← 金嘴狄翁

演说集

§87.12-87.17

历史与神话事例中贪婪招致的毁灭

演说者援引赫西俄德的名言,以及忒拜、特洛伊、薛西斯、波吕克拉忒斯等历史与神话事例,论证贪婪必致灭亡,并通过斯巴达人和雅典人对神谕的误解,阐明贪欲如何蒙蔽人的理智与判断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87.12

ὁ δὲ Ἡσίοδος καὶ πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ,1 τὰς ἐκ τοῦ πλεονεκτεῖν βλάβας οἶμαι καὶ ζημίας λογιζόμενος. τίς γὰρ πώποτε ἢ βασιλεὺς ἢ δυνάστης ἢ δῆμος ἐπιχειρήσας ὑπερβῆναι τὸ δίκαιον καὶ τοῦ πλείονος ὀρεχθῆναι οὐχ ἅπασαν μὲν τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἀπέβαλε, μεγάλαις δὲ καὶ ἀμηχάνοις ἐχρήσατο συμφοραῖς, ἅπασι δὲ τοῖς μετ’ αὐτὸν παραδείγματα ἐμφανῆ τῆς ἀνοίας καὶ τῆς πονηρίας κατέλιπεν; ἢ τίς τῶν ἐλαττοῦσθαι βουλομένων καὶ τὴν δοκοῦσαν ἧτταν ῥᾳδίως ὑπομένειν οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο,2 αὐτομάτως αὐτῷ καὶ δίχα πόνου περιγιγνόμενα, πλεῖστον δὲ χρόνον τὴν εὐημερίαν κατέσχεν, ἀσφαλέστατα δὲ ἐχρήσατο τοῖς παρὰ τῆς τύχης ἀγαθοῖς;

赫西俄德也曾说过“半多于全”,我想他是把贪得无厌所带来的损害和损失计算在内的。确实,有哪位君王、统治者或民众,企图逾越正义而贪求更多,却不曾丧失原有的一切安乐,遭遇重大且无可挽回的灾难,并为后世所有人留下其愚蠢与恶行的明证?又有哪位甘愿退让、欣然承受表面挫折的人,没有获得数倍于他人的益处——且是自然而然、不劳而获地归于他——并未能最长久地保有顺境、最安全地享用命运所赐的福祉?

§87.13

αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, ὁ μὲν μόνος ἄρχειν βουλόμενος, ὁ δ’ ἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, τῶν δὲ ἀμυναμένων μετὰ μικρὸν ἡττηθέντων,3 ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι;

例如,约卡斯塔的儿子们为了争夺更多而反目成仇,一人妄图独揽统治权,另一人则千方百计要夺回自己在统治权中的份额,他们虽为同胞兄弟,难道不正是自相残杀,并且双双给那些援助他们的人带来了巨大的祸害吗?进犯者即刻全军覆没,而防守者不久也因不许掩埋尸体而遭致败绩。

§87.14

καὶ μὴν δι’ ἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ Μενελάου κτήματα, οἱ τὴν μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτισαν. ὁ τοίνυν Ξέρξης, ὁ τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤλασεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο.4

再者,由于掠夺海伦与墨涅拉俄斯财产的一人之贪欲,全亚洲最大城邦的居民同其妇孺一道走向灭亡;他们不过收纳了一个女人和少量财物,却付出了如此巨大的代价。至于另一片大陆的统治者薛西斯,因为对希腊也心生觊觎,纠集了如此庞大的舰队和如此众多的军队前来征讨,结果却不仅可耻地丧失了全部兵力,逃跑时自己也仅能勉强保全性命;此后,他更不得不忍受自己的国土与沿海城邦遭受蹂躏。

§87.15

καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι· βουλόμενον δέ τι καὶ τῶν πέραν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μηδὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι. ταῦτα μέν, ἵν’ ᾖ παραδείγματα ὑμῖν, ἔκ τε τῶν σφόδρα παλαιῶν καὶ τῶν μετὰ ταῦτα καὶ τῶν ἐν ποιήμασι καὶ τῶν ἄλλως ἱστορουμένων παρήνεγκα.

人们还谈及波吕克拉忒斯,当他仅统治萨摩斯一岛时,曾是所有人中最享福乐的;但他妄图插手海峡对岸的事端,为了获取金钱航向奥洛伊特斯,结果甚至未能得享善终,反而惨遭那个蛮族人钉在木桩上杀害。我援引这些事以作为你们的鉴戒,既取自极其古老的时代,也取自后世,既有诗歌中的咏叙,也有一般史书的记载。

§87.16

ἄξιον δ’ ἐνθυμηθῆναι καὶ τὸν θεόν, ὡς κἀκεῖνος κολάζειν πέφυκε τοὺς πλεονεκτοῦντας. Λακεδαιμονίοις γὰρ χρωμένοις, εἰ δίδωσιν αὐτοῖς τὴν Ἀρκαδίαν, οὐ μόνον ἀπεῖπε καὶ τὴν ἀπληστίαν ὠνείδισεν, οὕτως εἰπών· Ἀρκαδίην μ’ αἰτεῖς, μέγα μ’ αἰτεῖς, οὔτοι δώσω· ἀλλὰ καὶ τιμωρίαν αὐτοῖς ἐπέθηκε, προειπὼν μὲν τὸ μέλλον, οὕτως δὲ ὥστε ἐκείνους μὴ συνέντας ἐπὶ Τεγέαν στρατεύεσθαι καὶ ταῖς γιγνωσκομέναις ὑπὸ πάντων συμφοραῖς περιπεσεῖν. καίτοι φανερῶς τὴν Ἀρκαδίαν αὐτοῖς ἀρνούμενος οὐδὲ τὴν Τεγέαν ἐδίδου. τὸ γὰρ ἰσχυρότατον τῆς Ἀρκαδίας καὶ μέγιστον τοῦτ’ ἦν. ἀλλ’ ὅμως διὰ τὴν πλεονεξίαν οὐδὲ ὦτα ἔχουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐδὲ τῶν λεγομένων αἰσθάνονται.

同样值得深思的是神明,神明本性也是必定要惩罚贪婪之徒的。当拉刻代蒙人向神请示是否会将阿卡狄亚赐予他们时,神不仅拒绝了他们,谴责其贪得无厌,说道:“你向我索求阿卡狄亚,索求甚巨,我绝不赐予”;而且还对他们降下了惩罚——神明虽预示了未来,却以他们未能领会的方式宣告,致使他们进军忒革亚,陷入了人人皆知的惨祸之中。然而,神既已断然拒绝赐予阿卡狄亚,自然也不会把忒革亚赐给他们,因为那里本是阿卡狄亚最坚固、最重大的城邑。但即便如此,因着贪婪,多数人连耳朵也没有了,根本领会不到所说之语的含义。

§87.17

πάλιν τοίνυν Ἀθηναίοις ἐρωτῶσι περὶ τῆς νήσου Σικελίας ἔχρησε προσλαβεῖν τῇ πόλει τὴν Σικελίαν, λόφον τινὰ ἐγγὺς ὄντα τῆς πόλεως. οἱ δὲ τῶν μὲν παρακειμένων καὶ τῶν ἐν ὀφθαλμοῖς ἠμέλησαν· οὕτως δ᾽ ἔκφρονες ὑπῆρχον διὰ τὴν ἐπιθυμίαν τοῦ πλείονος, ὥστε τὸν θεὸν αὐτοῖς ἐνόμιζον λέγειν ἐν ἑνὶ τείχει περιλαβεῖν τὰς Ἀθήνας καὶ τὴν ἀπὸ μυρίων που σταδίων οὖσαν νῆσον. τοιγαροῦν ἐκεῖσε πλεύσαντες οὐ μόνον Σικελίας διήμαρτον, ἀλλὰ καὶ τῆς Ἀττικῆς ἐστερήθησαν, καὶ τὴν πόλιν αὐτὴν ἐπεῖδον ἐπὶ τοῖς πολεμίοις γεγενημένην.

再者,当雅典人就西西里岛求问时,神谕告诉他们当把“西西里”并入城邦,那其实只是城邦近处的一座小丘。可是他们却忽视了近在咫尺、就在眼前之物;因着贪求更多的欲望,他们竟昏聩到以为神明是在吩咐他们用一道城墙将雅典与大约一万斯塔迪昂之外的岛屿圈合在一起。结果,他们航向那里,不仅未能夺得西西里,甚至连阿提卡也丧失了,更眼睁睁看着城邦本身沦于敌人之手。

语法注4 条
  1. 87.12πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ

    此处为转述赫西俄德《工作与时日》第40行名句的间接引语结构。带定冠词的中性名词 τὸ ἥμισυ(半)为主语,无冠词的 πλέον 为表语(谓词部分),τοῦ παντός 为比较属格(“比整体”)。

  2. 87.12οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο

    反诘修辞疑问句,由 ἢ τίς... οὐ... 引导,与前文的 τίς γὰρ πώποτε... οὐχ... 形成对应。带有否定词 οὐ 的疑问结构表达强烈的肯定含义(“难道没有获得……吗?”,意即“每个人必定都获得了”)。πολλαπλάσια 为倍数宾语,支配属格 τῶν ἄλλων。

  3. 87.13τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, τῶν δὲ ἀμυναμένων μετὰ μικρὸν ἡττηθέντων

    由 μέν... δέ 对应的两个属格独立结构(genitive absolute),进一步具体阐明前句的 τοῖς συναραμένοις(援助者)。前者指进攻忒拜的阿耳戈斯盟军,后者指防守忒拜并在不久后遭遇败绩的忒拜守军。

  4. 87.14φέρειν ἠναγκάζετο

    不定词 φέρειν 此处作“忍受、容忍”解。接在属格独立结构 πορθουμένης δὲ μετὰ ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ(其国土与沿海城邦在此后遭受蹂躏)之后,表明薛西斯被迫承受其领土被洗劫的屈辱局面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:87.12-87.17