- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:19.1-19.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述其在基济科斯期间前往聆听一位著名歌弦家的演出,自述其对文辞与听讲的癖好,并指出相较于即兴发挥的修辞学家,音乐家与演员所演播的经精心创作的古代诗歌更能带给人愉悦。
Ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι· καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν· τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὅρους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ1 καὶ ἐπιθυμοῦντος κατελθεῖν· ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες.
长久以来,我的某些亲族一直恳求能与我相见;据说城里的许多公民也渴望能见我一面,他们以为由于我四处流亡、生活际遇的变迁以及在他们看来我肉体所受的苦难,我拥有某种胜过常人之处。到头来,他们甚至开始责难我,声称自己受到了不公的对待。然而,我却连边界本身附近都不愿涉足;因为在我看来,这样的举动完全属于那些深受流亡之苦、一心渴盼返乡之人的行径,就像那些在酒杯中一滴不留的人,显然是渴极了一样。
ἐλθὼν οὖν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι. καὶ δὴ τὸ τοῦ κιθαρῳδοῦ τοῦτο ὃ λέγουσιν ἔσωσέ με, ᾠδήν τινα ᾅσαντα αὐτοῖς.2 ἐπεὶ γὰρ ἧκεν ὁ ἄριστος τῶν νῦν κιθαρῳδῶν, ὡς δ’ ἔνιοί φασιν, οὐδὲ τῶν πρότερον οὐδενὸς ἐνδεέστερος, ἀλλ’ οὐδὲ Ἀρίονος τοῦ ἐκ πελάγους, μαντευόμενοι δῆλον ὅτι, πῶς γὰρ ἂν εἰδεῖεν τὸ σαφὲς οὐκ ἀκούσαντες ἐκείνου; — ὡς δ’ οὖν τάχιστα ᾔσθοντο ἐπιδημοῦντα τὸν ἄνδρα, εὐθὺς καὶ σπουδὴ ἀμήχανος καὶ πάντες ἐβάδιζον εἰς τὸ βουλευτήριον.
于是我来到了基济科斯,并在那里盘桓,若有亲朋好友愿意与我相见,我便接待他们。而正是人们常说的那桩“歌弦家的典故”,因他为众人演唱了一曲而拯救了我。原来,当今最杰出的歌弦家来到了这里——按某些人的说法,他比起前代名家也毫不逊色,甚至比那位自海中生还的阿里翁也不遑多让(这显然是瞎猜,因为未曾听过阿里翁的人怎会确知真相?)——总之,众人一旦察觉此人进城,立即掀起了难以形容的热狂,所有人纷纷涌向了议事堂。
ἐγὼ οὖν καὶ αὐτὸς, ἐξεῖναι νομίζων καὶ ἡμῖν ἀκοῦσαι καὶ μεταλαβεῖν οὕτω καλῆς εὐωχίας ἐν ἀνθρώποις τρισχιλίοις καὶ πλείοσιν, ἧκον ἐν πρώτοις πάνυ θαρρῶν. εἰμὶ δὲ φιλήκοος καὶ φιλόμουσος ἀτεχνῶς, οὐ πάνυ ἔμπειρος ὢν μουσικῆς· ὥστε εἴπερ ἔτυχον γεγονὼς κατὰ ταὐτὸν Ὀρφεῖ, δοκῶ μοι, πρῶτος ἂν ἐπηκολούθουν, εἰ καὶ ἔδει μετὰ νεβρῶν τινων ἢ μόσχων, οὐδὲν αἰδούμενος· ἐπεὶ καὶ νῦν ταὐτὸ τοῦτο πάσχω πολλάκις, ἐπειδὰν εἰσαφίκωμαι σοφιστοῦ, διὰ τὴν προσοῦσάν μοι ἀκρασίαν περὶ τοὺς λόγους, μετὰ τοιούτων συναγελάζομαι θρεμμάτων, ὡραίων καὶ καλῶν, ἄλλως δὲ θορυβούντων καὶ σκιρτᾶν προθυμουμένων.
我自己便也以为,在三千多人的聚会中,我们同样获准去聆听并分享这般美妙的盛宴,于是作为最先一批人满怀信心地赶了去。我实在是一个乐于倾听、热爱艺术之人,尽管在音乐上全无精深的造诣;以至于倘若我恰好与俄耳甫斯生于同一时代,我想我必定是第一个跟随着他的人,哪怕不得不与某些小鹿或牛犊为伍,也绝不会感到有丝毫羞愧。事实上,即便在今天,每当我造访智者时也常常经历完全相同的事:由于我对言辞缺乏自制力,我便与这群生灵聚拢在一起——他们青春焕发、相貌堂堂,但在其他方面却喧闹不休、乐于蹦跳撒欢。
τοῦτο δὲ πέπονθα πρὸς τοὺς σοφιστάς τε καὶ ῥήτορας ἅπαντας σχεδόν. καθάπερ οἱ πτωχοὶ καὶ τοὺς μετρίως εὐπόρους μακαρίζουσι διὰ τὴν αὑτῶν ἀπορίαν, κἀγὼ τοὺς ἁμῃγέπῃ δυνατοὺς λέγειν θαυμάζω καὶ ἀγαπῶ διὰ τὸ αὐτὸς ἀδύνατος εἶναι λέγειν.3 τὸ μέντοι τῶν κιθαρῳδῶν τε καὶ νὴ Δία τῶν ὑποκριτῶν οὐ παρ’ ὀλίγον4 μοι δοκεῖ διαφέρειν πρὸς ἡδονήν. ἥ τε γὰρ φωνὴ μείζων καὶ δῆλον ὅτι ἐμμελεστέρα ἥ τε λέξις οὐκ αὐτοσχέδιος, ὥσπερ ἡ τῶν ῥητόρων ἐξ ὑπογύου τὰ πολλὰ πειρωμένων λέγειν, ἀλλὰ ποιητῶν ἐπιμελῶς καὶ κατὰ σχολὴν πεποιηκότων.
我对智者以及几乎所有的修辞学家都抱有这种心态。正如赤贫者由于自身的匮乏而艳羡哪怕只是稍有资财的人一样,我自己也因拙于言辞,而由衷地钦佩并喜爱那些在某种程度上擅长言说之人。然而,歌弦家以及——指宙斯起誓——演员们的技艺,在我看来在带来愉悦方面绝非仅胜出一筹。因为他们的声音更加洪亮,显然更加悦耳,而他们的措辞也并非即兴之作——不像那些大多数时候企图脱口而出的修辞学家——而是出自诗人们深思熟虑、悠然雕琢的杰作。
καὶ τά γε πολλὰ αὐτῶν ἀρχαῖά ἐστι καὶ πολὺ σοφωτέρων ἀνδρῶν ἢ τῶν νῦν· τὰ μὲν τῆς κωμῳδίας ἅπαντα· τῆς δὲ τραγῳδίας τὰ μὲν ἰσχυρά, ὡς ἔοικε, μένει· λέγω δὲ τὰ ἰαμβεῖα· καὶ τούτων μέρη διεξίασιν ἐν τοῖς θεάτροις· τὰ δὲ μαλακώτερα ἐξερρύηκε τὰ περὶ τὰ μέλη· ὥσπερ οἶμαι τῶν ἀνθρώπων τῶν παλαιῶν ὅσα μέν ἐστι στερεὰ τοῦ σώματος, ὑπομένει τῷ χρόνῳ, τά τε ὀστᾶ καὶ οἱ μύες, τἄλλα δὲ ἐλάττω γίγνεται. οὐκοῦν τὰ σώματα ὁρᾶται τὰ τῶν παντελῶς γερόντων ἐνδεδωκότα καὶ λαγαρά· ὅσοι δ’ αὖ παχεῖς γέροντες ὑπὸ πλούτου καὶ τρυφῆς, ἰσχυροῦ μὲν οὐδενὸς προσόντος ἔτι, πιμελῆς δὲ ἀντὶ τῶν σαρκῶν, εὐτραφεῖς δὴ ὁρῶνται καὶ νεώτεροι τοῖς πολλοῖς.
而且,这些作品的大多数都是古代的产物,出自远比今人智慧的先贤之手。喜剧的全部作品皆是如此;而在悲剧方面,看来唯有坚实的部分留存了下来——我指的是短长格诗行——人们在剧场中吟诵其中的若干片段;而较为柔靡的部分,即属于抒情歌咏的段落,则已遗失殆尽。正如我想在年老之人的躯体中,凡是坚固的部分,如骨骼与肌肉,都能经受时间的考验而留存,其余部分则日渐缩减。因此,那些彻底衰老之人的躯体看起来萎缩而松垮;然而另一些因富有和奢华而发福的老者,身上虽不再具有任何强健之物,唯有脂肪替代了肌肉,但在大众眼中却显得丰腴且年轻。
- 19.1παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ
属格分词 ἀχθομένου 在此作谓语性属格(表特征或所属),与 εἶναι 连用,表示“这种行为属于/是……的特征”。主语为前置的中性冠词短语 τὸ τοιοῦτο。
- 19.2ᾠδήν τινα ᾅσαντα αὐτοῖς
阳性宾格分词 ᾅσαντα 在语法上并未直接与中性主语 τὸ τοῦ κιθαρῳδοῦ(关于歌弦家的格言/轶事)一致,而是按意合原则(constructio ad sensum)指向该短语中隐含的歌弦家本人,表其为众人演唱了一曲。
- 19.4διὰ τὸ αὐτὸς ἀδύνατος εἶναι λέγειν
在介词 διὰ 引导的定冠词不定式结构中,不定式 εἶναι 的逻辑主语与主句动词(θαυμάζω καὶ ἀγαπῶ)的主语同指一人,因而主语补足语采用主格(αὐτὸς ἀδύνατος)而非宾格。
- 19.4οὐ παρ’ ὀλίγον
习语性介词短语,意为“绝非微小之差”,修饰动词 διαφέρειν(相异、胜过),表示在带来愉悦这一方面存在着显著而巨大的差距。
