← 金嘴狄翁

演说集

§86.1-86.6

屈从于悲伤的荒谬与武装心灵的主张

说话者指出,相比于屈从于享乐,自愿受制于悲伤并通过外在哀悼行为加深痛苦更为荒谬,主张人们不应逐一应对生活中的各种不幸,而应为灵魂穿上坚固的防护,确立绝不对任何事感到悲伤的坚定心智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§86.1

Τὸ μὲν ὑφ’ ἡδονῆς κρατεῖσθαι τοὺς πολλοὺς αἰτίαν ἴσως ἔχει· κηλούμενοι γὰρ καὶ γοητευόμενοι παρὰ ταύτῃ μένουσι· τὸ δὲ λύπῃ δεδουλῶσθαι παντελῶς ἄλογον καὶ θαυμαστόν. ὀδυνώμενοι γὰρ καὶ βασανιζόμενοι τῇ χαλεπωτάτῃ πασῶν βασάνῳ μένομεν ἐν αὐτῇ καὶ τὸν λόγον τὸν ἐλευθεροῦντα ἡμᾶς καὶ ἀπαλλάσσοντα τῆς ἀλγηδόνος οὐ προσιέμεθα. καίτοι τί μὲν ταπεινότερον ἀνδρὸς λυπουμένου; τί δὲ οὕτως αἰσχρὸν θέαμα; καθικνεῖται γὰρ οἶμαι καὶ τοῦ σώματος τὸ πάθος καὶ τοῦτο συστέλλει καὶ σκυθρωπὸν καὶ δυσειδὲς ὀφθῆναι παρέχει.

大众受制于享乐,或许还有其原由;因为他们受到迷惑与陶醉,便留恋其中。然而受制于悲伤而服役为奴,则完全是不合情理且令人惊异的。因为我们在遭受一切酷刑中最严苛的折磨与痛苦时,却依然逗留其中,不肯接纳那使我们获得自由并摆脱痛苦的理性之声。然而,有什么比一个沉浸于悲伤之中的人更为卑屈的呢?又有什么是如此丑陋的景象呢?依我看来,这种激情甚至波及肉体,使其萎缩,并显得阴郁难看。

§86.2

τὸ δὲ μὴ μόνον εἴκειν τῇ φορᾷ τῆς διανοίας, ἀλλὰ καὶ προσμηχανᾶσθαί τινα ἔξωθεν, οἷον μέλαιναν ἐσθῆτα καὶ συμπλοκὰς χειρῶν καὶ ταπεινὰς καθέδρας, ὡς ὑπὸ τούτων πάντων ἀναγκάζεσθαι τρόπον τινὰ τὴν διάνοιαν μηδέποτε ἀφίστασθαι τῆς λύπης, ἀλλ’ ἀεὶ μνημονεύειν καὶ λυπεῖσθαι, διεγνωκότας δὴ ἔσεσθαί τινα ἀπαλλαγὴν τούτου καὶ μὴ πάντως ἀεὶ φαίνεσθαί τινα αἰτίαν τοῦ πάθους, οὐχὶ σφόδρα εὔηθες;1

而且,不仅屈从于心灵的冲动,甚至还从外部刻意增添一些安排,例如着黑衣、双手交叠互握以及低坐于地,以至于心灵在某种程度上被这一切所强迫,绝不离开悲伤,而是始终铭记并悲痛不已;更何况人们本已明知迟早会从中得到解脱,且导致激情的起因也绝非始终必然存在,这样做难道不是极其愚蠢吗?

§86.3

ἢ γὰρ προσήκοντος θάνατος λυπεῖ ἢ νόσος ἐκείνων τινὸς ἢ καὶ αὐτοῦ· πρὸς δὲ τούτοις ἀδοξία, χρημάτων ἀποβολὴ, τὸ μὴ περᾶναί τι τῶν προκειμένων ἢ παρὰ τὸ δέον, ἀσχολία, κίνδυνος, μυρία ὅσα συμβαίνει κατὰ τὸν βίον, καὶ σχεδὸν ἀνάγκη τούτων ἀεί τι παρεῖναι·

因为要么是亲人的离世引发悲伤,要么是他们中某人患病,抑或是自身染疾;除这些之外,还有声名狼藉、财产损失、既定目标的落空或不符预期、奔波劳碌、危险,以及人生中所发生的数不胜数的变故,而且其中某些情况的常常出现几乎是不可避免的。

§86.4

τὸ δὲ τελευταῖον, ἂν ἄρα γίγνηται χρόνος, ἐν ᾧ μηδὲν ἀπαντᾷ δύσκολον, ἀλλά τοι τὸ προσδοκᾶν αὐτὰ καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης2 τῶν οὕτως διακειμένων. οὔκουν καθ’ ἕκαστον αὐτῶν δεῖ ποιεῖσθαι τὴν παραμυθίαν ʽἀνήνυτον γὰρ τὸ πρᾶγμα καὶ λυπηρός ἐστιν ὁ βίοσ̓, ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν,3 καὶ πάντων ἄδεια τῶν δυσχερῶν ἔσται. οὐδὲν γάρ ἐστιν αὐτὸ δεινόν, ἀλλὰ ὑπὸ τῆς δόξης καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας γίγνεται τοιοῦτον.

最后,哪怕真的出现一段未曾遭遇任何困厄的时期,然而仅仅是预期这些变故并知晓它们有可能发生,便会纠缠住具有这种心态之人的心智。因此,绝不应当对其中的每一件事分别施以抚慰(因为这样做永无止境,而人生本就充满忧患),而是应当将这一激情从灵魂中彻底拔除,并坚定地确立这样的判断:凡有理智之人皆不应对任何事物悲伤,自此以自由人的姿态生活,如此便能免于一切困厄。因为没有任何事物本身是可怕的,它之所以成为如此,全在于我们的成见与脆弱。

§86.5

οἱ γοῦν πολλοί, ἐὰν γένηταί τι τῶν νομιζομένων ἀτόπων, ἀεὶ τούτου μνημονεύουσι, δυσχεροῦς οὔσης τῆς μνήμης, ὅμοιον δή τι πάσχοντες τοῖς παιδίοις. καὶ γὰρ ἐκεῖνα τοῦ πυρὸς ἅψασθαι προθυμεῖται, καίτοι σφόδρα ἀλγοῦντα, κἂν ἀφῇς, ἅψεται πάλιν.

总之,大众一旦遭遇某些被视为反常不幸之事,便始终对此念念不忘,尽管这记忆本身令人痛苦,他们所经历的恰与幼童相差无几。因为幼童即便痛楚难忍,也一心想要去触摸火苗,一旦你放手,他们便又会去摸。

§86.6

ὥσπερ οὖν τοῖς εἰς πόλεμον ἐξιοῦσιν οὐδέν ἐστιν ὄφελος, ἂν γυμνοὶ προελθόντες ἔπειτα ἕκαστον τῶν φερομένων βελῶν ἐκκλίνειν ἐθέλωσιν ʽοὐ γὰρ ἔνι φυλάττεσθαι πάντἀ, δεῖ δὲ θώρακος στερεοῦ καὶ τῆς ἄλλης πανοπλίας, ὥστε, κἂν ἐμπέσῃ τι, μὴ διικνεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ τοῖς εἰς τὸν βίον προελθοῦσιν οὐχ οἷόν τε ἐκκλίνειν οὐδὲ φυλάττεσθαι ὥστε ὑπὸ μηδενὸς παίεσθαι τῶν ἐκ τῆς τύχης, μυρίων ἐφ’ ἕκαστον φερομένων, ἀλλὰ διανοίας ἰσχυρᾶς ἐστιν ἡ χρεία, μάλιστα μὲν ἀτρώτου καὶ πρὸς μηδὲν εἰκούσης, εἰ δὲ μή, μή γε ῥᾳδίως μηδὲ ὑπὸ τοῦ τυχόντος τιτρωσκομένης· ἐπεὶ πολλάκις ἀνάγκη κεντεῖσθαι καὶ μυρία τραύματα λαμβάνειν.

因此,正如对于出征作战的人而言,如果赤身前行,随后试图避开每一支飞来的箭矢,那是毫无益处的(因为防备所有箭矢是绝无可能的),而是需要一面坚固的胸甲和其余的全套铠甲,从而即便被击中也不致被刺穿;同样,对于步入人生的人而言,当数以万计的命运打击投向每个人时,要躲避或防范到不被任何一击所伤也是不可能的;相反,人们所需要的是坚韧的心智,最好是无懈可击且不向任何事物屈服,即便做不到这一点,至少也不易受创,不至于被随便什么事物所伤;否则,必然会屡遭刺中并承受无数创伤。

语法注3 条
  1. 86.2τὸ δὲ μὴ μόνον εἴκειν ... οὐχὶ σφόδρα εὔηθες;

    整句的骨干是以定冠词引导的不定式短语 τὸ ... εἴκειν ... ἀλλὰ καὶ προσμηχανᾶσθαι ... 作为主语,配以表语形容词 εὔηθες(省略了系动词 ἐστί)构成的疑问句。中间的宾格完成时分词 διεγνωκότας 在格上与不定式的逻辑主语(泛指沉湎于悲伤的人们)相一致,带有让步或附带情态意味(“明知……却依然……”)。

  2. 86.4ἀλλά τοι τὸ προσδοκᾶν αὐτὰ καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης

    在条件状语从句 ἂν ἄρα γίγνηται χρόνος...(“即便出现……时期”)之后,由质词短语 ἀλλά τοι 引导主句(归结分句),带有强烈的转折与强调语气(“然而即便如此……”)。主语是由冠词统摄的并列不定式短语 τὸ προσδοκᾶν ... καὶ γιγνώσκειν,主句动词 καθάψεται 支配属格宾语 τῆς γνώμης。

  3. 86.4ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν

    承接前句的非人称句式 οὔκουν ... δεῖ(“不应当……”),这里的转折分句承前省略了 δεῖ,支配不定式 ἐλευθεριάζειν(“而是应当以自由人的姿态生活”)。位于不定式前面的分词 ἐξελόντα 和 κρίναντα 采用宾格,作为非人称动词 δεῖ 的逻辑主语(泛指一般人);动词性形容词 λυπητέον 所附的与格 τῷ νοῦν ἔχοντι 则是动作主与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:86.1-86.6