← 金嘴狄翁

演说集

§87.18-87.22

过度财富的危害与贪婪的愚妄

讲话者论述道,正如生理健硕和音乐和声一旦过度便会招致毁灭,人类超越短暂寿命与基本生理需求而聚敛过量财富的贪欲纯属疯癫可笑,并借由人们贪载黄金的狼狈之态揭露了贪婪的丑陋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87.18

καὶ τὰ μὲν τοιαῦτα εἰ θέλοι τις ἐπεξιέναι, δῆλον ὡς οὐδ’ ἐν ἔτει ἐπιλείψει.1 σκοπεῖτε δ’ ὅτι τὴν ἰσχὺν οἱ πλεῖστοι τῶν ἀγαθῶν εἶναι νομίζουσιν· ἀλλ’ οἶμαι τοῖς ἐπ’ ἄκρον ἰσχύουσι καὶ λίαν ὑπερβάλλουσι τῇ κατὰ τὸ σῶμα εὐεξίᾳ συμφέρει μέρος τι αὐτῆς ἀφελεῖν· τὸ γὰρ πλέον οἶμαι τοῦ συμμέτρου παγχάλεπον. ὁμοίως ὁ πλοῦτος ἔχων τὴν χρείαν, ἐὰν μὲν ᾖ μέτριος, οὐ λυπεῖ τοὺς ἔχοντας, ἀλλ’ εὐχερέστερον καὶ νὴ Δἴ ἀνεπιδεῆ παρέχει τὸν βίον· ἐὰν δὲ ὑπερβάλῃ, πλείονας παρέχει τὰς φροντίδας καὶ τὰ λυπηρὰ τῆς δοκούσης ἡδονῆς, καὶ πολλοὶ μετενόησαν σφόδρα πλουτήσαντες, οἱ δὲ δι’ αὐτὸ τοῦτο ἄποροι καὶ τῶν ἐλαχίστων κατέστησαν.

若是有人想把这类事例一一列举,显然即便花上一整年也不会说尽。请你们想一想:大多数人都把强力视为善事,但在我看来,对于那些强壮达到极致、身体健硕乃至过度的人来说,减损其中的一部分倒是有益的,因为我认为凡事超出了适当的分寸便极度危险。同样,满足用度的财富若是适度,便不会给拥有者带来痛苦,反而会使生活更加便利,凭宙斯起誓,甚至毫无匮乏;然而财富一旦过量,所带来的焦虑与痛苦便远胜于表面上的快乐,许多人在变得极其富有之后追悔莫及,有些人更恰恰因此而倾家荡产、沦入赤贫。

§87.19

εἶεν· ἀλλ’ ἐν ἡμῖν αὐτοῖς, εἰ τῶν τῆς φύσεως μερῶν ἕκαστον ἐθέλοι πλεονεκτεῖν, ἔσθ’ ὅπως τὸν βραχύτατον καιρὸν διαμεῖναι δυνησόμεθα; λέγω δὲ οἷον εἰ πλέον τινὶ τοῦ συμμέτρου αἷμα γίγνοιτο ἢ νὴ Δία τὸ πνεῦμα τὸ θερμὸν ὅ,τι δήποτ’ ἐν ἡμῖν ἐπιτείνοι παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν,2 οὐχὶ μεγάλας ἐπίστασθε καὶ χαλεπὰς ἐκ τούτων ἀπαντᾶν νόσους; ἐν δὲ ταῖς ἁρμονίαις τῶν ὀργάνων τούτων, εἰ πλεονεκτήσειε τῶν φθόγγων τις τῇ τάσει, πρὸς τοῦ Διὸς οὐκ ἀνάγκη πᾶσαν λελύσθαι τὴν ἁρμονίαν;

好吧;但在我们自身内部,如果生理上的各个组成部分都妄图争占优势,我们难道还能够存活哪怕极短的时刻吗?我的意思是,例如若有人体内的血液超出了适当的分寸,或者凭宙斯起誓,我们体内的热气(不论它究竟为何物)张弛失度、超出了均衡与得当的限度,难道你们不知道由这些便会引发重大而凶险的疾病吗?又如在这些乐器的协调调律中,倘若某一个音符在张力上贪多过度,凭宙斯起誓,难道不是整个和声都必然瓦解吗?

§87.20

σφόδρα δ’ ἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρον εἴχομεν, οἵπερ καὶ νῦν ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι ἢ δὔ ἢ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει, τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια πορίζοιτο βίον οὐχ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς, εἴ γ’ ἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν.3

我个人实在深感惊奇,倘若我们不是只从诸神那里领受了极其短促的生命尺度,我们又会做出何等荒唐之事——毕竟即使在当下,我们就像为永恒做准备一样,竞相要拥有比他人更多的东西。因此,正如若有人明知自己的航程至多不过两三天,却装载了一整年的粮食,他必会被视为愚蠢;同样地,若有人深知自己活不过七十岁,却为一千年筹备生活资财,难道不会同样被看作疯癫吗?要知道,某些人所筹备的资财如此之多,以至于他们如果真的在航海,那艘船立刻就会沉没。

§87.21

καὶ νὴ Δία γε συμβαίνει μυρίοις. εἶεν· εἰ δὲ δή τις ἐφ’ ἑστίασιν κεκληκὼς δέκα ἀνθρώπους ἢ πεντεκαίδεκα, τούτους αὐτὸν ἐμπλῆσαι δέον, ὁ δὲ πεντακοσίοις ἢ χιλίοις ἑτοιμάζοι τροφήν, οὐ παντελῶς ἐξεστάναι δόξει; τοιγαροῦν καὶ ἡμεῖς εἰδότες τὰς τοῦ σώματος χρείας εὐαριθμήτους τινάς ʽἐσθῆτος γὰρ οἶμαι καὶ σκέπης καὶ τροφῆς δεόμεθἀ, ἔπειτα κατατεινόμεθα ὥσπερ στρατοπέδῳ τὰ ἐπιτήδεια συνάγοντες ʽκαὶ νὴ Δία γε εἰκότως· οἱ γὰρ πολλοὶ βόσκουσι παρ’ ἑαυτοῖς τῶν ἐπιθυμιῶν στρατόπεδον’ καὶ ἐσθῆτα μὲν οὐδεὶς βούλεται μείζω τοῦ σώματος ἔχειν, ὡς δύσχρηστον ὄν· οὐσίαν δὲ τῷ παντὶ μείζω τῆς χρείας ἔχειν ἅπαντες ἐπιθυμοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο ἐκείνου χαλεπώτερον.

凭宙斯起誓,这正是发生在无数人身上的事实。好吧;倘若有人邀请十人或十五人赴宴,本只需填饱这些人的肚子,他却为五百人甚至一千人准备食物,难道不会被认为完全丧失理智了吗?同样地,我们明知身体的需求屈指可数——因为我想我们所需要的无非是衣服、庇护所与食物——却竭尽全力筹集物资,犹如在供给一支军队(凭宙斯起誓,这倒也合情合理,因为多数人都在自身内部供养着一支欲望的军队);而且,尽管没有人愿意穿比自身躯体还要大的衣服,深知那样不便使用,所有人却都渴望拥有远大于生活所需的财产,根本不知道后者比前者更为有害。

§87.22

δοκεῖ δὲ καὶ Κροῖσος καλῶς ὁ Λυδός, τὴν ἀπληστίαν τῶν ἀνθρώπων ἐλέγξαι βουλόμενος, εἰς τοὺς θησαυροὺς εἰσαγαγών τινας τοσοῦτο χρυσίον αὐτοῖς ἐπιτρέπειν4 ἐξενεγκεῖν ὅσον ἕκαστος ἂν δύνηται τῷ σώματι. τοὺς γὰρ πολλοὺς οὐ μόνον τὸν κόλπον ἐμπλήσαντας, ἀλλὰ καὶ τῇ κεφαλῇ τοῦ ψήγματος ἐκφέρειν καὶ τῷ στόματι, καὶ μόλις πορεύεσθαι πάνυ γελοίους καὶ διεστραμμένους. οὕτως οὖν καὶ κατὰ τὸν βίον πορεύεσθαί τινας ἀσχημονοῦντας ὑπὸ τῆς πλεονεξίας καὶ καταγελάστους ὄντας.

吕底亚人克罗伊索斯似乎也很妥当地做了一件事:他为了揭穿人类的贪婪,将某些人引入宝库,允许他们带走各自肉身所能承受的尽可能多的黄金。因为多数人不仅塞满了衣襟,甚至头上、口中都塞满了金屑带出来,以至于步履艰难,显得极为滑稽与扭曲变形。正如这般,有些人因着贪欲,在整个人生旅途上也是如此丑态毕露、沦为笑柄地行进着。

语法注4 条
  1. 87.18δῆλον ὡς οὐδ’ ἐν ἔτει ἐπιλείψει

    在 δῆλον [ἐστιν] ὡς 句式中,动词 ἐπιλείψει 的隐伏主语是前文的 τὰ τοιαῦτα(“此类事例”)。直译为“这类事例即便在一年的时间里也不会用尽”。动词 ἐπιλείπω 此处可用作不及物动词(“枯竭、穷尽”),亦可视为省略了宾语(如 ἡμᾶς)的及物用法。

  2. 87.19παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν

    介词 παρά 接宾格表示“超出”或“违背”。阴性单数宾格形容词 σύμμετρον 与 προσήκουσαν 所修饰的阴性名词在上下文中被省略(如 ἁρμονίαν、συμμετρίαν 或 διάθεσιν)。

  3. 87.20ὡς, εἴ γ’ ἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν

    在表示结果的 ὡς 引导的分句中,嵌入了与事实相反的虚拟条件句归结从句(ἄν 搭配不定词 καταδῦναι)。条件从句 εἴ γ’ ἔπλεον 为未完成过去直陈语气,表示对持续状态的非真实假设;不定词 ἂν καταδῦναι(不定过去时不定词加 ἄν)则是直陈语气过去时加 ἄν(κατέδυ ἄν,“必定沉没”)在间接结构中的转化。

  4. 87.22δοκεῖ δὲ καὶ Κροῖσος καλῶς ὁ Λυδός ... ἐπιτρέπειν

    此处采用了人称构文(nominativus cum infinitivo,主格加不定词构文),骨干结构为“吕底亚人克罗伊索斯似乎也很妥当地允许了……”。分词 βουλόμενος 与 εἰσαγαγών 作为主格,与主语 Κροῖσος 一致。不定词 ἐπιτρέπειν 则以生动的现在时形式叙述过去的历史事件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:87.18-87.22