκεῖ καὶ λυσιτελέστατος πρὸς ταῦτα πάντα Ξενοφῶν. τά τε γὰρ διανοήματα σαφῆ καὶ ἁπλᾶ καὶ παντὶ ῥᾴδια φαινόμενα, τό τε εἶδος τῆς ἀπαγγελίας προσηνὲς καὶ κεχαρισμένον καὶ πειστικόν, πολλὴν μὲν ἔχον πιθανότητα, πολλὴν δὲ χάριν καὶ ἐπιβολήν, ὥστε μὴ λόγων δεινότητι μόνον, ἀλλὰ καὶ γοητείᾳ ἐοικέναι τὴν δύναμιν.

然而据我之见,古人之中唯独色诺芬一人便足以满足从政者的需要:无论一个人是在战争中统军作战,还是领导城邦,是在民众大会上演说,还是在议事会中议事,抑或是在法庭上,不单想作为一名演说家,更是想作为从政者与君王般的人物在审判中发表切合此类身份的言辞——对于这一切,色诺芬在我看来都是最好且最获益良多的。因为他的思想清晰、平实质朴且人人都易于理解,他的叙事风格亲切、悦人且极具说服力,蕴含着极大的可信度、极高的优雅与感染力,以至于其言论的力量不仅像是技巧的产物,更像是具有魔力的魔法。

语法注3 条
  1. 88.10τῶν δὲ ἄκρων Θουκυδίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος

    τῶν ἄκρων 与 τῶν δευτέρων 为表示部分或所属的表语性属格,充当动词 δοκεῖ(或省略的不定式 εἶναι)的补足语,意为“修昔底德属于最杰出之列,泰奥彭波斯属于次席”。

  2. 88.12ᾧ πείθεται συγκρινόμενος οὐ καταδεέστερος, ἐνίοτε δὲ καὶ βελτίων ἂν φαίνεσθαι

    与格关系代词 ᾧ(其先行词即作 παραβάλλει 间接宾语的 τούτῳ 省略)在关系从句中作分词 συγκρινόμενος(“与……相比时”)的补足语。在取决于 πείθεται 的补足不定式 φαίνεσθαι ἄν(带有表示潜力的 ἄν)中,由于不定式的逻辑主语与主句主语 τις 一致,分词 συγκρινόμενος 与表语形容词 οὐ καταδεέστερος ... βελτίων 保持为主格而非宾格。

  3. 88.14Ξενοφῶντα δὲ ἔγωγε ἡγοῦμαι ἀνδρὶ πολιτικῷ καὶ μόνον τῶν παλαιῶν ἐξαρκεῖν δύνασθαι

    宾格 Ξενοφῶντα 充当由 ἡγοῦμαι 引领的宾格加不定式结构(ἐξαρκεῖν δύνασθαι)的逻辑主语。καὶ μόνον 作副词性修饰或与宾格一致(“哪怕仅凭他一人”),ἀνδρὶ πολιτικῷ 则是动词 ἐξαρκεῖν(对……而言足够)所要求的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:88.8-88.14