- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:86.7-86.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
正如单凭祈祷无法阻挡雨滴与波浪,人生的困厄亦无法从外部逃避;因此,必须认清生命的脆弱,以美狄亚灵药般的明智武装心智,磨砺自我以承受负荷。
καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται· τοῖς δὲ ἠσκηκόσιν οὐδὲ ἡ πάνυ τραχεῖα χαλεπή. τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τοῦ σώματος ἀρξαμένοις,1 τί δεῖ προσδοκᾶν ἢ πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι,2 ἀεὶ προσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ·
因为那些双足娇嫩且毫无磨炼的人,若赤足行走,绝不可能找到一条既不扎脚也不疼痛的道路,相反,任何偶然之物都会触伤他们;但对于经过锻炼的人而言,哪怕极为崎岖的道路也不算艰难。因此,既然从身体开始便有如此之多的困厄,人还能期待什么呢?或者说,一个人若对这每一处困厄都敏锐感知且轻易屈服,一味向神明祈求既不要发生这事也不要发生那事,他又怎能不成为所有人中最不幸的呢?
καθάπερ εἴ τις ἐν ὄμβρῳ πορευόμενος σκέπασμα μὲν ἔχοι μηδέν, εὔχοιτο δὲ μόνον ἕκαστον τῶν σταλαγμῶν διαφυγεῖν ʽπολὺ γοῦν τῶν σταλαγμῶν συνεχέστερά ἐστι τὰ δυσχερῆ τὰ παρὰ τῆς τύχησ̓ ἢ νὴ Δία εἴ τις πλέων ἀντὶ τοῦ τοῖς οἴαξι προσέχειν καὶ τὸ προσπῖπτον δέχεσθαι καλῶς εὔχοιτο μηδὲν τῶν κυμάτων κατὰ τὴν ναῦν γενέσθαι. φέρε γάρ, ὦ μάταιε, κἂν πάντα σοι τἄλλα ἔχῃ κατὰ τρόπον, ἀλλὰ τοῦ γε εἰς τὴν ἐπιοῦσαν ἡμέραν βιώσεσθαι τίνα ἔχεις πίστιν καὶ μὴ μεταξὺ πάντων ἀθρόως ἀφαιρεθῆναι τῶν δοκούντων ἀγαθῶν; οὐκοῦν σε περὶ τούτου πρώτου προσήκει λυπεῖσθαι καὶ δεδιέναι τὴν ἀδηλότητα τοῦ πράγματος.
这正如同一个人冒雨前行,自身毫无遮蔽,却只祈祷避开每一滴雨点(实际上,来自命运的困厄远比雨点更为绵密密集);抑或是,指宙斯起誓,如同航海之人不去操纵船舵并妥善迎击来浪,反而祈求没有任何波浪冲击船只。来吧,愚妄的人,即便所有其他事物都顺遂你的心意,但对于能活到翌日、且在此期间不致被一举剥夺所有看似美好的事物,你究竟有什么凭据呢?那么,你本应首先为这件事悲伤,并对事态的莫测深感恐惧才对。
ἂν δὲ ἐκεῖνο ἐννοηθῇς ὅτι μηδεὶς ὅλως ἐστὶ τοῦ βίου κύριος, ἀλλὰ πάντες οἱ μακάριοι καὶ λίαν εὐδαίμονες δόξαντες εἶναι τεθνήκασι καὶ σοὶ πάρεστιν ἤδη τοῦτο τὸ πέρας, κἂν ἐπὶ πλεῖστον ἔλθῃς τοῦ βίου, πολὺν λῆρον ἡγήσῃ καὶ μεγάλην εὐήθειαν τὸ νομίζειν ὅλως τι δεινὸν εἶναι τῶν γιγνομένων ἢ μέγα ἢ θαυμαστόν, δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν διαγαγεῖν.3
然而,你若能领会这一点:绝无任何人是生命的主宰,所有曾被视为享尽福祉且极其幸福的人都已逝去,而对你而言,即便达到了人生的最长寿限,这一终局也早已近在眼前;那么你就会认为,在发生的事态中除了一件事——哪怕唯有一日能免除悲伤、恐惧以及此类激情地度过——之外,将任何事情视作可怕、重大或奇特,全都是荒诞的空谈与极度的愚蠢。
τὸν Ἰάσονά φασι χρισάμενον δυνάμει τινί,4 λαβόντα παρὰ τῆς Μηδείας, ἔπειτα οἶμαι μήτε παρὰ τοῦ δράκοντος μηδὲν παθεῖν μήτε ὑπὸ τῶν ταύρων τῶν τὸ πῦρ ἀναπνεόντων. ταύτην οὖν δεῖ κτήσασθαι τὴν δύναμιν παρὰ τῆς Μηδείας, τουτέστι τῆς φρονήσεως, λαβόντα, καὶ τὸ λοιπὸν ἁπάντων καταφρονεῖν. εἰ δὲ μή, πάντα πῦρ ἡμῖν καὶ πάντα ἄϋπνοι δράκοντες.
据说伊阿宋涂抹了从美狄亚那里获得的一剂灵药,随后我想无论是巨龙还是口吐烈火的公牛,都未曾使他遭受任何伤害。因此,必须从美狄亚——即明智——那里获取并具备这种力量,自此便可蔑视一切。否则,对我们而言一切都将是烈火,一切都将是不眠的恶龙。
καίτοι τῶν λυπουμένων ἕκαστος αὑτῷ τὸ συμβεβηκός φησιν εἶναι δεινότατον καὶ μάλιστα ἄξιον λύπης· καὶ γὰρ τῶν φερόντων ἕκαστος, ὃ φέρει, τοῦτ’ εἶναι δοκεῖ βαρύτατον. ἔστι δὲ ἀσθενοῦς τοῦτο καὶ φαύλου σώματος· τὸ γὰρ αὐτὸ ἕτερος λαβὼν ἂν ἰσχυρότερος ῥᾳδίως οἴσει.
然而,凡悲伤者各自都声称降临在自己身上的变故最为可怕、最值得悲伤;正如每一个负重之人,都觉得自己所背负的才是最为沉重的。但这是身体羸弱与孱弱的表现;因为另一个更为强健的人若接下同一重负,便能轻松承担。
- 86.7ἀπὸ τοῦ σώματος ἀρξαμένοις
与格复数分词 ἀρξαμένοις 在此用作判断者与格或惯用分词结构(“若从身体着手/对于从身体算起的人而言”)。在逻辑上标志着论述的起点,即从肉体的脆弱性层层推进至心灵所受的困厄。
- 86.7πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι
由非人称动词 ἔνεστιν(“可能”)所引导的“带不定式的宾格”结构。不定式 εἶναι 的逻辑主语及其修饰分词(αἰσθανόμενον, ἐνδιδόντα, προσευχόμενον)均采用单数阳性宾格表示泛指之人,构成反问:“一个人若对这每一处困厄都感知……又怎能不成为最不幸的呢?”
- 86.9δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν διαγαγεῖν
介词 δίχα 支配属格 ἑνός,其后接由带冠词不定式短语 τοῦ ... διαγαγεῖν 构成的同位成分,表示“除……这唯一一件事之外”。在整句结构中,它充当前文 πολὺν λῆρον ἡγήσῃ ... τὸ νομίζειν 的例外限定状语。
- 86.10χρισάμενον δυνάμει τινί
动词 χρίω(“涂抹”)的中动分词 χρισάμενον 支配与格 δυνάμει τινί。在此处 δύναμις 不仅是抽象的“力量”,在神话语境中更指“具有效力的灵药/魔药”,为后文将其隐喻为明智(τουτέστι τῆς φρονήσεως)奠定了具象意象。
