← 金嘴狄翁

演说集

§88.1-88.7

政治家的言论修习与研读诗剧的训练方法

作者称赞受信人在身处盛年、握有权势和财富之际仍立志学习言论之艺,并建议从政者所需的并非严苛的法庭论辩训练,而是融汇乐趣的研习,从而推荐由他人朗读米南德与欧里庇得斯的作品。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§88.1

Πολλάκις ἐπαινέσας τὸν σὸν τρόπον ὡς ἀνδρὸς ἀγαθοῦ καὶ ἀξίου πρωτεύειν ἐν τοῖς ἀρίστοις, οὐδέποτε πρότερον ἐθαύμασα ὡς νῦν. τὸ γὰρ ἡλικίας τε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης δι’ ἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μηδὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι.1 καὶ γὰρ τῶν παλαιῶν οἱ ἄριστοι οὐ μόνον ἀκμάζειν μανθάνοντες, ἀλλὰ καὶ γηράσκειν ἔφασκον.

我曾多次称赞您的品格,认为您是一位贤良之士,理当在最优秀的人物中名列前茅,但我以往从未像现在这样钦佩您。因为,一个正当盛年、权势不亚于任何人、坐拥丰厚财富,并且完全有权日夜享乐的人,却仍然渴望受教育,热心追求言论的造诣,哪怕需要付出劳苦也毫不退缩——在我看来,这显然是高尚灵魂的体现,不仅体现了一个好名者,更体现了一个真正的爱智者的品格。事实上,古时最优秀的人物也曾说过,他们不仅在壮年时学习,而且是活到老学到老。

§88.2

πάνυ δὲ σύ μοι δοκεῖς φρονεῖν, ἡγούμενος πολιτικῷ ἀνδρὶ δεῖν λόγων ἐμπειρίας τε καὶ δυνάμεως. καὶ γὰρ πρὸς τὸ ἀγαπᾶσθαι καὶ πρὸς τὸ ἰσχύειν καὶ πρὸς τὸ τιμᾶσθαι καὶ πρὸς τὸ μὴ καταφρονεῖσθαι πλείστη ἀπὸ τούτου ὠφέλεια. τίνι μὲν γὰρ μᾶλλον ἄνθρωποι δείσαντες θαρροῦσιν ἢ λόγῳ; τίνι δὲ ἐξυβρίζοντες καὶ ἐπαιρόμενοι καθαιροῦνται καὶ κολάζονται; τίνι δὲ ἐπιθυμιῶν ἀπέχονται; τίνα δὲ νουθετοῦντα πρᾳότερον φέρουσιν ἢ οὗ λόγῳ εὐφραίνονται;

您认为从政者必须具备言论的经验与能力,这在我看来实在是非常明智的。因为在受人爱戴、手握权柄、受人尊敬以及不被轻视方面,言论都能带来最大的助益。实际上,人们在恐惧之时,除了借由言辞,还能靠什么获得更大的勇气呢?在他们肆意妄为、傲慢自大之时,又靠什么受到挫折与惩戒呢?靠什么抑制欲望呢?而对于劝诫者,人们除了对那位以言辞悦纳他们的人之外,还能对谁容忍得更为温和呢?

§88.3

πολλάκις οὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους. διὸ καὶ τῶν ποιητῶν οἱ ἀρχαιότατοι καὶ παρὰ θεῶν τὴν ποίησιν λαβόντες οὔτε τοὺς ἰσχυροὺς οὔτε τοὺς καλοὺς ὡς θεοὺς ἔφασαν ὁρᾶσθαι, ἀλλὰ τοὺς λέγοντας. ὅτι μὲν δὴ ταῦτα καὶ συνεώρακας καὶ ἐπιχειρεῖς πράττειν, ἐπαινῶ σε καὶ θαυμάζω.

因此,在各城邦中常常可以看到,尽管出资、施惠并用奉献物装点城邦的是另一些人,但受到赞颂的却是演说者,他们被视为那些善行本身的首倡者。因此,最古老的诗人们——那些从神明那里领受诗艺的人——也说过,被当作神明般仰望的既不是强壮之人,也不是美貌之人,而是演说之人。对于您洞察到了这些道理并着手付诸实践,我赞赏并钦佩您。

§88.4

χάριν δὲ οὐ τὴν τυχοῦσαν οἶδα ὑπὲρ ἐμαυτοῦ, ὅτι με πρὸς τὴν διάνοιαν ταύτην καὶ τὸ ἐγχείρημα χρήσιμον σαυτῷ νενόμικας. μέχρι νῦν μὲν γάρ, ὥσπερ τις ἔφη τῶν παλαιῶν αὑτῷ ἱκανὸς εἶναι μάντις, κἀγὼ ἐξαρκεῖν ᾤμην ἐμαυτῷ περὶ τοὺς λόγους, μόγις καὶ τοῦτο. σὺ δέ με ἐπαίρεις καὶ θαρρεῖν ἀναπείθεις, εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι.2 δυναίμην δ’ ἂν τυχόν, ὥσπερ ὁδὸν ἰόντι μάλα ἰσχυρῷ καὶ ἀκμάζοντι παῖς ἤ τις πρεσβύτης ἐνίοτε νομεὺς ἐπίτομον δείξας ἢ καὶ λεωφόρον, ἣν οὐκ ἔτυχεν εἰδώς.

然而就我自身而言,您在这项意图和事业中认为我对您有用,我对此深怀绝非同寻常的感激。因为在此之前,正如古人中有人说过自己对自己而言便是一个足够的预言家那样,我也曾以为在言辞方面自己只管自给自足即可,而且连这一点都勉强维系。但您却激励我,并劝我充满信心,因为我竟能对一位教养已臻极境且地位如此显赫的人有所助益。而我也许确实能帮上忙,正如当一个极其健壮且精力充沛的人在赶路时,一个少年或一个年迈的牧人有时会指给他一条他恰好不知的捷径或通衢大道那样。

§88.5

ἀλλ’ ἵνα μὴ πολλὰ πρὸ τοῦ πράγματος, ἤδη οἷς προσέταξας ἐγχειρητέον. μειρακίῳ μὲν οὖν ἢ νέῳ ἀνδρὶ τοῦ τε πράττειν ἀποχωρῆσαι βουλομένῳ καὶ πρὸς ἀσκήσει γενέσθαι καὶ δύναμιν περιποιήσασθαι ἐναγώνιον ἑτέρων ἔργων τε καὶ πράξεων δεῖ. σὺ δὲ οὔτε ἄπειρος τοῦ ἔργου οὔτε ἀπολιπεῖν τὸ πράττειν δύνασαι οὔτε χρῄζεις δικανικῆς δυνάμεώς τε καὶ δεινότητος, ἀλλὰ τῆς πολιτικῷ ἀνδρὶ πρεπούσης τε ἅμα καὶ ἀρκούσης.

不过,为了不在正题之前多费唇舌,现在就应当着手进行您所交付的事情了。对于一个想要脱离实际事务、专心训练以获得论辩力量的少年或年轻男子来说,需要不同的课业与练习。但您既不是不谙政务的人,也无法抛开实务,并且您需要的不是法庭上的能力与辩才,而是那种对从政者而言既得体又充足的言论力量。

§88.6

τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίας — τῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ’ ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν3 — ἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου ἢ γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἢ ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμ’ ἄν σοι Μενάνδρῳ τε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δι᾽ ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δ’ οὖν, ἀλύπως ὑποκρίνασθαι· πλείων γὰρ ἡ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν ἀσχολίας.

首先,您应当明了这一点:您不需要苦工与艰难劳役。因为对于长期锻炼的人而言,这些能使他取得最大的进境;但对于只受过短暂训练的人,它们却会压抑心灵,使其在着手从事时产生畏难退缩,正如若有人用过于沉重的体操去使那些不习惯身体锻炼的人疲惫不堪,反而会使他们更为虚弱一样。然而,正如不习惯劳作的身体需要的更多是涂油与适度的活动而非剧烈运动,您在言论方面所需要的也是融汇了乐趣的研习,而非艰苦的训练与劳苦。因此在诗人当中,我建议您对喜剧诗人中的米南德以及悲剧诗人中的欧里庇得斯切莫草率涉猎;而且研读这些作品时不要亲自朗读,而应当通过他人——那些通晓朗诵之人,最好是能悦耳地,退一步说也要能不令人厌烦地进行表演——因为摆脱了阅读本身的繁琐之后,受者的领会和感悟会更加深刻。

§88.7

καὶ μηδεὶς τῶν σοφωτέρων αἰτιάσηταί με ὡς προκρίναντα τῆς ἀρχαίας κωμῳδίας τὴν Μενάνδρου ἢ τῶν ἀρχαίων τραγῳδῶν Εὐριπίδην· οὐδὲ γὰρ οἱ ἰατροὶ τὰς πολυτελεστάτας τροφὰς συντάττουσι τοῖς θεραπείας δεομένοις, ἀλλὰ τὰς ὠφελίμους. πολὺ δ’ ἂν ἔργον εἴη τὸ λέγειν ὅσα ἀπὸ τούτων χρήσιμα· ἥ τε γὰρ τοῦ Μενάνδρου μίμησις ἅπαντος ἤθους καὶ χάριτος πᾶσαν ὑπερβέβληκε τὴν δεινότητα τῶν παλαιῶν κωμικῶν, ἥ τε Εὐριπίδου προσήνεια καὶ πιθανότης τοῦ μὲν τραγικοῦ ἀναστήματος καὶ ἀξιώματος τυχὸν οὐκ ἂν τελέως ἐφικνοῖτο, πολιτικῷ δὲ ἀνδρὶ πάνυ ὠφέλιμος, ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι4 τοῖς ποιήμασιν, ἅτε φιλοσοφίας οὐκ ἄπειρος ὤν.

绝不要让任何更有智识的人指责我推崇米南德胜过古喜剧,或推崇欧里庇得斯胜过古代悲剧诗人;因为医生开药方时,给需要治疗的人开出的绝不是最昂贵的食物,而是有益的食物。要详述从他们那里能获益多少,将是一件浩大的工程:因为米南德对各种人品性格与优美风韵的摹仿,超越了古喜剧诗人的一切技巧;而欧里庇得斯的平易亲切与说服力,或许并未完全达到悲剧的巍峨崇高与庄严,但对从政者却极为有益;加之他善于摹写人品与激情,又因并非不通哲学,故而在诗作中融汇了适用于各种情境的益智格言。

语法注4 条
  1. 88.1τὸ γὰρ ἡλικίας τε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης δι’ ἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μηδὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι.

    句首由定冠词引导的不定式短语 τὸ ... ὀρέγεσθαι καὶ φιλοκαλεῖν ... καὶ μὴ ὀκνεῖν 整体充当主句动词 ἔδοξε 的主语。该不定式的逻辑主语由宾格分词 ὄντα, λειπόμενον, κεκτημένον(指代受信人)承担,中间插入了表示让步的独立属格结构 πάσης ἐξουσίας οὔσης。在表语部分 γενναίας ψυχῆς ... ἔργον εἶναι 中,属格为特征或领属性属格,意为“是高尚灵魂的体现/作为”。

  2. 88.4εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι.

    连词 εἰ 在此并不表示条件,而是在表达心理状态或确信的动词短语(此处为 θαρρεῖν ἀναπείθεις)之后引导相当于 ὅτι 的名词性从句,表示信心或感触的内容:“想到我竟能对……有用”。

  3. 88.6καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν

    宾格短语 τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν 本是条件从句 εἴ τις κοπώσειε 的宾语,但通过先取法(prolepsis)被置于比较从句之首。归结句中的不定过去时直陈式动词 ἐποίησεν 是格言性不定过去时(gnomic aorist),用以表达普遍规律而非过去的具体事实。

  4. 88.7ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι

    此处出现破格句(语法主语的转换)。前文的主语本来是抽象阴性短语 ἥ τε προσήνεια καὶ πιθανότης(“平易亲切与说服力”),但在此处,由于阳性单数主格 δεινός 及动词 καταμίγνυσι 的出现,主语直接切换成了欧里庇得斯本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:88.1-88.7