← 金嘴狄翁

演说集

§87.1-87.6

道德真理的重申与医治灵魂的哲人职责

作者主张,为了平息大众明知善恶却不践行所导致的灵魂炎症,哲人必须如同医者与传道祭司一般,不断反复宣讲那些即便显而易见的道德真理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87.1

Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων ὑπὲρ τούτων οἴονται λέγειν τῷ φιλοσόφῳ προσήκειν ὑπὲρ ὧν ἕκαστος οὐκ ἔχει τὴν ἀληθῆ δόξαν, ὅπως ἀκούσαντες ὑπὲρ ὧν ἀγνοοῦσι μάθωσι· περὶ δὲ τῶν γνωρίμων καὶ πᾶσιν ὁμοίως φαινομένων περιττὸν εἶναι διδάσκειν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἡμᾶς οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας1 καὶ μηδὲν ἔξωθεν πράττοντας τῆς ὑπαρχούσης ὑπολήψεως, οὐδ᾽ ἂν αὐτὸς ᾤμην ἀναγκαῖον εἶναι διατείνασθαι περὶ τῶν προδήλων.

世上多数人认为,哲人应当谈论的,正是每个人尚未持有正确意见的那些事,以便人们在听闻之后能够学会所不知晓之事;而对于人所共知且在所有人看来都同样明了之事,教导则是多余的。至于我,如果我看到我们在遵行自己认为正确之事,丝毫不越出已有的成见行事,我自己也不会认为有必要为那些显而易见的事竭力辩说。

§87.2

ἐπεὶ δὲ οὐχὶ τὴν ἄγνοιαν ἡμᾶς τῶν ἀγαθῶν καὶ τῶν κακῶν τοσοῦτον ὁρῶ λυποῦσαν ὅσον τὸ μὴ πείθεσθαι τοῖς ὑπὲρ τούτων διαλογισμοῖς μηδὲ ἀκολουθεῖν αἷς ἔχομεν αὐτοὶ δόξαις, μεγάλην ὠφέλειαν ἡγοῦμαι τὸ συνεχῶς ἀναμιμνήσκειν καὶ διὰ τοῦ λόγου παρακαλεῖν πρὸς τὸ πείθεσθαι καὶ φυλάττειν ἔργῳ τὸ προσῆκον. ὥσπερ γὰρ οἶμαι καὶ τοὺς ἰατροὺς καὶ τοὺς κυβερνήτας ὁρῶμεν πολλάκις τὰ αὐτὰ προστάττοντας, καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν,2 ἐπειδὰν ἀμελοῦντας αὐτοὺς καὶ μὴ προσέχοντας βλέπωσιν, οὕτως καὶ κατὰ τὸν βίον χρήσιμόν ἐστι γίγνεσθαι πολλάκις περὶ τῶν αὐτῶν τοὺς λόγους, ὅταν εἰδῶσι μὲν οἱ πολλοὶ τὸ δέον, μὴ μέντοι πράττωσιν.

然而,既然我看到损害我们的与其说是对善恶的无知,毋宁说是不听从关于善恶的理性思索,也不遵循我们自己所持有的意见,因此我认为,不断地提醒人们,并通过言论激励人们去顺从并在实际行动中恪守当为之事,乃是莫大的助益。正如我认为我们经常看到医者和舵手再三下达同样的指令——尽管受命之人最初已经听过——只要看到他们懈怠漫心,便又如此;在人生当中亦是如此,当众人虽然知晓应尽之责却并不付诸行动时,就同一事再三进行言论是十分有益的。

§87.3

οὐ γάρ ἐστι τέλος οὔτε τοῖς κάμνουσι τὸ γνῶναι τὸ συμφέρον αὐτοῖς, ἀλλ’ οἶμαι τὸ χρήσασθαι· τοῦτο γὰρ αὐτοῖς παρέξει τὴν ὑγίειαν· οὔτε τοῖς ἄλλοις τὸ μαθεῖν γε τὰ ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸν βίον, ἀλλὰ τὸ μὴ διαμαρτάνειν ἐν τῇ τούτων αἱρέσει. καθάπερ γὰρ ἔστιν ἰδεῖν τοὺς ὀφθαλμιῶντας ἐπισταμένους μὲν ὅτι λυπεῖ τὸ προσάγειν τοῖς ὀφθαλμοῖς τὰς χεῖρας, ὅμως δὲ οὐκ ἐθέλοντας ἀπέχεσθαι, παραπλησίως καὶ περὶ τὰ ἄλλα πράγματα οἱ πολλοὶ καὶ λίαν εἰδότες ὡς οὐ λυσιτελεῖ τι ποιεῖν, οὐδὲν ἧττον ἐμπίπτουσιν εἰς αὐτό.

因为对于病患而言,其目的不在于得知对自己有益之事,而我认为在于实际运用,因为这会带给他们健康;对于其他人而言,目的亦不在于仅仅知悉人生中的利害,而在于对二者的抉择中不致失误。正如人们可以看见患眼疾之人明明知晓手触双眼会带来痛楚,却依然不肯克制;与此相仿,在其他事物上,多数人即便极其明了做某事并无益处,却依然落入其中。

§87.4

τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν3 τοῖς ἔχουσιν; ἀλλ’ ὅμως μυρίους ἄν τις ἀκρατεῖς εὕροι. καὶ νὴ Δία γε τὴν ἀργίαν ἅπαντες ἴσασιν ὡς οὐ μόνον οὐχ οἵα τε πορίζειν τὰ δέοντα πρὸς τὸ ζῆν, ἀλλ’ ἔτι καὶ τὰ ὄντα ἀπόλλυσι· καίτοι σχεδόν τι πλείους ἔστιν εὑρεῖν τοὺς ἀργοὺς τῶν ἐθελόντων τι πράττειν.

究竟有谁不知放纵对于拥有它的人而言乃是大害?然而人们依然能找到无数放纵之人。以宙斯起誓,所有人都知晓怠惰不仅无法筹措谋生之需,甚至还会耗尽现有的家产;然而人们所能见到的怠惰之辈,却几乎比愿意有所作为之人还要多。

§87.5

ὅθεν οἶμαι προσήκει τοὺς ἄμεινον φρονοῦντας ἀεὶ καὶ συνεχῶς ὑπὲρ τούτων λέγειν, ἐάν πως γένηται δυνατὸν ἐπιστρέψαι καὶ βιάσασθαι πρὸς τὸ κρεῖττον. ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μυουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι.

因此我认为,明达之士理当恒常且不间断地就这些事发言,看是否有可能以某种方式使众人回转并促其向善。因为正如在秘仪之中,传道祭司并非仅向入会者宣布一次应行之事的各项,以同样的方式,关于有益之事的言论也应如同某种神圣的宣谕,常常被宣讲,甚或恒常宣讲,方为大有裨益。

§87.6

τὰ γοῦν φλεγμαίνοντα τῶν σωμάτων οὐκ εὐθὺς ἐνέδωκε πρὸς τὴν πρώτην καταιόνησιν, ἀλλ’ ἂν συνεχῶς τοῦτο ποιῇ τις, ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν·4 οὐκοῦν ὁμοίως καὶ τὴν ἐν τῇ ψυχῇ τῶν πολλῶν φλεγμονὴν ἀγαπητὸν εἴ τις δύναιτο πραῧναι διηνεκῶς τῷ λόγῳ χρώμενος. Φημὶ δὴ καὶ περὶ τῆς πλεονεξίας εἰδέναι μὲν ἅπαντας ὡς οὔτε συμφέρον οὔτε καλόν ἐστιν, ἀλλὰ τῶν μεγίστων κακῶν αἴτιον, μὴ μέντοι γε ἀπέχεσθαι μηδὲ ἐθέλειν μηδένα ἀνθρώπων ἴσον ἔχειν τῷ πέλας.

身体发炎的部位决不会在第一次温敷之下就立刻消退,但若有人持续如此施治,便会变软并有所舒缓;因此同样,若有人能不断借助言辞平息大众灵魂中的炎症,那便是值得庆幸之事。我断言,关于贪得无厌亦是如此:所有人都知道这既无益也不合乎德性,而是极大祸患的根源;然而世上绝无一人肯自加克制,亦无人愿与邻人均分同等之物。

语法注4 条
  1. 87.1οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας

    关系代词 οἷς 作与格,由动词 ἐμμένω(遵守、坚持)支配。先行词(τούτοις)被省略,整句相当于 τούτοις ἃ νομίζομεν ὀρθῶς ἔχειν(“遵守我们认为正确之事”)。分词 ἐμμένοντας 与宾语 ἡμᾶς 一致,作感官动词 ἑώρων 的补充宾语补足语分词。

  2. 87.2καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν

    καίτοι ἀκηκοότων 为表示让步的独立属格结构,其逻辑主语由省略了先行词 τούτων 的关系从句 οἷς ἂν κελεύωσιν(“受他们命令之人”)充当(此处 κελεύω 支配表人的与格,后文的 αὐτοὺς 即回指这些人)。

  3. 87.4τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν

    典型的提置句(prolepsis / 先行宾语)。从属从句(ὡς 引导的宾语从句)的逻辑主语 τὴν ἀκρασίαν(无节制)被提前作为主句动词 οἶδε 的直接宾语(对格)。

  4. 87.6οὐκ εὐθὺς ἐνέδωκε ... ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν

    直陈式过去时 ἐνέδωκε 与 ἐμαλάχθη 在此并非叙述过去的个别事实,而是表达普遍真理或经验法则的“格言式过去时(gnomic aorist)”。与条件从句 ἀλλ’ ἂν συνεχῶς τοῦτο ποιῇ τις 相应,表明普遍规律:发炎之物不会立即消退,但若持续温敷便会缓解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:87.1-87.6