← 金嘴狄翁

演说集

§87.7-87.11

论贪欲的危害与平等的价值

作者论证贪欲不仅害己更害及他人,因而使人成为万民公敌,并通过引述欧里庇得斯剧中约卡斯塔的谏言,阐明平等维系和平与宇宙秩序,而贪欲则带来彻底的倾覆与毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87.7

καίτοι τὴν μὲν ἀργίαν καὶ τὴν ἀκρασίαν καὶ καθόλου πάσας ἁπλῶς τὰς ἄλλας κακίας εὕροι τις ἂν αὐτοῖς τοῖς ἔχουσι βλαβεράς, καὶ νουθεσίας μὲν οἶμαι καὶ καταγνώσεως τοὺς ἔν τινι τούτων ὑπάρχοντας δικαίως τυγχάνοντας, οὐ μὴν μισουμένους γε οὐδὲ κοινοὺς ἅπασι δοκοῦντας ἐχθρούς. ἡ πλεονεξία δὲ μέγιστον μέν ἐστιν αὐτῷ τινι κακόν· λυπεῖ δὲ καὶ τοὺς πέλας· καὶ τὸν πλεονέκτην οὐδεὶς ἐλεεῖ δήπουθεν οὐδὲ ἀξιοῖ διδάσκειν, προβάλλονται δὲ ἅπαντες καὶ πολέμιον αὑτῶν νομίζουσιν.

然而,人们会发现,怠惰、放纵以及一般而言所有其他的恶行,受害的仅是拥有这些恶行的人自己;在我看来,处于这些恶行中的人固然理当受到告诫和谴责,但绝不至招人怨恨,亦未被视为所有人的共同公敌。然而,贪得无厌不仅对本人而言是极大的祸患,还会伤害邻人;对于贪得无厌之徒,当然绝无一人予以同情,亦不屑于对其施以教诲,反而人人都唾弃他,视其为敌。

§87.8

ἕκαστος οὖν αὐτῶν εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας πλεονεκτεῖν· οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν ᾖ τοιοῦτος. καὶ μὴν ὅ γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως· τί τῆς κακίστης δαιμόνων ἐφίεσαι πλεονεξίας, παῖ; μὴ σύ γ̓. ἄδικος ἡ θεός. πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ̓ ἐπ’ ὀλέθρῳ τῶν χρωμένων· ἐφ’ ᾗ σὺ μαίνει. τοῦτο κάλλιστον βροτοῖς, ἰσότητα τιμᾶν καὶ φίλους εἶναι φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖν· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται.

因此,他们若有谁想知晓此类恶行究竟有多么严重,不妨思忖一下自己对待企图贪得无厌之人的态度;因为如此他便能推知若自己成为这等人,其他人必然也会如何看待他。确实,名望不亚于任何诗人的欧里庇得斯,便让约卡斯塔出场对厄忒俄克勒斯说话,劝他放弃侵占其兄弟的利益,言辞大致如下: “孩子,你为何追求贪欲这众神中最恶劣者?切不可如此!此乃不义之神。她曾走入许多富足的门第与城邦,又在致使崇奉她的人家破人亡后离去;而你却为她狂热发昏。世人最美之事莫过于尊重平等,与友人为友,并将城邦与城邦、盟友与盟友紧紧相连。因平等乃世人生就的法则,而少者永远与多者为敌,并开启仇恨之日。”

§87.10

παρεθέμην δὲ ἑξῆς τὰ ἰαμβεῖα. τὸ γὰρ τοῖς καλῶς εἰρημένοις αὐτοῖς χρῆσθαι νοῦν ἔχοντός ἐστιν. ἐν δὴ τούτοις ἅπαντα ἔνεστι τὰ συμβαίνοντα ἐκ τῆς πλεονεξίας, ὅτι μήτε ἰδίᾳ μήτε κοινῇ συμφέρει, τοὐναντίον δὲ καὶ τὴν τῶν οἴκων εὐδαιμονίαν καὶ τὴν τῶν πόλεων ἀνατρέπει καὶ διαφθείρει· καὶ πάλιν ὡς νόμος ἀνθρώποις τιμᾶν τὸ ἴσον, καὶ τοῦτο μὲν κοινὴν φιλίαν καὶ πᾶσιν εἰρήνην πρὸς ἀλλήλους ποιεῖ, τὰς δὲ διαφορὰς καὶ τὰς ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατ’ οὐδὲν ἕτερον συμβαίνοντας1 ἢ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν, ἐξ ὧν ἕκαστος καὶ τῶν ἱκανῶν ἀποστερεῖται.

我接连引述了这些短长格诗句,因为善用绝妙之辞本身乃明达之士所为。在这些诗句中确实包含了贪欲所带来的一切后果:它无论在私人还是公共层面皆无益处,反而倾覆并毁坏家族与城邦的安宁;相反,尊重平等乃人之法则,这造就了所有人之间的共同友爱与和平,而分歧、内讧与对外战争则完全是出于对更多财物的渴望而引发,以致每个人连原本充足的家业也被剥夺殆尽。

§87.11

καίτοι τί τοῦ ζῆν ἀναγκαιότερόν ἐστιν, ἢ τί τούτου περὶ πλείονος ποιοῦνται πάντες; ἀλλ’ ὅμως καὶ τοῦτο ἀπολλύουσι χρημάτων,2 οἱ δὲ καὶ τὰς πατρίδας τὰς αὑτῶν ἀναστάτους ἐποίησαν. μετὰ ταῦτα τοίνυν ὁ αὐτὸς ποιητὴς οὔ φησιν ἐν τοῖς θείοις εἶναι πλεονεξίαν· διὰ τοῦτο ἄφθαρτα καὶ ἀγήρω μένειν αὐτὰ, τὴν προσήκουσαν ἓν ἕκαστον ἑαυτῷ τάξιν φυλάττοντα, τήν τε νύκτα καὶ τὴν ἡμέραν καὶ τὰς ὥρας. εἰ γὰρ μὴ τοῦτον εἶχε τὸν τρόπον, οὐκ ἂν αὐτῶν οὐδὲν δύνασθαι διαμένειν. ὅταν οὖν καὶ τοῖς θείοις ἡ πλεονεξία φθορὰν ἐπιφέρῃ, τί χρὴ νομίζειν τἀνθρώπεια πάσχειν ἀπὸ ταύτης τῆς νόσου; καλῶς δὲ μέμνηται καὶ μέτρων καὶ σταθμῶν, ὡς ὑπὲρ τοῦ δικαίου καὶ τοῦ πλεονεκτεῖν μηδένα μηδενὸς3 τούτων εὑρημένων.

然而,难道有什么比生命更为必要,或者世人把什么看得比生命更重?但即便如此,人们为了金钱依然丧失了生命,有些人甚至使自己的祖国化为废墟。在此之后,这位诗人进而断言,神圣事物之中绝无贪欲;正因如此,神圣事物方得以长存不朽、永不衰败,黑夜、白昼与四季各自守其当守的秩序。因为倘若不是这般情状,它们绝无一物能够长存。既然连神圣事物在贪欲之下都会招致毁灭,那么人们应当认为人间事务在这场病患中又在遭受何等祸害呢?诗人提及度量衡也是极恰当的,因为设立这些正是为了伸张正义,并使任何人都无法占任何人的便宜。

语法注3 条
  1. 87.10τὰς δὲ διαφορὰς καὶ τὰς ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατ’ οὐδὲν ἕτερον συμβαίνοντας

    在接续前文的 ὅτι 从句和 ὡς 从句的逻辑行文中,此处发生句法转换(破格语法),转为带有分词 συμβαίνοντας 的宾格结构。它松散地承接了 ἐν δὴ τούτοις ἔνεστι 所蕴含的指示或陈述内容。

  2. 87.11χρημάτων

    与动词 ἀπολλύουσι 连用的代价或原因属格,表示人们甚至“为了金钱/以金钱为代价”而丧失生命。

  3. 87.11τοῦ πλεονεκτεῖν μηδένα μηδενός

    表目的的属格冠词不定词(τοῦ πλεονεκτεῖν)统领其主格意义的宾格 μηδένα 以及由 πλεονεκτεῖν 支配的比较/分离属格 μηδενός(意为“使任何人都不占任何人的便宜”),与前方的 τοῦ δικαίου 构成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:87.7-87.11