← 金嘴狄翁

演说集

§88.15-88.21

《长征记》的功用与口述演练法

作者论证了色诺芬的《长征记》是应对一切政治与军事处境的绝佳典范,建议以口述和背诵佳作代替亲笔书写,并提议通过当面切磋来深化研习以结束全篇建议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§88.15

εἰ γοῦν ἐθελήσειας αὐτοῦ τῇ περὶ τὴν Ἀνάβασιν πραγματείᾳ σφόδρα ἐπιμελῶς ἐντυχεῖν, οὐδένα λόγον εὑρήσεις τῶν ὑπὸ σοῦ λεχθῆναι δυνησομένων, ὃν οὐ διείληπται1 καὶ κανόνος ἂν τρόπον ὑπόσχοι τῷ πρὸς αὐτὸν ἀπευθῦναι ἢ μιμήσασθαι βουλομένῳ. εἴτε γὰρ θαρρῦναι τοὺς σφόδρα καταπεπτωκότας χρήσιμον πολιτικῷ ἀνδρί, καὶ πολλάκις ὡς χρὴ τοῦτο ποιεῖν δείκνυσιν· εἴτε προτρέψαι καὶ παρακαλέσαι, οὐδεὶς Ἑλληνικῆς φωνῆς ἐπαΐων οὐκ ἂν ἐπαρθείη τοῖς προτρεπτικοῖς Ξενοφῶντος λόγοις (ἐμοὶ γοῦν κινεῖται ἡ διάνοια καὶ ἐνίοτε δακρύω μεταξὺ διὰ τοσούτων ἐτῶν τοῖς λόγοις ἐντυγχάνων) εἴτε μέγα φρονοῦσι καὶ ἐπηρμένοις ὁμιλῆσαι φρονίμως καὶ μήτε παθεῖν τι ὑπ’ αὐτῶν δυσχερανάντων μήτε ἀπρεπῶς δουλῶσαι τὴν αὑτοῦ διάνοιαν καὶ τὸ ἐκείνοις κεχαρισμένον ἐκ παντὸς ποιῆσαι, καὶ ταῦτα ἔνεστιν. καὶ ἀπορρήτοις δὲ λόγοις ὡς προσήκει χρήσασθαι καὶ πρὸς στρατηγοὺς ἄνευ πλήθους καὶ πρὸς πλῆθος οὐ κατὰ ταὐτὸ, καὶ βασιλικοῖς τίνα τρόπον διαλεχθῆναι, καὶ ἐξαπατῆσαι ὅπως πολεμίους μὲν ἐπὶ βλάβῃ, φίλους δ’ ἐπὶ τῷ συμφέροντι, καὶ μάτην ταραττομένοις ἀλύπως τἀληθὲς καὶ πιστῶς εἰπεῖν, καὶ τὸ μὴ ῥᾳδίως πιστεύειν τοῖς ὑπερέχουσι, καὶ οἷς καταστρατηγοῦσι καὶ καταστρατηγοῦνται ἄνθρωποι, πάντα ταῦτα ἱκανῶς τὸ σύνταγμα περιέχει.

总之,若是您愿意极其悉心地研读他关于《长征记》的著作,便会发现,在您可能发表的所有言论类型中,没有哪一种是他未曾涉猎、且不能为那些希望以此为准则来规范自己或加以模仿的人提供楷模的。因为,如果鼓励那些极度沮丧的人对从政者是有益的,他便屡屡展现出应当如何去做到这一点;如果是劝勉与鼓舞,凡是懂得希腊语言的人,没有谁不会被色诺芬劝勉性的言辞所激励——(至少我自己的心神就被深深触动,甚至历经这么多年,在研读这些言论之际有时仍会潸然泪下);如果是明智地与心高气傲、自命不凡之辈周旋,既不在他们心生不悦时遭受其害,也不至于不得体地奴役自己的心智而一味去迎合讨好他们,这些内容该书亦兼而有之。此外,如何恰当地运用隐秘之辞,如何对待不带群众的将领,又如何以不同的方式对待大众;如何与王侯贵胄交谈;如何为了削弱敌人而欺骗敌人,又为了朋友的利益而欺骗朋友;如何向徒然陷入惊慌的人温和而令人信服地讲出真相;如何不轻信身居高位者;以及人们借以克敌制胜或遭人算计的种种权谋手段——所有这些,该著作都作了充分的包罗。

§88.17

ἅτε γὰρ οἶμαι μιγνὺς ταῖς πράξεσι τοὺς λόγους, οὐκ ἐξ ἀκοῆς παραλαβὼν οὐδὲ μιμησάμενος, ἀλλ’ αὐτὸς πράξας ἅμα καὶ εἰπών, πιθανωτάτους ἐποίησεν ἐν ἅπασί τε τοῖς συντάγμασι καὶ ἐν τούτῳ μάλιστα, οὗ ἐπιμνησθεὶς ἐτύγχανον. καὶ εὖ ἴσθι, οὐδένα σοι τρόπον μεταμελήσει, ἀλλὰ καὶ ἐν βουλῇ καὶ ἐν δήμῳ ὀρέγοντός σοι χεῖρα αἰσθήσῃ τοῦ ἀνδρός, εἰ αὐτῷ προθύμως καὶ φιλοτίμως ἐντυγχάνοις.

因为我想,正是由于他将言论与行动融为一体,既非得自道听途说,亦非出于纯粹摹仿,而是自己身体力行并亲口陈述,他才在所有的著述中,尤其是在我方才提及的这部著作中,使其言论具备了极大的说服力。请您深信,您绝不会以任何方式感到后悔;如果您热忱而满怀抱负地研读他的著作,无论是在议事会还是在民众大会上,您都会感到这位先贤正在向您施以援手。

§88.18

γράφειν μὲν οὖν οὐ συμβουλεύω σοι αὐτῷ ἀλλ’ ἢ2 σφόδρα ἀραιῶς, ἐπιδιδόναι δὲ μᾶλλον.3 πρῶτον μὲν γὰρ ὁμοιότερος τῷ λέγοντι ὁ ὑπαγορεύων τοῦ γράφοντος· ἔπειτα ἐλάττονι πόνῳ γίγνεται· ἔπειτα πρὸς δύναμιν μὲν ἧττον συλλαμβάνει τοῦ γράφειν, πρὸς ἕξιν δὲ πλεῖον. καὶ γράφειν δὲ οὐ ταῦτά σε ἀξιῶ τὰ σχολικὰ πλάσματα, ἀλλ̓, εἴπερ ἄρα, τινὰ τῶν λόγων, οἷς ἂν ἡσθῇς ἐντυγχάνων, μάλιστα τῶν Ξενοφωντείων, ἢ ἀντιλέγοντα τοῖς εἰρημένοις ἢ τὰ αὐτὰ ἕτερον τρόπον ὑποβάλλοντα.

因此,我并不建议您亲自动笔书写,除非极为罕见,而是建议您更多地进行口授。首先,口述者比起书写者更接近实际演说之人;其次,口述耗费的心力更少;再次,口述在提升能力上虽逊于亲笔书写,但在养成临场习惯上却更胜一筹。此外,即便要写,我也不赞成您去撰写那些学堂里的虚构习作;倘若真要写,不妨在您读后心生喜悦的言辞中——尤其是色诺芬的言辞中——挑选一些,要么反驳其所言,要么以另一种方式表达同样的意思。

§88.19

ἀναλαμβάνειν μέντοι, εἴ σοι ῥᾴδιον μεμνῆσθαι, τὰ ἐκείνων ἄμεινον. τῷ τε γὰρ τρόπῳ τῆς ἀπαγγελίας καὶ τῇ ἀκριβείᾳ τῶν διανοημάτων πάνυ συνήθεις ποιεῖ. λέγω δὲ οὐχ ἵνα σύνταγμά τι ὅλον, ὥσπερ οἱ παῖδες, εἴρων συνάπτῃς, ἀλλ’ ἵνα, εἴ τί σοι σφόδρα ἀρέσειε, τοῦτο κατάσχῃς. πλείονα περὶ τούτου μειρακίῳ ἂν ἔγραψα, σοὶ δὲ ἀρκεῖ τοσαῦτα. καὶ γὰρ εἰ ἐλάχιστα ἀναλάβοις, πολὺ ὀνήσει· καὶ εἰ δυσκόλως ἔχοις καὶ μετὰ ὀδύνης πράττοις, οὐκ ἐξ ἅπαντος ἀναγκαῖον.

然而,若对您来说记忆并非难事,背诵他们的篇章则更为有益。因为这能使您对表达的方式和思想的缜密都极其熟稔。但我之所以这样说,并不是要您像学童那样将整部作品一气贯通地死记硬背,而是希望在您极度喜爱某段内容时,将其铭记于心。如果是对年轻人,关于这一点我本会写得更多,但对您而言,这几句话便已足够。因为即便您只记诵极少的内容,也会大有裨益;而若您感到困难且视之为苦差,则绝无勉强背诵的必要。

§88.20

ἀλλὰ ἔοικα μὲν πάνυ μηκῦναι τὴν συμβουλίαν· σὺ δὲ αἴτιος ἀναπείσας καὶ προκαλεσάμενος· ὥσπερ οἱ ἐν πάλῃ ὑπερέχοντες τοῖς ἀσθενεστέροις ὑπείκοντες ἐνίοτε ἐποίησαν αὐτοὺς πείθεσθαι ἰσχυροτέρους εἶναι· καὶ σὺ ἔοικας, ἃ κρεῖττον τυγχάνεις εἰδώς, ἐμὲ προτρέψαι ὡς ἔλαττον ἐπισταμένῳ γράψαι. βουλοίμην δ’ ἄν, εἴ σοι κεχαρισμένον εἴη, καὶ ἐν τῷ αὐτῷ ποτε ἡμᾶς γενέσθαι, ἵνα καὶ ἐντυγχάνοντες τοῖς παλαιοῖς καὶ διαλεγόμενοι περὶ αὐτῶν χρήσιμοί τι γενοίμεθα· ὥσπερ τοῖς ζωγράφοις καὶ πλάσταις οὐκ ἀπόχρη εἰπεῖν ὅτι δεῖ τοιάδε τὰ χρώματα εἶναι καὶ τοιάσδε τὰς γραμμάς, ἀλλὰ μεγίστη ὠφέλεια, εἴ τις αὐτοὺς ἢ γράφοντας ἢ πλάττοντας ἴδοι· καὶ ὡς τοῖς παιδοτρίβαις οὐκ ἀρκεῖ εἰπεῖν τὰ παλαίσματα, ἀλλὰ καὶ δεῖξαι ἀνάγκη τῷ μαθησομένῳ· οὕτω καὶ ἐν ταῖς τοιαύταις συμβουλίαις πλείων ἡ ὠφέλεια γίγνοιτ’ ἄν, εἴ τις αὐτὸν πράττοντα ἴδοι τὸν συμβεβουλευκότα. ὡς ἔγωγε, καὶ εἰ ἀναγιγνώσκειν με δέοι4 σοῦ ἀκροωμένου, τῆς σῆς ἕνεκα ὠφελείας οὐκ ἂν ὀκνήσαιμι, στέργων τέ σε καὶ τῆς φιλοτιμίας ἀγάμενος καὶ τῆς πρὸς ἐμὲ τιμῆς χάριν εἰδώς.

不过,我看来是把这番劝告拉得过长了;但这全归咎于您,是您说服并诱使我如此的。正如摔跤中的强者有时向弱者退让,从而使弱者误以为自己更为强壮一样;您似乎也是在自己明明通晓得更透彻的领域里,促使我写信给您,倒像是我在教导一个知之较少的人。但我更希望的是,如果合乎您的心愿,我们有朝一日能身处同地,以便通过共同研读古人并探讨其要旨,能够为您提供某些实实在在的助益;因为正如对画家和雕塑家来说,单是口头告知应当使用怎样的色彩、应当勾勒怎样的线条是远远不够的,若能亲眼目睹他们绘画或雕塑,才能获得最大的收益;又如对体操教练而言,仅向学习者口述摔跤的招式是不够的,还必须亲自演示;同样,在这样的教诲中,如果能亲眼看到进言者身体力行,所得的益处也必将更为显著。就我而言,哪怕需要我在您倾听之际为您朗诵,为了您的益处我也绝不会推辞,因为我爱护您,钦佩您的抱负,并且对您给予我的敬意满怀感激。

语法注4 条
  1. 88.15ὃν οὐ διείληπται

    关系代词 ὃν(宾格)的先行词是 οὐδένα λόγον。完成时中动/被动态 διείληπται(源自 διαλαμβάνω,“划分、论及、处理”)既可理解为以色诺芬为隐含主语的中动态用法(“他未曾探讨过的”),亦可看作非人称被动结构,将 ὃν 作内宾格或关系宾格处理。无论何种解读,均强调色诺芬已包揽了所有类型的言论。

  2. 88.18ἀλλ’ ἢ

    紧接在否定词(οὐ συμβουλεύω)之后的固定短语 ἀλλ’ ἤ,表示排除或例外(“除了……之外不”)。此处用以限定对亲自动笔的劝诫,即“除极罕见的情况外,并不建议您动笔”。

  3. 88.18ἐπιδιδόναι δὲ μᾶλλον

    与 γράφειν(亲笔书写)形成对照。正如后文解释所明确的——πρῶτον μὲν γὰρ ὁμοιότερος τῷ λέγοντι ὁ ὑπαγορεύων τοῦ γράφοντος(“口授者比起书写者更接近演说之人”)——此处的 ἐπιδιδόναι 指向书记员口授记录的实战练习方式。

  4. 88.21ὡς ἔγωγε, καὶ εἰ ἀναγιγνώσκειν με δέοι

    句首的 ὡς 起连词作用,引出强烈的动机或主观断言(“至于我本人,实在……”),修饰主句的潜在希求语气 οὐκ ἂν ὀκνήσαιμι(“我绝不会犹豫”)。καὶ εἰ(“即便/哪怕”)引导让步条件从句,并搭配希求语气 δέοι,构成了委婉而谦逊的假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:88.15-88.21